# Expositiones in Psalmos 8.1-9

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos, ΕΙΣ ΤΟΝ ΡΘʹ ΨΑΛΜΟΝ. Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/expositiones-in-psalmos/8.1-9

Εἶτα βουλόμενος τὴν προφητείαν ἐν σχήματι δικαστοῦ συνθεῖναι, πρὸς αὐτὸν τὴν λαλιὰν ποιεῖται, ὅπερ σφοδροτάτης ἀγάπης ἦν καὶ χαρᾶς ὑπερβαλλούσης, καὶ ψυχῆς σφόδρα κατόχου θείῳ Πνεύματι γινομένης. Ὤμοσε Κύριος, καὶ οὐ μεταμεληθήσεται. Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα, κατὰ τὴν τάξιν Μελχισεδέκ. Ὁρᾷς πῶς πάλιν ἐπὶ τὸ ταπεινότερον τὸν λόγον ἄγει, ποτὲ μὲν περὶ τῆς θεότητος, ποτὲ δὲ περὶ τῆς ἀνθρωπότητος διαλεγόμενος; ὅπερ καὶ οἱ εὐαγγελισταὶ ποιοῦσιν, ἵνα ἑκατέρωθεν ἡ ἀκρίβεια τῶν δογμάτων διατηρῆται. Καὶ διὰ τί εἶπε, Κατὰ τὴν τάξιν Μελχισεδέκ; Καὶ διὰ τὰ μυστήρια, ὅτι κἀκεῖνος ἄρτον καὶ οἶνον προσήνεγκε τῷ Ἀβραὰμ, καὶ διὰ τὸ ἐλευθέραν εἶναι τοῦ νόμου ταύτην τὴν ἱερωσύνην, καὶ διὰ τὸ ἀτελεύτητον, καθάπερ καὶ Παῦλός φησι, καὶ ἄναρχον. Ὅπερ γὰρ ἐκεῖνος εἶχεν ἐν ταῖς σκιαῖς, τοῦτο ἐν τῇ ἀληθείᾳ γέγονεν ἐπὶ τοῦ Ἰησοῦ· καὶ καθάπερ τὰ ὀνόματα προέτρεχεν, ὡς Ἰησοῦς, ὡς Χριστὸς, οὕτω καὶ τοῦτο. Οὔτε ἀρχὴν οὖν ἡμερῶν φαίνεται ἔχων, οὔτε ζωῆς τέλος ὁ Μελχισεδὲκ, οὐ τῷ μὴ ἔχειν, ἀλλὰ τῷ μὴ γενεαλογηθῆναι. Ὁ δὲ Ἰησοῦς οὐδὲ ἀρχὴν ἡμερῶν ἔσχεν, οὔτε ζωῆς τέλος, οὐ κατὰ τοῦτον τὸν τρόπον, ἀλλὰ τῷ καθ' ὅλου μὴ εἶναι ἐπ' αὐτοῦ ἀρχὴν χρονικὴν, μηδὲ τέλος. Τὸ μὲν γὰρ ἦν σκιὰ, τὸ δὲ ἀλήθεια. Ὥσπερ οὖν, Ἰησοῦς, ἀκούων, οὐ τὸν ἀληθῶς Ἰησοῦν ὑποπτεύεις, ἀλλὰ τοῦ ὀνόματος τὸν τύπον δέχῃ μόνον, καὶ οὐδὲν πλέον ἐπιζητεῖς· οὕτω καὶ ἀκούων τὸν Μελχισεδὲκ ἄναρχον καὶ ἀτελεύτητον, μὴ ἐν τῇ τῶν πραγμάτων ἀληθείᾳ αὐτὸν ζήτει, ἀλλ' ἀρκοῦ τῇ προσηγορίᾳ μόνῃ, τὴν δὲ ἀλήθειαν ἐπὶ τοῦ Χριστοῦ καταμάνθανε. Ὅρκον δὲ ὅταν ἀκούσῃς, μὴ ὅρκον νόμιζε. Ὥσπερ γὰρ θυμὸς, οὐ θυμὸς ἐπὶ Θεοῦ, ἀλλὰ τὸ τιμωρητικὸν, καὶ οὐ πάθος ἐστίν· οὕτως οὐδὲ ὅρκος. Οὐ γὰρ ὄμνυσι Θεὸς, ἀλλὰ τὸ πάντως ἐσόμενον λέγει Εἰπὼν τοίνυν τὴν λαμπρότητα τῶν ἁγίων, τὸ τεθῆναι τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ, τὴν ἡμέραν τῆς δυνάμεως, λέγει καὶ τὰ παρόντα λοιπόν. Καὶ ὅρα οἵαν ποιεῖται τάξιν τῷ λόγῳ, τὸν σκληρὸν ἀκροατὴν καταμαλάσσων. Πρότερον γὰρ φοβήσας τῷ λόγῳ τῆς κρίσεως, καὶ τὸ δυσένδοτον αὐτοῦ μαλάξας, οὕτω καὶ τὸν περὶ τῶν παρόντων εἰσάγει λόγον. Διὰ τοῦτο καὶ τοιαύτην ποιεῖται τὴν μίξιν. Σκόπει δέ· Ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Τοῦτο τῶν μελλόντων· εἶτα τὰ παρόντα· Ῥάβδον δυνάμεώς σου ἐξαποστελεῖ Κύριος ἐκ Σιών· καὶ κατακυρίευε ἐν μέσῳ τῶν ἐχθρῶν σου· εἶτα τὰ μέλλοντα· Μετὰ σοῦ ἡ ἀρχὴ, ἐν ἡμέρᾳ τῆς δυνάμεώς σου ἐν ταῖς λαμπρότησι τῶν ἁγίων. Εἶτα πάλιν τὰ παρόντα, οὐκέτι τιμωρίαν ἔχοντα, ἀλλ' εὐεργεσίαν· Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ. Τοῦτο γὰρ ἁμαρτίας ἀναίρεσις, καὶ καταλλαγὴ πρὸς Θεόν. Εἶτα ἐπιμείνας αὐτοῖς ὅσον ἠβούλετο, πάλιν τῆς οἰκονομίας ἅπτεται, ἐπὶ τὸ ταπεινότερον τὸν λόγον μετασχηματίζων, καὶ λέγων· Κύριος ἐκ δεξιῶν σου. Καίτοι ἄνω ἔλεγεν, ὅτι αὐτὸς κάθηται ἐν δεξιᾷ τοῦ Πατρός. Ὁρᾷς πῶς οὐχ ἁπλῶς χρὴ ταῖς λέξεσι παρακαθῆσθαι; Τί ἐστι, Κύριος ἐκ δεξιῶν σου; Ἐπειδὴ τῆς οἰκονομίας ἥψατο, ἐπὶ τὴν σάρκα τὸν λόγον τρέπει τὴν βοήθειαν δεχομένην. Ὁρᾶται γὰρ ἀγωνιῶν, καὶ ἱδρῶν, καὶ οὕτως ἱδρῶν, ὡς καὶ θρόμβους καταῤῥεῖν, καὶ ἐνισχυόμενος. Τοιαύτη γὰρ τῆς σαρκὸς ἡ φύσις. Συνθλάσει ἐν ἡμέρᾳ ὀργῆς αὐτοῦ βασιλεῖς. Οὐκ ἄν τις ἁμάρτοι τοῦτο καὶ περὶ τῶν παρόντων λέγων τῶν ἐπανισταμένων τῇ Ἐκκλησίᾳ, καὶ περὶ τῶν μελλόντων δώσειν εὐθύνας, ὑπὲρ ὧν ἥμαρτον καὶ ἠσέβησαν. Κρινεῖ ἐν τοῖς ἔθνεσι, πληρώσει πτώματα. Τί ἐστι, Κρινεῖ ἐν τοῖς ἔθνεσι; Δικάσει, φησὶ, κατακρινεῖ τοὺς δαίμονας. Καὶ ὅτι ἔκρινεν, ἄκουσον τοῦ Χριστοῦ λέγοντος· Νῦν κρίσις ἐστὶ τοῦ κόσμου τούτου· νῦν ὁ ἄρχων τοῦ κόσμου ἐκβληθήσεται ἔξω. Καὶ ἀλλαχοῦ· Κἀγὼ ἐὰν ὑψωθῶ, πάντας ἑλκύσω πρὸς ἐμαυτόν. Εἰ δὲ αἰσθητικωτέρᾳ τῇ λέξει κέχρηται, μὴ προσπταίσῃς. Ἔθος γὰρ τῇ Γραφῇ τοῦτο. Συνθλάσει κεφαλὰς ἐπὶ γῆς πολλῶν. Εἰ μὲν κατὰ ἀναγωγὴν βούλοιο τοῦτο δέχεσθαι, τὴν ἀπόνοιαν εἴποι τις ἂν ὅτι καθελεῖ· εἰ δὲ καὶ αἰσθητῶς, τὴν συμφορὰν τὴν Ἰουδαϊκὴν, οὓς ἀπώλεσεν ἄρδην μετὰ πολλῆς τῆς σφοδρότητος. Ἐκ χειμάῤῥου ἐν ὁδῷ πίεται. Ἐνταῦθα δείκνυσι τὸ ταπεινὸν τῆς διαίτης, τὸ εὐτελὲς τῆς διαγωγῆς, ὅτι δὴ οὐ σοβῶν, οὐδὲ δορυφόρους ἔχων, οὐδὲ φαντασίαν τινὰ περικείμενος αἰσθητὴν ταῦτα ἔπραττεν, ἀλλὰ λιτὸν βίον μετιὼν, καὶ τοιοῦτον, ὡς ἐκ χειμάῤῥου πίνειν. Οἵα γὰρ ἦν αὐτῷ ἡ τράπεζα, τοιοῦτον καὶ τὸ ποτόν. Ἡ τράπεζα ἄρτοι κρίθινοι, τὸ ποτὸν ὕδωρ ἀπὸ τοῦ χειμάῤῥου. Τὴν γὰρ φιλόσοφον ταύτην δίαιταν ἦλθε διδάξων, γαστρὸς κρατεῖν, φαντασίαν πατεῖν, τῦφον ἀποστρέφεσθαι. Εἶτα δεικνὺς τῆς ζωῆς τὸ κέρδος, τοῦτο ἐπήγαγε· Διὰ τοῦτο ὑψώσει κεφαλήν. Τῆς γὰρ ταπεινοφροσύνης καὶ τοῦ σκληροῦ βίου οὗτος ὁ καρπός.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg143.local001/.
