Ancient Greek · ~19 min
ΕΡΜΗΝΕΙΑ ΕΙΣ ΤΟΝ Δʹ ΨΑΛΜΟΝ. Ἐν τῷ ἐπικαλεῖσθαί με εἰσήκουσέ με ὁ Θεὸς τῆς δικαιοσύνης μου.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos 9.1
Not analysed yet
Διά τοι τοῦτο καὶ ὁ Προφήτης ἀπαγαγὼν τῆς πονηρίας διὰ τῆς κατανύξεως, καὶ ποιήσας ἐπιτηδειότερον πρὸς τὴν τῆς ἀρετῆς ἐργασίαν, καὶ τὸ σκληρὸν τῆς διανοίας καταμαλάξας, ἁπαλήν τε αὐτὴν ἀπὸ τῆς κατανύξεως ἐργασάμενος, τὸν περὶ δικαιοσύνης εἰσάγει λόγον, καί φησι· Θύσατε θυσίαν δικαιοσύνης, καὶ ἐλπίσατε ἐπὶ Κύριον. Τί ἐστι, Θύσατε θυσίαν δικαιοσύνης; Δικαιοσύνην μετέρχεσθε, δικαιοσύνην προσφέρετε· τοῦτο μέγιστον τῷ Θεῷ δῶρον, αὕτη θυσία δεκτὴ, αὕτη προσφορὰ πολλὴν ἔχουσα τὴν ἀρέσκειαν, οὐ τὸ πρόβατα θύειν καὶ μόσχους, ἀλλὰ τὸ δίκαια πράττειν. Ὁρᾷς τῆς Ἐκκλησίας τὴν πολιτείαν ἄνωθεν προδιαγραφομένην, καὶ ἀντὶ τῶν αἰσθητῶν ἐκείνων τὰ νοητὰ ζητούμενα. Δικαιοσύνην δὲ ἐνταῦθα, καθάπερ ἔμπροσθεν εἶπον, οὐ τὴν μερικὴν ἀρετήν φησιν, ἀλλὰ τὴν καθόλου· καθὸ καὶ δίκαιον ἄνθρωπον καλοῦμεν τὸν ἅπασαν ἐν ἑαυτῷ ἔχοντα τὴν ἀρετήν. Αὕτη ἡ θυσία οὐ χρημάτων δεῖται, οὐ μαχαίρας, οὐ θυσιαστηρίου, οὐ πυρός· οὐκ εἰς καπνὸν διαλύεται καὶ τέφραν καὶ κνίσσαν, ἀλλ' ἀρκεῖται τῇ γνώμῃ τοῦ προσάγοντος αὐτήν. Ταύτῃ οὔτε πενία κώλυμα γίνεται, οὔτε πτωχεία ἐμπόδιον, οὐ τόπος, οὐκ ἄλλο τῶν τοιούτων οὐδέν· ἀλλ' ὅπου περ ἂν ᾖς, θύειν αὐτὴν δυνήσῃ, αὐτὸς καὶ ἱερεὺς, καὶ θυσιαστήριον, καὶ μάχαιρα, καὶ ἱερεῖον γινόμενος. Τοιαῦτα γὰρ τὰ νοερὰ καὶ πνευματικά· πλείονα ἔχει τὴν εὐκολίαν, οὐδεμιᾶς δεόμενα τῆς ἔξωθεν ἐργωδίας. Καὶ ἐλπίσατε ἐπὶ Κύριον. Ἕτερός φησι· Καὶ πεποίθετε τῷ Κυρίῳ. Ὁ γὰρ διὰ τῆς δικαίας πολιτείας ἵλεων αὐτὸν κτησάμενος καὶ εὐμενῆ, μεγίστην ἔχει συμμαχίαν, ἀχείρωτον τὴν βοήθειαν, πολλὴν ἐκεῖθεν τὴν ῥοπήν. Εἶδες τῆς θυσίας τὸν καρπὸν παρὰ θύραις ὄντα; εἶδες εὐθέως βλαστάνοντο ἀθρόον τῶν ἀγαθῶν τὸν θησαυρόν; Ὁ γὰρ τὸν Θεὸν ἔχων σύμμαχον, τίνα φοβηθήσεται λοιπόν; Οὐδένα. Καὶ τοῦτο δὲ οὐ μικρὰ ἀρετὴ, τὸ ἐπ' αὐτῷ θαῤῥεῖν, καὶ ἐπ' αὐτῷ πεποιθέναι. Μετὰ δὲ τῆς δικαιοσύνης καὶ ταύτην ἡμᾶς ἀπαιτεῖ τὴν ἀρετὴν, τὸ ἐπ' αὐτῷ πεποιθέναι, τὸ ἐπ' αὐτῷ ἐλπίζειν, τὸ μηδενὶ τῶν βιωτικῶν θαῤῥεῖν, ἀλλὰ πάντων ἑαυτὸν ἀποστήσαντα, ἐκεῖ προσηλοῦν τὴν διάνοιαν. Τὰ μὲν γὰρ τοῦ παρόντος βίου πράγματα ὀνείρασιν ἔοικε καὶ σκιαῖς, καὶ τούτων ἐστὶν ἀδρανέστερα, ὁμοῦ τε φαινόμενα καὶ ἀφιπτάμενα, καὶ ἐν αὐτῷ τῷ παρεῖναι πολλοὺς ἐμποιοῦντα τοὺς θυρύβους τοῖς ἔχουσιν· ἡ δὲ ἐπὶ Θεὸν ἐλπὶς ἀθάνατος, ἄτρεπτος, ἀκίνητος, μεταβολὴν οὐ δεχομένη, ἐν ἀσφαλείᾳ πάσῃ καθιστῶσα, καὶ ἄμαχον ποιοῦσα τὸν αὐτῇ μετὰ ἀκριβείας καὶ τῆς προσηκούσης διαθέσεως χρώμενον. Πολλοὶ λέγουσι, Τίς δείξει ἡμῖν τὰ ἀγαθά; Ἐσημειώθη ἐφ' ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε. Ἀπαρτίσας τὴν περὶ τῶν ἠθῶν παραίνεσιν, καὶ τῇ θεογνωσίᾳ προσαγαγὼν, καὶ πάντα κινήσας τρόπον τὸν δυνάμενον διαναστῆσαι τῶν πεπλανημένων τὴν διάνοιαν, καὶ μάλιστα ἀπὸ τῶν ἀνακειμένων αὐτῷ καὶ τῆς εἰς αὐτοὺς προνοίας δείξας αὐτοῦ τὴν κηδεμονίαν, ἀντίθεσίν τινα παρὰ τῶν ἀσθενεστέρων καὶ παχυτέρων εἰσαγομένην τίθησι καὶ λέγει· Πολλοὶ λέγουσι, Τίς δείξει ἡμῖν τὰ ἀγαθά; Οὐχ οἱ ὀλίγοι, οἱ γνήσιοι καὶ δόκιμοι καὶ φιλοσοφεῖν εἰδότες ταῦτα λέγουσιν, ἀλλὰ τὸ κεχυμένον πλῆθος, τὸ ἀδιάκριτον, τὸ ἀνοίᾳ προσηλωμένον. Τί δέ ἐστιν ὅ φησι; Τίς δείξει ἡμῖν τὰ ἀγαθά; Εἰσί τινες οἱ λέγοντες, οἱ μὲν τοῦ Θεοῦ διαβάλλοντες τὴν πρόνοιαν, οἱ δὲ ἡδονῆς ὄντες ἐρασταὶ, ἀνέσεως καὶ πλούτου, δόξης καὶ δυναστείας, οἳ καὶ ἐρῶντες αὐτῶν τοιαῦτά φασι· Ποῦ τὰ ἀγαθὰ τοῦ Θεοῦ; Ἐγὼ ἐν πτωχείᾳ, καὶ νόσῳ, καὶ ταλαιπωρίᾳ, καὶ τοῖς ἐσχάτοις δεινοῖς, καὶ ἐπηρείαις, καὶ συκοφαντίαις· ἕτερος δὲ ἐν εὐημερίᾳ, καὶ τρυφῇ, καὶ δυναστείᾳ, καὶ δόξῃ, καὶ πλούτῳ. Καὶ οἱ μὲν ταῦτα μόνον ζητοῦσι τὰ ἀγαθὰ, τὰ ὄντως ἀγαθὰ παρατρέχοντες, ἀρετὴν λέγω καὶ φιλοσοφίαν· οἱ δὲ, ὅπερ ἔφθην εἰπὼν, καὶ τὴν τοῦ Θεοῦ πρόνοιαν ἐντεῦθεν διαβάλλουσι, λέγοντες· Ποῦ ἡ τοῦ Θεοῦ πρόνοια, τοσαύτης συγχύσεως ἐν τῷ βίῳ γινομένης, καὶ τῶν πλειόνων ἐν πτωχείᾳ καὶ πενίᾳ καὶ τοῖς ἐσχάτοις ὄντων κακοῖς; τί τεκμήριον αὐτοῦ τῆς κηδεμονίας; Ταὐτὸν γὰρ ποιοῦσιν οἱ ταῦτα λέγοντες, ὥσπερ ἂν εἴ τις ἐν σταθερᾷ μεσημβρίᾳ καὶ καθαρᾷ τὸν ἥλιον ἰδεῖν ἐπιζητοίη, καὶ ἀμφιβάλλοι περὶ τοῦ φωτός. Ὅπερ δεικνὺς ὁ Προφήτης, καὶ ταχίστην ἐπάγων τὴν λύσιν, ἔλεγεν· Ἐσημειώθη ἐφ' ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε. Οὐκ εἶπεν, ἐφάνη· οὐκ εἶπεν, ἔλαμψεν, ἀλλ', Ἐσημειώθη, δηλῶν ὅτι ὥσπερ τὸ ἐν μετώπῳ σεσημειωμένον πᾶσι κατάδηλόν ἐστι, καὶ οὐκ ἔστιν οὐδένα αὐτὸ λαθεῖν, οὐδὲ ὄψιν φωτὸς γέμουσαν καὶ ἀφιεῖσαν ἀκτῖνας δύναταί τις ἀγνοῆσαι· οὕτω, φησὶν, οὐδὲ τὴν πρόνοιαν τὴν σήν. Ὥσπερ γὰρ φῶς σεσημειωμένον, τουτέστιν, ἐντετυπωμένον καὶ ἐγκεχαραγμένον ἐν προσώπῳ, πᾶσίν ἐστι κατάδηλον· οὕτω καὶ ἡ πρόνοια τῆς φιλανθρωπίας τῆς σῆς. Φῶς γὰρ ἐνταῦθα τὴν ἀντίληψίν φησι, τὴν κηδεμονίαν, τὴν συμμαχίαν, τὴν πρόνοιαν. Εἶτα ἀποφηνάμενος τοῦτο, καὶ ἀπόδειξιν ἐπάγει. Ποίαν δὴ ταύτην; Ἔδωκας εὐφροσύνην εἰς τὴν καρδίαν μου. Διαβαλὼν τὸ ἀλόγιστον πλῆθος, ἀπὸ τῶν νοῦν ἐχόντων καὶ ὑγιαινόντων τὴν ἀπόδειξιν ποιεῖται τῆς τοῦ Θεοῦ προνοίας, καί φησιν, Ἔδωκας εὐφροσύνην εἰς τὴν καρδίαν μου· τουτέστι, Φιλοσοφεῖν με ἐπαίδευσας, ὑπερορᾷν τῶν βιωτικῶν πραγμάτων, εἰδέναι τὰ ἀληθῆ καὶ μένοντα· χρησταῖς ἐμετεώρησας ἐλπίσι, πρὸς τὴν μέλλουσαν ζωὴν ἐχειραγώγησας· πρὸ τῆς ἀπολαύσεως τῶν ἀγαθῶν τῇ προσδοκίᾳ τῶν ἀγαθῶν ἀνεπτέρωσας. Καλῶς οὕτως εἶπεν.