Ancient Greek · ~19 min
ΕΙΣ ΤΟΝ Ζʹ ΨΑΛΜΟΝ. Ψαλμὸς τῷ Δαυῒδ, ὃν ᾖσε τῷ Κυρίῳ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενεῖ. Κύριε ὁ Θεός μου, ἐπὶ σοὶ ἤλπισα· σῶσόν με ἐκ πάντων τῶν διωκόντων με, καὶ ῥῦσαί με.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos 9.1-2
Not analysed yet
Ταῦτ' οὖν εἰδότας, οὐ τοὺς τιμωρουμένους, οὐδὲ τοὺς κολαζομένους δακρύειν χρὴ, ἀλλὰ τοὺς ἁμαρτάνοντας ἀτιμωρητί. Πρῶτον μὲν γὰρ κακὸν, τὸ ἁμαρτάνειν· δεύτερον δὲ, τὸ ἁμαρτάνοντας μηδεμιᾶς τυγχάνειν θεραπείας. Μᾶλλον δὲ καὶ τοῦτο πρῶτον εἴποι τις ἂν δικαίως, καὶ πολλῷ χαλεπώτατον. Ὥσπερ γὰρ οὐ τὸ νοσεῖν χαλεπὸν, ἀλλὰ τὸν νοσοῦντα μὴ θεραπεύεσθαι· οὐδὲ τὸν ἔχοντα σηπεδόνα θρηνοῦμεν ἁπλῶς, ἀλλὰ τὸν ἔχοντα καὶ εἰκῆ κείμενον, καὶ μὴ τυγχάνοντα ἰατρικῶν χειρῶν· τὸν δὲ τεμνόμενον καὶ καιόμενον, τοῦτον φαίημεν ἂν πρὸς ὑγίειαν ὁδεύειν, οὐ τὴν ἀπὸ τῆς τομῆς ὀδύνην βλέποντες, ἀλλὰ τὴν ἀπὸ τῆς τομῆς ὑγίειαν· οὕτω καὶ ἐπὶ τῆς ψυχῆς διακεῖσθαι χρὴ, οὐχὶ τοὺς κολαζομένους (καὶ γὰρ πρὸς ὑγίειαν ἕλκονται), ἀλλὰ τοὺς ἁμαρτάνοντας ἀτιμωρητὶ θρηνεῖν καὶ πενθεῖν. Καὶ εἰ αἱ τιμωρίαι τῆς πονηρίας εἰσὶ κωλυτικαὶ, φησὶ, τίνος ἕνεκεν οὐ καθ' ἑκάστην ἡμέραν διδόαμεν δίκην τῶν ἡμαρτημένων; Ὅτι εἰ τοῦτο ἐγεγόνει, προανηρπάσθη ἂν τὸ γένος τῶν ἀνθρώπων, καὶ ὁ τῆς μετανοίας καιρὸς ἀνῄρητο. Σκόπει γοῦν ἐπὶ τοῦ Παύλου. Εἰ γὰρ ἐκεῖνος ἔδωκε δίκην τῆς διώξεως, καὶ ἀνῃρέθη, πῶς ἂν ἔσχε καιρὸν μετανοῆσαι, καὶ μετὰ τὴν μετάνοιαν τὰ μυρία ἐργάσασθαι ἀγαθὰ, καὶ πᾶσαν, ὡς εἰπεῖν, τὴν οἰκουμένην ἀπὸ τῆς πλάνης ἐπὶ τὴν ἀλήθειαν χειραγωγῆσαι; Οὐχ ὁρᾷς καὶ τοὺς ἰατροὺς, ὅταν τις πολλὰ περικέηται τραύματα, οὐ τοσαύτην ἐπάγοντας θεραπείαν, ὅσην ἀπαιτεῖ τῶν τραυμάτων ἡ φύσις, ἀλλ' ὅσην φέρει τῆς δυνάμεως ἡ ὑπόστασις, ἵνα μὴ, τὰ τραύματα θεραπεύσαντες, τὸν κάμνοντα ἀπενέγκωσι; Διὰ δὴ τοῦτο ὁ Θεὸς οὔτε πάντας ὁμοῦ κολάζει, οὔτε πάντας κατ' ἀξίαν, ἀλλ' ἠρέμα, καὶ ἐνδιδούς· καὶ πολλάκις ἕνα τιμωρούμενος, δι' ἐκείνου πολλοὺς ἐσωφρόνισε. Τοῦτο καὶ ἐπὶ τοῦ σώματος γίνεται πολλάκις· ἑνὸς ἐκκοπὴ μέλους ἑτέροις πλείοσιν ὑγείαν παρέσχεν. Ὅρα δὲ τοῦ δικαίου τὴν φιλόστοργον ψυχὴν, πῶς πανταχοῦ τὸ κοινῇ συμφέρον ζητεῖ, καὶ τῆς κακίας τὴν ἀναίρεσιν, οὐχ ἵνα αὐτὸς δίκην λάβῃ παρὰ τῶν ἐχθρῶν, ἀλλ' ἵνα οἱ ἐχθροὶ παύσωνται τῆς πονηρίας. Τοῦτο τοίνυν πανταχοῦ σκοπῶμεν, ὅπως σταίη τὰ τῆς κακίας, καὶ θρηνῶμεν τοὺς ἐν ταύτῃ ὄντας, κἂν σηρικὰ ὦσι περικείμενοι ἱμάτια· καὶ μακαρίζωμεν τοὺς ἐν ἀρετῇ, κἂν πενίᾳ ἐσχάτῃ παλαίωσιν, ἀπὸ τῶν ἔξωθεν εἰς τὴν διάνοιαν ἑκατέρων εἰσιόντες. Τότε γὰρ ὀψόμεθα τοῦ μὲν τὸν πλοῦτον, τοῦ δὲ τὴν πενίαν. Τί γὰρ, εἰ λαμπρὰν στολὴν ἔξωθεν περιβέβληται; τί τῶν ἐργαστηρίων διενήνοχε, καὶ τῶν ξύλων τῶν ἀνεχόντων αὐτά; τί τῶν λαμβανόντων αὐτὰ πωλεῖν οὗτος εὐπορώτερος; Ἀλλ' οὐχ ὁ τοῦ δικαίου πλοῦτος τοιοῦτος, ἀλλὰ μόνιμος καὶ πεπηγώς. Εἰ δὲ οὐκ αἰσθάνονται οἱ πλουτοῦντες ἐν πενίᾳ ὄντες, οὐδὲν θαυμαστόν. Οὐδὲ οἱ φρενίτιδι κατεχόμενοι αἴσθησιν τῆς νόσου λαμβάνουσι, καὶ διὰ τοῦτο μάλιστά εἰσιν ἐλεεινοὶ, οὐ μακαρισταί. Εἰ γὰρ ᾔσθοντο, κἂν πρὸς τὸν ἰατρὸν ἔτρεχον· νῦν δὲ τῆς κακίας τοῦτο τὸ χαλεπώτατον, ὅτι ἐν αὐτῇ ὄντες, οὐδ' ὅτι εἰσὶν ἐν αὐτῇ συνορῶσι. Μὴ δὴ τοῦτο ἴδῃς, ὅτι χαίρει πλουτῶν ὁ πλούσιος· ἀλλὰ δι' αὐτὸ τοῦτο μάλιστα αὐτὸν δάκρυσον, ὅτι οὐδὲ αἰσθάνεται, ἐν ὅσῳ κεῖται κακῷ. Οὐ γὰρ ἀνθρώπινον τὸ ἐπὶ τούτοις ἀγάλλεσθαι, ἀλλ' ἀλογίας ἐσχάτης. Καὶ κατευθυνεῖς δίκαιον. Τί ἐστι τοῦτο; Τῶν γὰρ πονηρῶν κολασθέντων, φησὶ, προσεκτικώτεροι οἱ δίκαιοι γίνονται. Ὥστε δύο ἐντεῦθεν τὰ ἀγαθά· ἐκεῖνοί τε γὰρ τῆς πονηρίας ἀφίστανται, καὶ οὗτοι τῇ ἀρετῇ μᾶλλον προσέρχονται. Ὥσπερ γὰρ ὑγιαίνων ἄνθρωπος ἰδών τινα καιόμενον, ἢ τεμνόμενον, προσεκτικώτερος περὶ τὴν ὑγείαν γίνεται· οὕτω δὴ καὶ ἐνταῦθα. Καὶ γὰρ πολλοὶ τῶν τότε ἐσκανδαλίζοντο, καὶ τῶν δοκούντων ἑαυτοῖς προσέχειν, ἐπὶ τῇ τῶν πονηρῶν εὐημερίᾳ ἀτελέστερον ἔτι διακείμενοι. Διὸ καὶ οὗτος ἀλλαχοῦ ἔλεγε· Παρ' ὀλίγον ἐξεχύθη τὰ διαβήματά μου, ὅτι ἐζήλωσα ἐπὶ τοῖς ἀνόμοις. Ἄλλος δὲ πάλιν· Τί ὅτι ὁδὸς ἀσεβῶν εὐοδοῦται; Καὶ ὁ Ἰὼβ δὲ πολλὰ τοιαῦτα ἐζήτει. Ἀλλὰ τότε μὲν ἀτελέστερον διακείμενοι, ταῦτα ἔφασκον οἱ φάσκοντες, καὶ ἐζήτουν οἱ ζητοῦντες· νῦν δὲ οὐδεμιᾶς συγγνώμης ἄξιος ὁ τούτοις θορυβούμενος, ὁ τοσαῦτα φιλοσοφεῖν μαθὼν, καὶ περὶ τῶν μελλόντων τοιαῦτα δόγματα δεξάμενος, καὶ τὸν περὶ γεέννης καὶ τὸν περὶ βασιλείας σαφέστερον διδαχθεὶς λόγον, καὶ ὅτι τὰ κατ' ἀξίαν ἕκαστος ἐκεῖ ἀπολήψεται. Ἐτάζων καρδίας καὶ νεφροὺς ὁ Θεὸς δίκαιος. Ἡ βοήθειά μου παρὰ τοῦ Θεοῦ τοῦ σώζοντος τοὺς εὐθεῖς τῇ καρδίᾳ. Ἄλλος, Ὁ ἐταστὴς καρδιῶν καὶ νεφρῶν ὁ Θεὸς δίκαιος, ὁ ὑπερασπιστής μου. Καὶ ἕτερος, Ὁ Θεὸς δίκαιος. Οἱ Ἑβδομήκοντα δὲ οὕτως εἶπον, Ἐτάζων καρδίας καὶ νεφροὺς ὁ Θεός. Δικαία ἡ βοήθειά μου παρὰ τοῦ Θεοῦ. Εἶπεν ὅτι κρινεῖ τὴν οἰκουμένην, λέγει λοιπὸν καὶ πῶς κρινεῖ. Εἶπεν ὅτι οὐ μαρτύρων δεόμενος, οὐκ ἐλέγχων, οὐκ ἀποδείξεων, οὐ γραμματείων, οὐκ ἄλλου τῶν τοιούτων οὐδενός· αὐτὸς γάρ ἐστιν ὁ τὰ ἀπόῤῥητα ἐπιστάμενος. Μὴ τοίνυν λεγέτω τις τῶν ἀνοήτων· Καὶ πῶς κρινεῖ τὸν κόσμον τοσοῦτον ὄντα; Ὁ γὰρ ποιήσας οὐκ ὄντα, καὶ γενόμενον κρινεῖ. Νεφροὺς δὲ ἐνταῦθα τὰ ἀπόῤῥητα τῆς διανοίας λέγει, τὰ ἐνδότατα, τὰ βαθύτατα, ἀπὸ τῆς θέσεως τοῦ μορίου αἰνιξάμενος.