Ancient Greek
ΕΙΣ ΤΟΝ ΜΔʹ ΨΑΛΜΟΝ. Ἐπινίκιος ὑπὲρ τῶν ἀνθῶν τῶν υἱῶν Κορέ. Ἄλλος, Τῷ νικοποιῷ ἐπὶ τοῖς κρίνοις τῶν υἱῶν Κορέ. Ὁ δὲ Ἑβραῖος ἀντὶ τοῦ, Κρίνοις, Ἀλ σωσανεὶμ, λέγει· Συνέσεως ᾆσμα εἰς τὸν ἀγαπητόν. Ἄλλος, Ἐπιστήμονος ᾆσμα πρὸς φιλίας. Ἄλλος, Τοῖς ἠγαπημένοις· ὁ δὲ Ἑβραῖος, Ἰδοθὼθ, φησίν. Οἱ δὲ Ἑβδομήκοντα, Εἰς τὸ τέλος ὑπὲρ τῶν ἀλλοιωθησομένων τοῖς υἱοῖς Κορὲ, εἰς σύνεσιν, ᾠδὴ ὑπὲρ τοῦ ἀγαπητοῦ. Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν. Ἄλλος, Ἐξείρπυσεν. Ἄλλος, Ἐκινήθη ἡ καρδία μου λόγῳ ἀγαθῷ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos 8.1-6
Not analysed yet
Ἀλλ' ἴσως ἄν τις ἐκεῖνο ζητήσειε, τί δήποτε νῦν περὶ τῆς θεότητος διαλέγεται, πρότερον περὶ τῆς οἰκονομίας ποιησάμενος τὸν λόγον; Ὅτι καὶ ὁ Ματθαῖος οὕτω ποιεῖ. Ἀπὸ γὰρ τῆς σαρκὸς ἄρχεται, καὶ προοιμιάζεται οὕτω· Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ. Ὁμοίως καὶ Λουκᾶς καὶ Μάρκος· ὁ Ἰωάννης δὲ μόνος ἑτέρως. Πρότερον γὰρ περὶ τῆς θεότητος εἰπὼν, Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος, καὶ πολλὰ περὶ αὐτῆς διαλεχθεὶς, τότε εἶπε· Καὶ ὁ Λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν. Εἰ δὲ καὶ ἀπεναντίας τοῖς ἄλλοις ἐχρήσατο τῇ γραφῇ τοῦ Εὐαγγελίου, ἀλλὰ καὶ οὕτω μεγάλην πρὸς αὐτοὺς τὴν συμφωνίαν ἐπέδειξε. Καὶ πῶς ἂν ἔχοι λόγον, φησὶν, ἐν τῷ ἐναντίῳ συμφωνίαν εἶναι; Οὐκ οἶσθα, ὅτι καὶ τὸ ἐσθίειν τῷ μὴ ἐσθίειν ἐναντίον ἐστὶ, καὶ τὸ πίνειν τῷ μὴ πίνειν, τὸ δοῦναι τῷ μὴ δοῦναι; Πολλάκις δὲ καὶ ἰατρὸς πολλὰ τοιαῦτα ποιεῖ, οὐχ ἑαυτῷ μαχόμενος, ἀλλὰ καὶ σφόδρα συμφωνῶν· πρὸς γὰρ ἓν ὁρᾷ τέλος, τοῦ κάμνοντος τὴν ὑγείαν. Τοῦτο δὴ καὶ ἐπὶ τῶν εὐαγγελιστῶν γέγονεν. Ἐπεὶ καὶ τὸ θέρος ἀπεναντίας τοῦ χειμῶνός ἐστιν, ἀλλὰ πρὸς ἓν βλέπει τέλος, τὴν τῶν καρπῶν ἀκμὴν, καὶ εὐθηνίαν. Καὶ ὁ κόσμος ἅπας ἐξ ἐναντίων συνέστηκεν, ἀλλὰ πολλὴν εἰς τὴν ζωὴν τὴν ἡμετέραν ἐπιδείκνυται τὴν συμφωνίαν. Καὶ πρὸς τὸν Ἰωάννην δὲ ἀπεναντίας ὁ Χριστὸς ἦλθεν. Ὁ μὲν γὰρ ἤσθιεν· ὁ δὲ οὐκ ἤσθιεν. Ἦλθε γὰρ Ἰωάννης, φησὶ, μήτε ἐσθίων, μήτε πίνων, καὶ λέγουσι· Δαιμόνιον ἔχει. Ἦλθεν ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐσθίων καὶ πίνων, καὶ λέγουσιν, Ἰδοὺ ἄνθρωπος φάγος, καὶ οἰνοπότης. Ἀλλ' εἰ καὶ ἐναντία ἦν τὰ γινόμενα, ἀλλ' ὅμως πρὸς ἓν ἔβλεπε τέλος, τῶν μελλόντων σαγηνεύεσθαι τὴν σωτηρίαν. Οὕτω δὴ καὶ ἡ τάξις αὕτη ἡ περὶ τῆς θεότητος καὶ περὶ τῆς οἰκονομίας, εἰ καὶ ἀπεναντίας τοῖς ἄλλοις γέγονε παρὰ Ἰωάννου, ἀλλ' ὅμως σφόδρα συμφώνως αὐτοῖς. Καὶ πῶς, ἐγὼ λέγω. Ὅτι παρὰ μὲν τὴν ἀρχὴν οὐδέπω τοῦ λόγου σπαρέντος, ἀκόλουθον ἦν τῷ τῆς οἰκονομίας ἐνδιατρίβειν λόγῳ, καὶ περὶ τὴν τῆς σαρκὸς γυμνάζειν διδασκαλίαν, ἀπὸ τῶν παχυτέρων καὶ αἰσθητῶν προοιμιαζομένους· ἐπειδὴ δὲ ἐπάγη τὰ τῆς γνώσεως, καὶ ἐδέξαντο τὸ κήρυγμα, λοιπὸν εὔκαιρον ἦν ἄνωθεν ἄρχεσθαι. Διὰ τοῦτο καὶ οἱ προφῆται, εἴ ποτε περὶ αὐτοῦ διαλέγονται, ἀπὸ τῆς οἰκονομίας ποιοῦνται τὴν ἀρχὴν, καὶ τὰ προοίμια. Ὅρα γοῦν ὁ Μιχαίας πῶς κάτωθεν ἄρχεται· Καὶ σὺ, Βηθλεὲμ γῆ Ἰούδα, οὐδαμῶς ἐλαχίστη εἶ ἐν τοῖς ἡγεμόσιν Ἰούδα. Ἐκ σοῦ γάρ μοι ἐξελεύσεται ἡγούμενος, ὅστις ποιμανεῖ τὸν λαόν μου τὸν Ἰσραήλ. Καίτοι οὐχ ἡ θεότης ἦν ἀπὸ τῆς Βηθλεὲμ, ἀλλ' ἡ σάρξ. Ἀλλ' οὐκ ἐναπέμενε τούτῳ μόνῳ, ἀλλὰ καὶ ἀνέβη πρὸς τὴν θεότητα, λέγων· Καὶ ἡ ἔξοδος αὐτοῦ ἀπ' ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος. Καὶ ὁ Ἡσαΐας πάλιν· Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουὴλ, ὅ ἐστι μεθερμηνευόμενον, Μεθ' ἡμῶν ὁ Θεός. Ὁρᾷς πῶς καὶ οὗτος ἀπὸ τῆς σαρκὸς πρὸς τὴν θεότητα ἀνέβη; Καὶ πάλιν ἀλλαχοῦ σκόπει τοῦτο αὐτὸ γινόμενον· φησὶ γάρ· Παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ, μεγάλης βουλῆς ἄγγελος, θαυμαστὸς σύμβουλος, Θεὸς ἰσχυρὸς, ἐξουσιαστὴς, ἄρχων εἰρήνης, πατὴρ τοῦ μέλλοντος αἰῶνος. Ὁρᾷς πῶς πάλιν ἀπὸ παιδίου, καὶ τῆς κατὰ σάρκα οἰκονομίας, ὥσπερ διά τινων βαθμῶν ἀναβαίνων ἵσταται περὶ τὴν θεότητα; Οὕτω καὶ ὁ Πατὴρ αὐτοῦ ἐγνωρίσθη ἀπὸ τῆς κτίσεως πρῶτον. Τὰ γὰρ ἀόρατα αὐτοῦ, φησὶν ὁ Παῦλος, ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται. Διὰ δὴ τοῦτο καὶ αὐτὸς σχηματίζει πολλάκις ἑαυτὸν εἰς αἰσθητὴν ὄψιν, κατὰ μικρὸν ἀνάγων τὸ γένος τῶν ἀνθρώπων ἐπὶ τὰς ἀσωμάτους ἐννοίας. Καὶ τί θαυμάζεις, εἰ ἐπὶ τῶν δογμάτων οὕτως ἐχρήσατο τῇ οἰκονομίᾳ, ὅπου γε καὶ ἐπὶ τῶν παραγγελμάτων καὶ ἐπὶ τῶν ἐντολῶν αὐτὸ τοῦτο ποιεῖ; Διὰ δὴ τοῦτο καὶ ὁ προφήτης οὕτως ἐνταῦθα κέχρηται τῷ λόγῳ, ἀπὸ τῆς σαρκὸς ἐπὶ τὴν θεότητα ἀναβαίνων (τὰ γὰρ χείλη τῆς σαρκός ἐστι), καὶ ἀπὸ τῆς θεότητος πάλιν ἐπὶ τὴν σάρκα κατελθὼν, καὶ τῇ ποικιλίᾳ τοῦ λόγου πρὸς τὴν τῶν κατηχουμένων χρώμενος σωτηρίαν. Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· θρόνον ἐνταῦθα οὐ θρόνον ἁπλῶς λέγων, ἀλλὰ τὴν βασιλείαν. Ἐνταῦθα μὲν αἰώνιον λέγει, ἀλλαχοῦ δὲ ὑψηλόν· Εἶδον γὰρ, φησὶ, τὸν Κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ. Καὶ πάλιν· Ὅτι ὑψηλός σου ὁ θρόνος. Καὶ ἄλλος δὲ προφήτης βλέπει καθήμενον ἐπὶ θρόνου δόξης· ὁ δὲ Δαυῒδ καὶ φιλανθρωπίας τὸν θρόνον δείκνυσιν· Ἔλεος γὰρ, φησὶ, καὶ κρίσις κατόρθωσις τοῦ θρόνου αὐτοῦ.