# Expositiones in Psalmos 9.1-7

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos, ΕΙΣ ΤΟΝ ΜΗʹ ΨΑΛΜΟΝ. Εἰς τὸ τέλος τοῖς υἱοῖς Κορέ. Ἄλλος, Ἐπινίκιος. Ἀκούσατε ταῦτα, πάντα τὰ ἔθνη. Ἄλλος, Ἀκούσατε τοῦτο. Ἐνωτίσασθε, πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην. Ἄλλος, Τὴν ἐγκατάδυσιν. Ἄλλος φησὶ, Τὴν κατάδυσιν. Ὁ δὲ Ἑβραῖος, Ὄλδ, Οἵ τε γηγενεῖς καὶ οἱ υἱοὶ τῶν ἀνθρώπων. Ἄλλος, Ἥ τε ἀνθρωπότης, προσέτι δὲ καὶ οἱ υἱοὶ ἑκάστου ἀνδρός. Ἐπὶ τὸ αὐτὸ πλούσιος καὶ πένης. Ἄλλος, Ὁμοῦ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/expositiones-in-psalmos/9.1-7

Ὥσπερ γὰρ οἱ κατακρίνοντες ἑαυτοὺς ἐφ' οἷς ἁμαρτάνουσι, προλαμβάνοντες ἀποκρούονται τὴν παρὰ τοῦ Θεοῦ ψῆφον, καθάπερ καὶ Παῦλός φησιν· Εἰ γὰρ ἑαυτοὺς ἐκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα· οὕτως οἱ νοσοῦντες ἀμετανόητα, καὶ ἁμαρτάνοντες, μὴ καταγινώσκοντες δὲ ὧν ἐπλημμέλησαν, μετὰ πολλῆς τῆς σφοδρότητος ἐπισπῶνται τὴν παρὰ τοῦ Θεοῦ τιμωρίαν ἑαυτοῖς. Ἐπεὶ οὖν καὶ οὗτοι ἢ τὰ ἀλλότρια ἁρπάζοντες, ἢ τὰ οἰκεῖα μάτην καὶ εἰκῆ δαπανῶντες, ἅπερ εἰς πένητας ἀναλίσκειν ἐχρῆν, εἰς τάφους, καὶ σκώληκας, καὶ σῆτας δαπανῶσι, καὶ οὐ μετανοοῦσιν ἐπὶ τῶν γεγενημένων, ἀλλὰ ἀνίατα μένουσι νοσοῦντες, ἄκουσον τί γίνεται λοιπόν. Τί δὴ οὖν γίνεται; Τιμωρίᾳ τῇ παρὰ τοῦ Θεοῦ δίδονται· διὸ ἐπήγαγεν· Ὡς πρόβατα ἐν ᾅδῃ ἔθεντο· θάνατος ποιμανεῖ αὐτούς· οὐ τὸ ἥμερον ἐνταῦθα διὰ ὀνόματος τῶν προβάτων δηλῶν (τί γὰρ ἐκείνων ἀγριώτερον γένοιτ' ἂν, τῶν παρορώντων μὲν γυμνὰ σώματα πενήτων, καὶ γαστέρας τηκομένας λιμῷ, καλλωπιζόντων δὲ οἴκους φθορᾷ, καὶ σκώληκι, καὶ σητί;), ἀλλὰ τὸ εὔκολον αὐτῶν τῆς ἀπωλείας, τὴν ἐξ ἐπιδρομῆς πανωλεθρίαν, τὸ εὐχείρωτον τοῖς ἐπιβουλεύουσιν. Οὐδὲν γὰρ ἀσθενέστερον ἀνθρώπου κακίᾳ συζῶντος. Ὅπερ καὶ οὗτοι πείσονται· καὶ οὕτω κατακοπήσονται, οὕτως ἀπολοῦνται ἄρδην, καὶ εἰς τὸν ᾅδην ἀπελεύσονται ῥᾳδίως, εὐκόλως, συντόμως, ἀπονητὶ, ὡσανεὶ πρόβατα κατακοπτόμενα. Τοῦτο θάνατος, μᾶλλον δὲ πρᾶγμα θανάτου πολὺ χαλεπώτερον. Μετὰ γὰρ τὴν τοιαύτην τελευτὴν ἀθάνατος αὐτοὺς διαδέξεται θάνατος, διὰ τοῦτο οὐδαμοῦ εἰς κόλπους Ἀβραὰμ, οὐδὲ εἰς ἄλλο χωρίον φαίνονται ἀπιόντες, ἀλλ' εἰς τὸν ᾅδην, τὸ τῆς τιμωρίας, τὸ τῆς κολάσεως, τὸ τῆς πανωλεθρίας ὄνομα. Καὶ ἡ ἐνταῦθα αὐτῶν τελευτὴ εὐτελὴς, καὶ εὐκαταφρόνητος, καὶ ἡ ἐκεῖ διατριβὴ κολάσεως γέμουσα. Οὕτω καὶ ἡμῖν ἔθος λέγειν περὶ τῶν εὐκόλως ἀπολλυμένων· Ὡς πρόβατον ὁ δεῖνα ἐσφάγη. Ἐπειδὴ γὰρ ὡς ἄλογα ἔζων, καὶ ὡς ἄλογα ἀπόλλυνται, οὐκ ἔχοντες περὶ τῶν μελλόντων ἐλπίδα χρηστήν· καὶ οὐ τοῦτο μόνον, ἀλλ' ὅτι καὶ ἐπὶ κακῷ· Θάνατος ποιμανεῖ αὐτούς. Ἐνταῦθά μοι τὸν θάνατον δοκεῖ λέγειν, τὴν ἀπώλειαν τὴν ἐκεῖ, τὴν τιμωρίαν, καθάπερ καὶ ἀλλαχοῦ φησι· Ψυχὴ ἡ ἁμαρτάνουσα, αὕτη ἀπολεῖται· οὐ τὴν τοῦ εἶναι ἀναίρεσιν, ἀλλὰ τὴν τιμωρίαν παραδηλῶν. Καὶ ἐπιμένει τῇ μεταφορᾷ τῆς λέξεως. Ἐπειδὴ γὰρ εἶπε πρόβατα, ἔδειξεν αὐτῶν καὶ τὸν ποιμένα. Τίς δὲ οὗτος; Ὁ σκώληξ ὁ ἰοβόλος, τὸ σκότος τὸ ἀτελεύτητον, τὰ δεσμὰ τὰ ἄλυτα, ὁ βρυγμὸς τῶν ὀδόντων. Ὅρα τοίνυν αὐτοὺς πάντοθεν κολαζομένους. Ἐν τῇ ζωῇ, ὅτι πρὸς ἀρετὴν ἐνεποδίσθησαν, ὅτι κακίας ἐγένοντο δοῦλοι, καὶ αἰχμάλωτοι, καὶ περιττὸν ἐπόνησαν πόνον καὶ καταγέλαστον· ἐν τῇ τελευτῇ, ὅτι ἁπλῶς καὶ ὡς ἔτυχεν ἀπώλοντο· ἐν τῷ καιρῷ τῷ μετὰ τὴν τελευτὴν, ὅτι διαπαντὸς ὑπὸ τῆς ἀπωλείας κατέχονται. Καὶ κατακυριεύσουσιν αὐτῶν οἱ εὐθεῖς τὸ πρωΐ. Ἐπειδὴ πολλοὶ τῶν παχυτέρων, καὶ πρὸς ἀναισθησίαν λίθων ἐκβεβηκότων, οὐκ ἔχουσι περὶ τῶν μελλόντων ἐλπίδα σαφῆ, οὔτε τετρανωμένην, ἀλλὰ πρὸς τὰ παρόντα κεχήνασι καὶ πρὸς τὰ ὁρώμενα, καταπλήττει τοὺς τοιούτους αἰνιγματωδῶς. Εἶτα διὰ βραχέων τὰ μέλλοντα αἰνιξάμενος, πάλιν ἐπὶ τὴν ἐν τῷ παρόντι βίῳ γινομένην αὐτῶν εὐτέλειαν καὶ τιμωρίαν μετατίθησι τὸν λόγον, δεικνὺς αὐτῶν τὸ ἀσθενὲς, τὸ εὐτελὲς, τὸ εὐκαταφρόνητον, καὶ ὅτι κἂν μυριάκις πλουτῶσι, κἂν δυναστείαν ὦσι περιβεβλημένοι, ἐν τάξει δούλων καὶ ἀνδραπόδων τοῖς ἀρετὴν μετιοῦσίν εἰσιν. Διό φησι, Κατακυριεύσουσιν αὐτῶν οἱ εὐθεῖς τὸ πρωΐ, τουτέστι, ταχέως, διηνεκῶς, καὶ οὐδὲ χρόνου δεήσονται, οὐδὲ πόνου, οὐδὲ μελλήσεώς τινος. Τοιαύτη γὰρ ἡ τῶν πραγμάτων φύσις, τῇ ἀρετῇ τὴν κακίαν δουλεύειν, καὶ τρέμειν αὐτὴν, καὶ δεδοικέναι, κἂν μυρία ἐπιτρίμματα αὕτη ἔχῃ, καὶ πολλὰς τὰς ὑπογραφὰς, ἐκείνη δὲ γυμνὴ ᾖ, καθ' ἑαυτὴν ἀγωνιζομένη. Καὶ μὴν τοὐναντίον ὁρῶμεν, φησὶ, τούτους ἐκείνων κρατοῦντας. Ἀλλὰ μὴ τὸ σφάλμα τῆς τῶν πολλῶν διανοίας ἴδωμεν· τοῦτο γὰρ πεπλανημένης ὑπολήψεώς ἐστι ψῆφος· ἀλλ' αὐτὴν τῶν πραγμάτων τὴν ὀρθὴν κρίσιν διευκρινήσωμεν, καὶ ὄψει τοῦτον κρατοῦντα τὸν λόγον. Ἔστω γάρ τις πονηρὸς δεσπότης, καὶ οἰκέτης χρηστός· μᾶλλον δὲ, εἰ βούλει, ἐφ' ἕτερον μεῖζον ὑπόδειγμα τὸν λόγον ἀνάγωμεν· Ἔστω βασιλεὺς πονηρὸς, καὶ ἰδιώτης χρηστὸς, ἴδωμεν τίς τίνος κύριός ἐστι, καὶ ποῦ τὰ τῆς δεσποτείας διαλάμπει· τίς ὁ κρατῶν, καὶ τίς ὁ κρατούμενος. Πῶς οὖν εἰσόμεθα τοῦτο; Ἐπιταττέτω τῷ ἰδιώτῃ ὁ βασιλεὺς πονηρόν τι πρᾶγμα καὶ πλημμελείας γέμον· τί οὖν ὁ χρηστὸς ἰδιώτης καὶ ὑπήκοος; Οὐ μόνον οὐκ εἴξει, οὐδὲ ὑπακούσεται, ἀλλὰ πειράσεται καὶ τὸν ἐπιτάττοντα ἀπαγαγεῖν τοῦ προκειμένου, κἂν ἀποθανεῖν δέῃ. Τίς οὖν ἐλεύθερος; ὁ ποιῶν ὃ βούλεται, καὶ μηδὲ τὸν βασιλέα δεδοικώς· ἢ ὁ παρὰ τοῦ ὑπηκόου καταφρονούμενος; Καὶ ἵνα μὴ ἐπὶ παραδείγματος ἀδιορίστου τὸν λόγον προαγάγωμεν, ἡ τοῦ Πεντεφρῆ γυνὴ ἡ Αἰγυπτία οὐχὶ βασιλὶς ἦν; οὐχὶ πάσης Αἰγύπτου ἐκράτει; οὐχὶ σύνοικον εἶχε βασιλέα; οὐ πολλὴν περιεβάλλετο δυναστείαν; Τί δὲ ὁ Ἰωσήφ; οὐ δοῦλος; οὐκ αἰχμάλωτος; οὐκ ἀργυρώνητος οἰκέτης; οὐ μετὰ πάσης τῆς παρατάξεως αὐτῆς ὡπλίσατο κατὰ τοῦ νεανίσκου, οὐχ ἑτέρῳ τὸν πόλεμον ἐγχειρίσασα, ἀλλ' αὐτὴ πρὸς τὴν παράταξιν ἐλθοῦσα; Τίς οὖν ἐν δουλείᾳ τότε ἦν, τίς δὲ ἐν ἐλευθερίᾳ; ἡ δεομένη, καὶ παρακαλοῦσα, καὶ ἱκετεύουσα, καὶ οὐδὲ ἀνθρώπου, ἀλλὰ πονηροτάτου πάθους αἰχμάλωτος γενομένη· ἢ ὁ καταφρονῶν καὶ διαδήματος, καὶ σκήπτρου, καὶ ἁλουργίδος, καὶ τῆς φαντασίας ἐκείνης ἁπάσης, καὶ ἀνακόπτων αὐτῆς τὰ μηχανήματα; Οὐχ ἡ μὲν ἀπῆλθε παρακρουσθεῖσα, καὶ ἑτέρῳ πάλιν πάθει γενομένη δούλη, τῷ θυμῷ τῷ ἀλόγῳ, τῇ μιαιφονίᾳ· ὁ δὲ ἐξῆλθε μυρίους στεφάνους ἐπὶ τῆς κεφαλῆς ἔχων, καὶ ἐν αὐτῇ τῇ δουλείᾳ τὴν ἐλευθερίαν μειζόνως διαλάμπουσαν δεικνύς;

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg143.local001/.
