# Fragmenta in epistulas catholicas 2.ΚΕΦΑΛ. Εʹ

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Fragmenta in epistulas catholicas, Letter 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/fragmenta-in-epistulas-catholicas/2.%CE%9A%CE%95%CE%A6%CE%91%CE%9B.%20%CE%95%CA%B9

Ποιμάνατε τὸ ἐν ὑμῖν ποίμνιον τοῦ Θεοῦ, μηδ' ὡς κατακυριεύοντες τῶν κλήρων. Φησὶ γὰρ ὁ Χριστός· Ὁ θέλων ἐν ὑμῖν εἶναι πρῶτος ἔσται ὑμῖν διάκονος· ὃς γὰρ ταπεινώσει ἑαυτὸν οὗτος ὑψωθήσεται. Τί λέγεις; ἐὰν ταπεινώσω ἐμαυτὸν, τότε ὑψηλὸς ἔσομαι; Ναὶ, φησί· τοιαύτη γὰρ ἡ ἐμὴ δύναμις διὰ τῶν ἐναντίων τὰ ἐναντία παρέχειν εὔπορός εἰμι καὶ εὐμήχανος· μὴ δείσῃς· τῷ ἐμῷ θελήματι ἡ τῶν πραγμάτων ἀκολουθεῖ φύσις· οὐκ ἐγὼ τῇ φύσει ἕπομαι. Ταπεινώθητε οὖν ὑπὸ τὴν κραταιὰν χεῖρα τοῦ Θεοῦ, ἵνα ὑμᾶς ὑψώσῃ ἐν καιρῷ. Οὐχ ἁπλῶς τὸ ὑψώσει, ἀλλ' ἐν καιρῷ προσέθηκε· διδάσκων αὐτοὺς ἐκείνην ἀναμένειν τὴν ὄντως ἐν τῷ μέλλοντι αἰῶνι ὕψωσιν. Εἰρήνη ὑμῖν πᾶσι τοῖς ἐν Χριστῷ. Ἀμήν. Ὅρα πῶς ὅταν τὰ πρακτέα ὑπαγορεύῃ, ἐπισημαίνεται αὐτὰ τῇ εὐχῇ· καθάπερ σήμαντρα τῶν ἀποτεθέντων τιθεὶς τὴν εἰρήνην.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Fragmenta in epistulas catholicas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg187.local001/.
