# Expositiones in Psalmos 9.1-9

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos, ΕΙΣ ΤΟΝ ΡΘʹ ΨΑΛΜΟΝ. Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/expositiones-in-psalmos/9.1-9

Ταῦτα δὲ οὐ περὶ τῆς θεότητος εἴρηται, ἀλλὰ περὶ τῆς σαρκὸς τῆς πινούσης ἐκ χειμάῤῥου, τῆς ὑψωθείσης. Οὐ μόνον γὰρ οὐδὲν αὐτὴν παρέβλαψεν αὕτη ἡ εὐτέλεια, ἀλλὰ καὶ πρὸς ὕψος ἀνήγαγεν ἄφατον. Καὶ σὺ τοίνυν, ὦ ἀγαπητὲ, ἔχων τὰ ὑποδείγματα, τὸν μὲν φλεγμαίνοντα καὶ φαντασίας γέμοντα βίον ἀτίμαζε· τὸν δὲ εὐτελῆ καὶ ἐσχεδιασμένον δίωκε, εἴ γε βούλει λαμπρός τις εἶναι καὶ μέγας. Καὶ γὰρ ὁ Δεσπότης σου διὰ τοῦτο ἦλθεν, ἵνα ταύτην σε διδάξῃ τὴν ὁδόν. Διά τοι τοῦτο καὶ ὁ προφήτης εἰπὼν τὰ κατορθώματα, ἐπήγαγε τοῦτο αὐτὸ, μονονουχὶ λέγων· Ἀκούσας νίκην καὶ τρόπαια, μὴ ἔλπιζε ὅπλα καὶ στρατιώτας, καὶ ἅρματα, καὶ ἵππους, καὶ ἱππέας, καὶ ὁπλίτας, καὶ θορύβους, καὶ ταραχὰς ἰδεῖν. Οὕτω ταπεινός ἐστιν ὁ ταῦτα κατορθῶν, οὕτω συνεσταλμένος, ὡς ἐκ χειμάῤῥου πίνειν ὕδωρ· ἀλλ' ὅμως οὗτος ὁ τοιοῦτος ταῦτα ἅπαντα ἀνύσει. Ἀκουέτωσαν οἱ τὰς Συβαριτικὰς ἔχοντες τραπέζας, καὶ τὰ ἐδέσματα, καὶ πᾶν εἶδος καρυκείας ἐπινοοῦντες, καὶ ποικίλα μαγείρων γένη πανταχόθεν συλλέγοντες, καὶ ναύτας καὶ κυβερνήτας καὶ κωπηλάτας καταλέγοντες, ἵνα ξένα τινὰ γένη καὶ οἴνου καὶ μύρων καὶ τῆς ἄλλης βλακείας κομίσωσι, καὶ πρὸς αὐτὸ ἑαυτοὺς καταποντίσωσι τὸ βάραθρον, καὶ πάντων γένωνται ταπεινότεροι. Οὔτε γὰρ ὑψηλὸν εἴωθε ποιεῖν τὸ πλειόνων δεῖσθαι, οὔτε ταπεινὸν τὸ ὀλίγων εἶναι ἐν χρείᾳ. Καὶ εἰ βούλεσθε, ἑκατέρων τὴν εἰκόνα ἀναπλάσωμεν, καὶ ἔστω τις πολλοὺς ἔχων τοὺς πανταχόθεν χορηγοῦντας, καὶ ναύτας καὶ κυβερνήτας, καὶ χειροτέχνας καὶ οἰκέτας, καὶ ὑφάντας καὶ ποικιλτὰς, καὶ βουκόλους καὶ ποιμένας, καὶ ἱπποκόμους καὶ ἱπποφορβοὺς, καὶ πολλὴν ἐν ἅπασιν ἐχέτω τὴν θεραπείαν· ἕτερος δὲ μηδενὸς τούτων ἀπολαυέτω, ἀλλ' ἄρτου μόνου καὶ ὕδατος καὶ ἱματίου ψιλοῦ· τίς ἐν τούτοις ὁ ὑψηλός; τίς δὲ ὁ ταπεινός; Οὐκ εὔδηλον, ὅτι ὁ τὸ ἱμάτιον μόνον ἔχων; Οὗτος μὲν γὰρ καὶ αὐτοῦ τοῦ βασιλεύοντος καταφρονῆσαι δυνήσεται· ἐκεῖνος δὲ πάντων τῶν ταῦτα παρεχόντων δοῦλός ἐστιν, ὑποκύπτων, κολακεύων, θεραπεύων ἅπαντας, δεδοικὼς μή τις αὐτὸν καταλιπὼν εἰς τὰ καίρια βλάψῃ· οὐδὲν γὰρ οὕτω ποιεῖ δοῦλον, ὡς τὸ πολλῶν δεῖσθαι· ὥσπερ οὖν ἐλεύθερον, ὡς τὸ τῆς χρείας εἶναι μόνης. Τοῦτο καὶ ἐπ' ἀλόγων ἴδοι τις ἄν. Τί γὰρ ὄφελος ὄνῳ βαλλομένῳ μεγέθει φορτίων, κἂν μυριάκις αὐτῶν ἀπολαύῃ; τί δὲ βλάβος ἑτέρῳ τούτων ἀπηλλαγμένῳ πάντων, ἂν τῆς ἀναγκαίας ἀπολαύῃ τροφῆς; Διὰ τοῦτο καὶ ὁ Χριστὸς ὑψηλοὺς τοὺς ἑαυτοῦ κατασκευάζων μαθητὰς, ἅτε μέλλοντας τῇ οἰκουμένῃ διαλέξεσθαι πάσῃ, πασῶν αὐτοὺς ἀπήλλαξε φροντίδων, πτερωτοὺς ἐργαζόμενος, καὶ ἀδάμαντος εὐτονωτέρους. Οὐδὲν γὰρ οὕτως ἰσχὺν ἐντίθησι ψυχῇ, ὡς τὸ τούτων ἀπηλλάχθαι· οὐδὲν οὕτως ἀσθενῆ ποιεῖ, ὡς τὸ τούτοις ἐνέχεσθαι. Ὥσπερ γὰρ οὐκ ἔστι λύπην εὑρεῖν ἐνταῦθα ταχέως, οὕτως ἐκεῖ ἡδονήν. Ὁ μὲν γὰρ πολλοὺς ἔχει δεσπότας καὶ δεσποίνας ἀνημέρους τινὰς καὶ ἀπανθρώπους· ὁ δὲ δουλεύει μὲν οὐδενὶ, κρατεῖ δὲ ἁπάντων, μετὰ πολλῆς τῆς ἀδείας, καὶ τῆς ἀκτῖνος ἀπολαύων, καὶ τῷ ἀέρι ἐντρυφῶν, καὶ τὸν διενοχλοῦντα οὐκ ἔχων. Οὐ θυμὸς σπαράσσει τοῦτον, οὐ φθόνος, οὐ βασκανία, οὐ φροντίδες τήκουσιν, οὐ ζηλοτυπίαι, οὐ κενοδοξία, οὐ τῦφος, οὐκ ἄλλο τῶν τοιούτων οὐδέν· ἀλλ' ὥσπερ τις λιμὴν εὐδιεινὸς κυμάτων ἀπηλλαγμένος, οὕτως αὐτῷ τὰ τῆς ψυχῆς διάκειται, καὶ πρὸς τὸν οὐρανὸν εὐκόλως ὁδεύει, οὐδενὶ τῶν παρόντων κατεχόμενος. Ἵν' οὖν καὶ ἡμεῖς ταύτης ἀπολαύωμεν τῆς ἀδείας, καὶ τῆς κατὰ τὸν παρόντα βίον εὐθυμίας, καὶ τῆς εὐκολίας τῆς κατὰ τὴν ἀποδημίαν, τοῦτον διώκωμεν τὸν βίον, ὥστε καὶ τῶν αἰωνίων ἀγαθῶν ἀπολαῦσαι, τῶν ὑπερβαλλόντων ἅπαντα λόγον, καὶ νοῦν, καὶ διάνοιαν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg143.local001/.
