# Expositiones in Psalmos 9.1-5

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos, ΕΙΣ ΤΟΝ ΜΓʹ ΨΑΛΜΟΝ. Τῷ νικοποιῷ τοῖς υἱοῖς Κορέ. Ὁ Θεὸς ἡμῶν, ἐν τοῖς ὠσὶν ἡμῶν ἠκούσαμεν, οἱ πατέρες ἡμῶν ἀνήγγειλαν ἡμῖν ἔργον ὃ εἰργάσω ἐν ταῖς ἡμέραις αὐτῶν, ἐν ἡμέραις ἀρχαίαις. Ἄλλος ἑρμηνευτής φησιν, Ἐν ἡμέραις ταῖς πρίν. Ἄλλος, Ταῖς ἀρχῆθεν.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/expositiones-in-psalmos/9.1-5

Ἵνα τί ἐπιλανθάνῃ τῆς πτωχείας ἡμῶν; Ὅρα πάλιν εὐγνωμοσύνην. Οὐκ εἶπε, Τῶν κατορθωμάτων· οὐκ εἶπε, Τῆς ἀπεριτρέπτου γνώμης· οὐκ εἶπε, Τῆς ἐν πειρασμοῖς δοκιμασθείσης ψυχῆς· ἀλλ' ὅτε μὲν ὑπὲρ ἑαυτῶν ἀπολογοῦνται, ἐκεῖνα τιθέασιν· ὅταν δὲ τὴν συμμαχίαν ζητῶσιν, ἀφ' ὧν οἱ κατάδικοι, ἀπὸ τούτων ἀξιοῦσι σώζεσθαι. Ἐπειδὴ δίκην ἔδοσαν, φησὶν, ἐπειδὴ τὰ ἔσχατα πεπόνθασι. Τοῦτο καὶ Παῦλος ποιεῖ πολλάκις, καὶ ἕτεροι τῶν προφητῶν. Καὶ ταῦτα ἔλεγον οὗτοι, οὐδέπω περὶ γεέννης εἰδότες οὐδὲν, οὐδὲ περὶ βασιλείας, οὐδὲ τοιαῦτα διδαχθέντες φιλοσοφεῖν, καὶ πάντα ἔφερον ῥᾳδίως. Ὅτι ἐταπεινώθη εἰς χοῦν ἡ ψυχὴ ἡμῶν· ἐκολλήθη εἰς γῆν ἡ γαστὴρ ἡμῶν. Ἐπειδὴ γὰρ εἶπεν· Ἐπιλανθάνῃ τῆς πτωχείας ἡμῶν· τουτέστι, τῆς κακώσεως, λέγει λοιπὸν τὴν κάκωσιν. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Ἀπολώλαμεν, κατωρύγημεν, τῶν νεκρῶν οὐδὲν ἄμεινον διακείμεθα. Δικαίως δ' ἄν τις εἴποι καὶ τῶν τοῖς παροῦσι προστετηκότων τὴν ψυχὴν, εἰς χοῦν τεταπεινῶσθαι, καὶ τῶν γαστριμάργων εἰς τὴν γῆν τὴν γαστέρα κεκολλῆσθαι. Καὶ γὰρ ὁ ἔρωτι προσδεδεμένος, καὶ πρὸς τὸν πηλὸν κεχηνὼς, καὶ τὴν ἀσώματον δύναμιν τὴν ἐν αὐτῷ καταδουλῶν τῇ σποδῷ, εἰκότως ἂν ταῦτα λέγοιτο πάσχειν. Τί γάρ ἐστιν ἄλλο κάλλος σώματος, ἀλλ' ἢ χοῦς καὶ πηλὸς, μᾶλλον δὲ καὶ τούτων εἰδεχθέστερον; Εἰ δὲ ἀπιστεῖς, περιεργάζου τοὺς τάφους τῶν ἀνθρώπων, καὶ ὄψει τὸν πηλὸν καὶ τὴν κόνιν. Ὅταν γὰρ ἀποθῆται τὸ πρόσωπον τὴν παροῦσαν ζωὴν, τότε φαίνεται ὅπερ ἐστί· μᾶλλον δὲ καὶ πρὸ τῆς τελευτῆς. Ὅταν γὰρ τὸ γῆρας ἐπέλθῃ, ὅταν ἡ νόσος ἐπισκήψῃ, τότε ὄψει τὸ φαινόμενον· πηλὸς γάρ ἐστιν· ἀλλ' ὡς σοφὸς δημιουργὸς, καὶ ἐξ εὐτελοῦς ὕλης κάλλος ἀμήχανον ἐποίησεν ἐπιγενέσθαι, οὐχ ἵνα πορνεύσῃς, ἀλλ' ἵνα τῆς οἰκείας σοφίας ἀπόδειξίν σοι παράσχηται. Μὴ τοίνυν ὑβρίσῃς τὸν τεχνίτην, μηδὲ τὸ ἔργον αὐτοῦ τῆς σοφίας, ἀσελγείας καὶ πορνείας ὑπόθεσιν ποιοῦ. Μέχρι τοσούτου θαύμαζε τὴν ὥραν, μέχρι τοῦ δοξάσαι τὸν τεχνίτην, περαιτέρω δὲ μὴ προέλθῃς, τὸ πάθος ἀλείφων. Καλὸν τὸ ἔργον· οὐκοῦν τὸν ἐργασάμενον προσκυνεῖν, ἀλλ' οὐχ ὑβρίζειν χρή. Εἴ τις, εἰπέ μοι, χρυσοῦν ἀνδριάντα τινὸς καὶ εἰκόνα βασιλικὴν λαβὼν, κατῄσχυνε βορβόρῳ καὶ ἑτέροις τοιούτοις, οὐκ ἂν τὴν ἐσχάτην ἔδωκε δίκην; Εἰ δὲ ὁ ἐν τοῖς ἀνθρωπίνοις ἀγνώμων τοσαύτης ὑπεύθυνός ἐστι τιμωρίας, ὁ τὸ ἔργον τοῦ Θεοῦ τοσαύτῃ περιβαλὼν ἀτιμίᾳ, τί πείσεται, καὶ μάλιστα ὅταν καὶ γυναῖκα ἔχων φαίνηται ὁ ταῦτα ποιῶν; Μὴ γάρ μοι λέγε τῆς φύσεως τὴν ἐπιθυμίαν. Διὰ τοῦτο γὰρ γάμος ἐπετράπη, ἵνα μὴ πέρα τῶν οἰκείων ὅρων προβαίνῃς. Θέα γὰρ ὅσης ἄξιος ἔσῃ τιμωρίας. Ὁ μὲν γὰρ Θεὸς καὶ τῆς ἀναπαύσεώς σου καὶ τῆς δόξης προενόησεν, ἵνα καὶ ἐκλύσῃς τὴν λύτταν τῆς φύσεως διὰ τῆς γυναικὸς, καὶ ἀκινδύνως τοῦτο ποιῇς, καὶ πάσης ἀπαλλαγῇς ἀσχημοσύνης. Σὺ δὲ τὸν οὕτω σου προνοοῦντα ἐκ περιουσίας ὑβρίζεις; Εἰπὲ γάρ μοι, εἰ μὴ ἐβουλήθη νομοθετῆσαι γάμον, πόσην ἂν ὑπέστης βίαν; πόσην κόλασιν; Δέον οὖν σε εὐχαριστεῖν καὶ δοξάζειν, ὅτι τὸ πλέον ὑπετέμετό σοι τῶν πόνων, παραμυθίαν οὐ τὴν τυχοῦσαν ἐπινοήσας, σὺ δὲ ἐνυβρίζεις ἀγνωμόνως, καὶ ἀναισχυντεῖς, καὶ τοὺς κειμένους ὑπερβαίνεις ὅρους, καὶ τὴν ἑαυτοῦ καταισχύνεις δόξαν; Οὐκ ἀκούεις Παύλου λέγοντος καὶ νῦν, καὶ ἐν τῷ μέσῳ βοῶντος, Φεύγετε τὴν πορνείαν, μᾶλλον δὲ τοῦ Χριστοῦ τοῦ τὴν ἐκείνου ψυχὴν κινοῦντος; Τί καταμανθάνεις κάλλος ἀλλότριον; τί περιεργάζῃ πρόσωπον οὐ σόν; τί φέρῃ κατὰ κρημνῶν; τί τοῖς δικτύοις ἐμβάλλεις σαυτόν; Τείχισόν σου τοὺς ὀφθαλμοὺς, περίφραξόν σου τὸ ὄμμα, τίθει νόμον τοῖς ὀφθαλμοῖς. Ἄκουσον ἀπειλοῦντος τοῦ Χριστοῦ, καὶ τὴν ἀκόλαστον ὄψιν ἐν ἴσῳ μοιχείας κρίνοντος. Τί τῆς ἡδονῆς ὄφελος, ὅταν σκώληκα τίκτῃ; ὅταν διηνεκῆ φόβον; ὅταν ἀθάνατον τῷ δράσαντι τιμωρίαν; Πόσῳ βέλτιον μικρὸν ἀνασχόμενον τῆς βίας τῆς ἀπὸ τῶν ἡμετέρων λογισμῶν, διαπαντὸς ἐν ἀνέσει εἶναι, ἢ ὀλίγα χαρισάμενον ταῖς ἀτόποις ἐπιθυμίαις ἀθάνατα τιμωρεῖσθαι; Μὴ τέκνα, μὴ ποιεῖτε οὕτως· οὐκ ἀγαθὴ ἡ ἀκοὴ, ἣν ἐγὼ ἀκούω περὶ ὑμῶν. Οἶδα πρὸς τίνας ὁ λόγος ἀποτείνεται, οὐ πρὸς ἅπαντας· ἀλλ' ἔνθα ἂν εὕρῃ τὸ τραῦμα, ἐκεῖ ἐπάγει τὸ φάρμακον. Τί τὸν γάμον ὑβρίζεις; τί τὴν εὐνὴν ἀδικεῖς; τί τὸ μέλος τὸ σὸν ἐπηρεάζεις; τί τὴν δόξαν σου καταισχύνεις; Ἔκκοψον τὸ πάθος, ἄνελε τὰς τρυφάς. Τρυφὴ καὶ μέθη πηγαὶ πορνείας. Ἂν τῇ ἀνέσει μὴ χρήσῃ εἰς δέον, ἐπάγει σοι θλίψιν. Ἄκουσον τί ἔπαθον οἱ Ἰουδαῖοι πορνεύσαντες, οἱ μὴ μεταλαβόντες σώματος Χριστοῦ, οἱ τραπέζης μὴ ἀπολαύσαντες πνευματικῆς, Μηδὲ πορνεύωμεν, φησὶ, καθώς τινες αὐτῶν ἐπόρνευσαν, καὶ ἔπεσον ἐν μιᾷ ἡμέρᾳ εἴκοσι τρεῖς χιλιάδες. Ἀνάστα, Κύριε, βοήθησον ἡμῖν, καὶ λύτρωσαι ἡμᾶς ἕνεκεν τοῦ ὀνόματός σου. Ἄλλος, Στῆθι ἀντιλαμβανόμενος ἡμῶν, καὶ ῥῦσαι ἡμᾶς διὰ τὸ ἔλεός σου. Ὅρα ποῦ τὸν λόγον κατέκλεισαν· μετὰ μυρία αὐτῶν κατορθώματα, πόθεν ἀξιοῦσι σώζεσθαι; Ἀπὸ ἐλέους, ἀπὸ φιλανθρωπίας, διὰ τὸ ὄνομα τοῦ Θεοῦ. Τί ἐστιν, Ἕνεκεν τοῦ ὀνόματός σου; Ἵνα μὴ αὐτὸ βεβηλωθῇ, ὃ καὶ αὐτὸς πολλάκις λέγει, ὅτι Ποιῶ ἕνεκεν τοῦ ὀνόματός μου. Εἶδες ταπεινοφροσύνην καὶ συντετριμμένην διάνοιαν; Καὶ πόθεν ἀξιοῦσι σωθῆναι; Ἀπὸ φιλανθρωπίας, ἀπὸ ἐλέους· ὡς οἱ ἔρημοι κατορθωμάτων, ὡς οἱ μηδέ τι ἔχοντες δικαίωμα σωτηρίας, καίτοι τοσούτοις κομῶντες πόνοις καὶ κινδύνοις, εἰς τὸν Θεὸν τὸ πᾶν ἀνέφερον. Τούτους δὴ καὶ ἡμεῖς οἱ ἐν τῇ χάριτι μιμησώμεθα, καὶ δόξαν ἀναπέμψωμεν τῷ Θεῷ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg143.local001/.
