Ancient Greek
Letter 1
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Fragmenta in epistulas catholicas 1.ΚΕΦΑΛ. Βʹ.1
Not analysed yet
Ἀδελφοί μου, μὴ ἐν προσωποληψίαις ἔχετε τὴν πίστιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῆς δόξης. Τίνος ἕνεκεν σὺ μέγα φρονεῖς, φησίν; Ἢ διατί πάλιν ἕτερος ἑαυτὸν ἐξευτελίζει; Οὐχὶ σῶμά ἐσμεν ἅπαντες ἓν, καὶ μεγάλοι καὶ μικροί; Ὅταν οὖν κατὰ τὸ κεφάλαιον ἓν ὦμεν καὶ ἀλλήλων μέλη, τί τῇ ἀπονοίᾳ αὐχίζεις σαυτόν; τί αἰσχύνῃ τὸν ἀδελφόν; Ὥσπερ γὰρ ἐκεῖνός σου μέλος, οὕτω κἀκείνου σὺ, καὶ πολλὴ κατὰ τοῦτο ἡ ὁμοτιμία. Οὐ διεκρίθητε ἐν ἑαυτοῖς καὶ ἐγένεσθε κριταὶ διαλογισμῶν πονηρῶν; Τὸ αὐτὸ εἰς ἀλλήλους φρονοῦντες. Παρεγένετο ὁ πένης· γενοῦ κατ' αὐτὸν τῷ φρονήματι· μὴ μείζονα καταβάλῃς ὄγκον διὰ τὸν πλοῦτον· οὐκ ἔστι πένης καὶ πλούσιος ἐν Χριστῷ. Μὴ τοίνυν ἐπαισχύνῃς διὰ τὴν ἔξωθεν περιβολὴν, ἀλλὰ ἀπόδεξαι διὰ τὴν ἔνδον πίστιν. Ἀκούσατε, ἀδελφοί μου ἀγαπητοὶ, οὐχ ὁ Θεὸς ἐξελέξατο τοὺς πτωχοὺς τοῦ κόσμου, πλου σίους ἐν πίστει, καὶ κληρονόμους τῆς βασιλείας ἧς ἐπηγγείλατο τοῖς ἀγαπῶσιν αὐτόν; ὑμεῖς δὲ ἠτιμάσατε τὸν πτωχόν. Ἡμεῖς δὲ ὡς τὰ μέγιστα ἠδικημένοι οὕτω τοὺς προσαιτοῦντας ὑβρίζομεν, ἀποστρεφόμεθα· οὐ δίδους τι καὶ λυπεῖς; Νουθετεῖτε, εἶπεν ὁ Παῦλος, ὡς ἀδελφοὺς, οὐχ ὑβρίζετε ὡς ἐχθρούς· ὁ τὸν ἀδελφὸν αὐτοῦ νουθετῶν, οὐ δημοσίᾳ τοῦτο ποιεῖ· οὐκ ἐκπομπεύει τὴν ὕβριν, ἀλλ' ἰδίᾳ καὶ μετὰ πολλῆς προσοχῆς, καὶ ἀλγῶν καὶ δακνόμενος δακρύων καὶ ὀδυρόμενος. Ἀπὸ ἀδελφικῆς τοίνυν παρέχομεν τῆς διανοίας, ἀπὸ ἀδελφικῆς νουθετοῦμεν τῆς προαιρέσεως, μὴ ὡς ἀλγοῦντες ἐπὶ τῷ διδόναι, ἀλλ' ὡς ἀλγοῦντες ἐπὶ τῷ ἐκεῖνον παραβαίνειν τὴν ἐντολὴν ἐπὶ τὸ κέρδος. Εἰ γὰρ μετὰ τὸ δοῦναι ὑβρίζεις, λυμαίνῃ τῇ τῆς δόσεως ἡδονῇ. Ὅταν δὲ μήτε δῷς καὶ ὑβρίσῃς, πόσον οὐκ εἰργάσω κακὸν τὸν ἄθλιον ἐκεῖνον καὶ ταλαίπωρον; Προσῆλθεν ὡς ἐλεησόμενος παρὰ σοῦ, λαβὼν δὲ καιρίαν τὴν πληγὴν ἀπῆλθε, καὶ μᾶλλον ἐδάκρυσεν. Ὅταν γὰρ ἀναγκάζηται διὰ τὴν ἔνδειαν προσαιτεῖν, διὰ δὲ τὸ προσαιτεῖν ὑβρίζεται, ὅρα πόση τῷ ὑβρίζοντι ἡ τιμωρία. Παροξύνει τὸν ποιήσαντα αὐτόν· εἴπερ γάρ μοι αὐτὸς αὐτὸν ἀφῆκε πένεσθαι διὰ σὲ, ἵνα σὺ ἔχῃς θεραπεύειν αὐτὸν, καὶ σὺ τὸν διὰ σὲ πενόμενον ὑβρίζεις, πόσης ἀγνωμοσύνης ταῦτα; πόσης ἀχαριστίας τοῦτο τὸ ἔργον. Οὐχ οἱ πλούσιοι καταδυναστεύουσιν ὑμῶν, καὶ αὐτοὶ ἕλκουσιν ὑμᾶς εἰς κριτήρια; οὐκ αὐτοὶ βλασφημοῦσι τὸ καλὸν ὄνομα τὸ ἐπικληθὲν ἐφ' ὑμᾶς; Φέρετε γενναίως τὰς πλεονεξίας. Ἑαυτοὺς ἀναιροῦσιν ἐκεῖνοι, οὐχ ὑμᾶς. Ὑμᾶς μὲν ἀποστεροῦσι χρημάτων, ἑαυτοὺς δὲ γυμνοῦσι τῆς εὐνοίας τοῦ Θεοῦ καὶ τῆς βοηθείας· ὁ δὲ ἐκείνης στερηθεὶς κἂν ἅπαντα περιβάληται τῆς οἰκουμένης τὸν πλοῦτον, πάντων ἐστὶ πενέστερος. Οὕτως λαλεῖτε καὶ οὕτως ποιεῖτε, ὡς διὰ νόμου ἐλευθερίας μέλλοντες κρίνεσθαι. Βέλτιον γὰρ τοῖς ῥήμασιν ὑμᾶς φοβῆσαι, ἵνα μὴ τοῖς πράγμασιν ἀλγήσητε. Κατακαυχᾶται ἔλεον κρίσεως. Ἡ ἐλεημοσύνη τέχνη τις ἀρίστη ἐστὶ καὶ προστάτις τῶν ἐργαζομένων αὐτήν. Φίλη γὰρ τοῦ Θεοῦ ἐστι, καὶ ἀεὶ πλησίον ἕστηκεν αὐτοῦ, ὑπὲρ ὧν ἂν βούληται εὐκόλως αἰτοῦσα χάριν, μόνον ἂν μὴ ἀδικῆται παρ' ἡμῶν· ἀδικεῖται δὲ, ὅταν ἐξ ἁρπαγῆς αὐτῶν ἐργαζώμεθα, ὡς ἐὰν ᾖ καθαρὰ, πολλὴν τοῖς ἀναπέμπουσιν αὐτὴν δίδωσι τὴν παῤῥησίαν· καὶ ὑπὲρ προσκεκρουκότων δεῖται, τοσαύτη αὐτῆς ἡ ἰσχὺς, καὶ ὑπὲρ ἡμαρτηκότων· αὕτη διαῤῥήγνυσι τὰ δεσμὰ, λύει τὸ σκότος, σβέννυσι τὸ πῦρ, θανατοῖ τὸν σκώληκα, ἀπελαύνει τὸν τῶν ὀδόντων βρυγμόν· ταύτῃ μετὰ πολλῆς ἀδείας ἀνοίγονται τῶν οὐρανῶν αἱ πύλαι. —Καὶ μετ' ὀλίγα· Βασίλισσα γὰρ ὄντως ἐστὶν ὁμοίως ἀνθρώπους ποιοῦσα Θεῷ· Ἔσεσθε γὰρ, φησὶν, οἰκτίρμονες, ὡς ὁ Πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς· ὑπόπτερός ἐστι καὶ κούφη, πτέρυγας ἔχουσα χρυσᾶς· πτῆσιν ἔχουσα πάνυ τέρπουσαν τοὺς ἀγγέλους. Ἐκεῖ Πτέρυγες περιστερᾶς περιηργυρωμέναι, καὶ μετάφρενα αὐτῆς ἐν χλωρότητι χρυσίου. Καθάπερ περιστερά τις χρυσῆ καὶ ζῶσα πέτεται· ὄμμα προσηνὲς ἔχουσα, ὀφθαλμὸν ἥμερον· οὐδὲν ὀφθαλμοῦ ἐκείνου βέλτιον. Καλός ἐστιν ὁ ταὼς, ἀλλὰ πρὸς ἐκείνην κολοιός· οὕτως ἡ ὄρνις αὕτη καλή τίς ἐστι καὶ θαυμαστή. Ἄνω διὰ παντὸς ὁρᾷ· πολλῇ τοῦ Θεοῦ τῇ δόξῃ περιστοιχίζεται. Παρθένος ἐστὶ πτέρυγας ἔχουσα χρυσᾶς, περιεσταλμένη, λευκὸν ἔχουσα πρόσωπον, ἥμερον. Ὑπόπτερός ἐστι καὶ κούφη, παρὰ τὸν θρόνον ἑστῶσα τὸν βασιλικόν. Ὅταν κρινώμεθα, ἄφνω ἐφίσταται καὶ φαίνεται, καὶ ἐξαιρεῖται τῆς κολάσεως ἡμᾶς, ταῖς αὐτῆς πτέρυξι περιβάλλουσα, ταύτην θέλει ὁ Θεὸς ἢ θυσίας. Οὕτω καὶ ἡ πίστις, ἐὰν μὴ ἔχῃ ἔργα, νεκρά ἐστι καθ' ἑαυτήν. Ἀλλ' ἐρεῖ τις, Σὺ πίστιν ἔχεις, κἀγὼ ἔργα ἔχω, δεῖξόν μοι τὴν πίστιν σου ἐκ τῶν ἔργων σου· κἀγὼ δείξω σοι ἐκ τῶν ἔργων μου τὴν πίστιν μου. Σὺ πιστεύεις ὅτι ὁ Θεὸς εἷς ἐστι, καλῶς ποιεῖς· καὶ τὰ δαιμόνια πιστεύουσι, καὶ φρίσσουσι. Κἂν γὰρ εἰς τὸν Πατέρα καὶ εἰς τὸν Υἱὸν ὀρθῶς τις πιστεύῃ, καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον, βίον δὲ μὴ ἔχῃ ὀρθὸν, οὐδὲν αὐτῷ κέρδος τῆς πίστεως εἰς σωτηρίαν. Οὐκοῦν ὅταν λέγῃ, Καὶ αὕτη γάρ ἐστιν ἡ αἰώνιος ζωὴ, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεὸν, μὴ νομίσωμεν ἡμῖν ἀρκεῖν εἰς σωτηρίαν τὸ λεγόμενον· δεῖ γὰρ ἡμᾶς καὶ βίου καὶ πολιτείας καθαρωτάτης. Μέγα μὲν πίστις καὶ σωτήριον, καὶ ταύτης ἄνευ οὐκ ἔνι σωθῆναί ποτε· ἀλλ' οὐκ ἀρκεῖ καθ' ἑαυτὴν τοῦτο ἐργάσασθαι. Ἀλλὰ δεῖ καὶ πολιτείας ὀρθῆς· ὥστε διὰ τοῦτο καὶ Παῦλος τοῖς ἤδη τῶν μυστηρίων καταξιωθεῖσι, παραινεῖ λέγων· Σπουδάσωμεν εἰσελθεῖν εἰς τὴν κατάπαυσιν ἐκείνην· σπουδάσωμεν, φησὶν, ὡς οὐκ ἀρκούσης τῆς πίστεως, ἀλλ' ὀφείλοντος προτεθῆναι καὶ τοῦ βίου, καὶ πολλὴν τὴν σπουδὴν γίνεσθαι. Δεῖ γὰρ ὄντως καὶ πολλῆς σπουδῆς ὥστε εἰσελθεῖν εἰς τὸν οὐρανόν. Εἰ γὰρ γῆς οὐ κατηξιώθησαν οἱ τοσαῦτα ταλαιπωρηθέντες ἐν τῇ ἐρήμῳ, καὶ γῆς τυχεῖν οὐκ ἠδυνήθησαν, ἐπεὶ ἐγόγγυσαν, καὶ ἐπειδὴ ἐπόρνευσαν, πῶς τὸν οὐρανὸν ἡμεῖς καταξιωσηθόμεθα ἀδιαφόρως ζῶντες καὶ ῥᾳθύμως; Δεῖ τοίνυν ἡμῖν πολλῆς σπουδῆς. Καὶ πάλιν. Πίστις χωρὶς τῶν ἔργων νεκρά ἐστιν. Εἰκότως· ὥσπερ γὰρ σῶμα καλὸν καὶ εὐανθὲς, ὅταν ἰσχὺν μὴ ἔχῃ, ἀλλὰ τοῖς ἐζωγραφημένοις ᾖ προσεοικὸς, οὕτω πίστις ὀρθὴ χωρὶς ἔργων.