# Fragmenta in epistulas catholicas 1.ΚΕΦΑΛ. Γʹ

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Fragmenta in epistulas catholicas, Letter 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/fragmenta-in-epistulas-catholicas/1.%CE%9A%CE%95%CE%A6%CE%91%CE%9B.%20%CE%93%CA%B9

Μὴ πολλοὶ διδάσκαλοι γίνεσθε, ἀδελφοί μου· εἰδότες ὅτι μεῖζον κρῖμα ληψόμεθα. Ἐπειδὴ τὸ διδάσκειν ἄνευ τοῦ ποιεῖν οὐ μόνον κέρδος οὐδὲν, ἀλλὰ καὶ ζημίαν πολλὴν καὶ κατάκρισιν φέρει τῷ μετὰ τοσαύτης ἀπροσεξίας διοικοῦντι τὸν βίον τὸν ἑαυτοῦ, τὴν φιλονεικίαν τῶν μὴ βουλομένων ἐργάζεσθαι ἐκκόπτων, τὸ διδάσκειν ἀπεῖπε τοῖς ἄνευ ἔργου διδάσκουσι, κρῖμα μέγα ἐπιτιθείς. Ὁ γὰρ τὰ μὴ ὄντα κατάκριτος, ὥσπερ καὶ τέλειος, ὁ μὴ πταίων ἐν ἔργῳ καὶ λόγῳ τῆς διδασκαλίας, καὶ δυνατὸς καὶ ὅλον τὸ σῶμα χαλιναγωγῆσαι. Εἰ γὰρ ταῦτα διδάσκει, καὶ τὴν πίστιν ὁρίζεται λόγων ὀρθῶν μετὰ ἔργων λαμπρῶν συμφώνων τῇ πίστει· δηλονότι ὅλον ἑαυτοῦ χαλιναγωγεῖ τὸ σῶμα, μηδεμίαν φιλίαν πρὸς τὸν κόσμον ἔχειν αὐτὸ ἐῶν. Οὕτω καὶ ἡ γλῶσσα μικρὸν μέλος ἐστὶ καὶ μεγαλαυχεῖ· ἰδοὺ ὀλίγον πῦρ ἡλίκην ὕλην ἀνάπτει· καὶ ἡ γλῶσσα πῦρ, ὁ κόσμος τῆς ἀδικίας. Οὐκοῦν πλέον τῆς γλώσσης φύλαττε τὴν κόρην· ἵππος ἐστὶ βασιλικὸς ἡ γλῶσσα, Ἂν μὲν οὖν ἐπιθῇς αὐτῇ χαλινὸν καὶ διδάξῃς βαδίζειν εὔρυθμα, ἐπαναπαύεται αὐτῇ καὶ ἐπικαθιεῖται ὁ βασιλεύς· ἂν δὲ ἀχαλίνωτον ἀφῇς φέρεσθαι καὶ σκιρτᾷν, τοῦ διαβόλου καὶ τῶν δαιμόνων ὄχημα γίνεται. Τὴν δὲ γλῶσσαν οὐδεὶς δύναται ἀνθρώπων δαμάσαι· ἀκατάσχετον κακὸν, μεστὴ ἰοῦ θανατηφόρου. Μάχαιρά ἐστιν ἡ γλῶσσα ἠκονημένη. Ἀλλὰ μὴ ἑτέροις ἐπάγωμεν τραύματα· ἀλλὰ τὰς ἡμετέρας σηπεδόνας ἀποτέμωμεν. Σοφὸς καὶ ἐπιστήμων ἐν ὑμῖν δειξάτω ἐκ τῆς καλῆς ἀναστροφῆς τὰ ἔργα αὐτοῦ, ἐν πραΰτητι σοφίας. Ἐκκαθαίρομεν τὸν ῥύπον ἀπὸ τῶν τῆς ψυχῆς ὤτων. Καθάπερ γὰρ ῥύπος καὶ πηλὸς τὰ ὦτα τῆς σαρκὸς, οὕτω καὶ τὰ βιωτικὰ διηγήματα καὶ παχέα, καὶ τὰ περὶ τόκων καὶ δανεισμάτων, ῥύπου παντὸς χαλεπώτερον ἐμφράττει τῆς διανοίας τὴν ἀκοὴν, μᾶλλον δὲ οὐκ ἐμφράττει μόνον, ἀλλὰ καὶ ἀκάθαρτον ποιεῖ.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Fragmenta in epistulas catholicas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg187.local001/.
