Ancient Greek · ~27 min
ΚΕΦΑΛ. Ζʹ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Fragmenta in Job (in catenis) ΚΕΦΑΛ. Ζʹ.1
Not analysed yet
«Οὐχὶ πειρατήριόν ἐστιν ὁ βίος ἀνθρώπου ἐπὶ τῆς γῆς; καὶ ὥσπερ μισθίου ἀνθημερινοῦ ἡ ζωὴ αὐτοῦ; ἢ ὥσπερ θεράπων δεδοικὼς τὸν κύριον αὐτοῦ, καὶ τετευχὼς σκιᾶς; ἢ ὥσπερ μισθωτὸς ἀναμένων τὸν μισθὸν αὐτοῦ;» Ἆρα, φησὶν, ὑμῖν οὐ δοκεῖ πειρασμῶν ἐμπεπλῆσθαι καὶ περιστάσεων πάντων ἀνθρώπων ὁ βίος; καὶ ὡς πᾶς ἄνθρωπος ἔοικεν αὐθημερινῷ μισθωτῷ, ὃς δι' ὅλης ἡμέρας κάμνει, ἵνα μικρόν τι κομίσηται; ἢ θεράποντι δεδοικότι τὸν ἑαυτοῦ δεσπότην, καὶ μόλις ποτὲ μικρᾶς ἀναπαύσεως τυγχάνοντι; ἢ ἁπλῶς μισθωτῷ, εἰ καὶ μὴ αὐθημερινῷ, ἵνα μετὰ τοὺς πολλοὺς καμάτους λάβῃ τινὰ μισθόν; Διὰ τούτων οὖν βούλεται δεῖξαι τὸ ἐπίπονον τοῦ βίου καὶ βραχύ· καί φησιν, Ἆρ' οὖν πόνων γέμει μόνον, οὐχὶ δὲ καὶ κινδύνων; ἐμοὶ δὲ δοκεῖ περὶ δραπέτου λέγειν οἰκέτου ἐν ἀγωνίᾳ διαπαντὸς ὄντος διὰ τὴν φυγήν· τοῦτο γὰρ ἐμφαίνει· τὸ, τετευχὼς σκιᾶς, τουτέστι, τὰ μὴ παρόντα ὡς παρόντα λογιζόμενος διὰ τὸν φόβον, καὶ ζητῶν σκότος, ὑφ' οὗ καλυφθήσεται. Πλὴν, εἰ πειρατήριον ὁ βίος, πῶς οἷόν τέ ἐστι τὸν ἐν πειρατηρίῳ ὄντα πειρασμῷ μὴ περιπεσεῖν; Ὥστε συμβαίνει μὴ ἀπὸ ἀδικίας μόνης, ἀλλὰ καὶ ἀπ' αὐτῆς τῆς φύσεως ταῦτα παθεῖν, ἅπερ ἐγὼ πέπονθα. «Νύκτες δὲ ὀδυνῶν δεδομέναι μοί εἰσιν. Ἐὰν κοιμηθῶ, λέγω, Πότε ἡμέρα; ὡς δ' ἂν ἀναστῶ, πάλιν, Πότε ἑσπέρα; πλήρης δὲ γίνομαι ὀδυνῶν ἀπὸ ἑσπέρας ἕως πρωΐ.» Εἶδες καὶ τῆς νυκτὸς τὸν ἀφόρητον πειρασμὸν, τὸν καὶ αὐτὸν καινὸν ὄντα, καὶ παράδοξον. Τοῖς μὲν γὰρ ἄλλοις ἅπασιν ἀνθρώποις, κἂν μυρία πάσχωσι, κἂν δεσμωτήριον οἰκῶσι, κἂν ἅλυσιν περικέωνται, κἂν συμφορὰς θρηνῶσι, κἂν λωβὴν σώματος ὑπομένωσι, κἂν πενίᾳ πιέζωνται, κἂν νόσῳ, κἂν πόνοις καὶ ταλαιπωρίαις, ἐπελθοῦσα, ἡ νὺξ φάρμακον ἐπάγει παραμυθίας, ἀφιεῖσα τῶν πόνων τὸ σῶμα, ἀνιεῖσα τῶν φροντίδων τὴν ψυχήν. Ἐπὶ δὲ τοῦ Ἰὼβ τότε ὁ λιμὴν σκόπελος γέγονε, καὶ τὸ φάρμακον ἕλκος κατέστη, καὶ ἡ παραμυθία προσθήκη τις ἦν ὀδύνης χαλεπωτέρα, καὶ φοβερώτερος ὁ χειμὼν ἐγίνετο, ἐν τῇ πᾶσιν ἀνθρώποις παρεχούσῃ γαλήνην· καὶ ἔφευγε μὲν, ὡς ἀπὸ κυμάτων, τῆς ἡμέρας, διὰ τὰς ἀκαρτερήτους ὀδύνας ἐκείνας, εὕρισκε δὲ τρικυμίας, καὶ στροβίλους, καὶ ὑφάλους, καὶ σπιλάδας, ὡς πάλιν τὰ ἐν τῇ ἡμέρᾳ κύματα ζητεῖν· καὶ βαρὺ τὸ παρὸν ἔχων, τοῦ ἀπόντος ἐπεθύμει, ἐπισπεύδων διὰ τὰς ἀλγηδόνας τὰ διαστήματα τοῦ χρόνου παρατρέχειν. Διὸ δὴ καὶ αὐτὸς, τὸ καινὸν τοῦτο πάθος διηγούμενος, ἐβόα λέγων, Ἐὰν κοιμηθῶ, λέγω, Πότε ἡμέρα; Ἐὰν ἀναστῶ, λέγω, Πότε ἑσπέρα; Τίνος ἕνεκεν, εἰπέ μοι; Ἐν μὲν γὰρ τῇ ἡμέρᾳ εἰκότως τὴν νύκτα ἐπιζητεῖς, ἅτε ἀτέλειαν πᾶσι παρέχουσαν τῶν μεθημερινῶν καμάτων· ἐν νυκτὶ δὲ γενόμενος, καὶ γαλήνῃ καὶ λήθῃ τῶν ὀδυνῶν ἐκείνων, καὶ τῶν φροντίδων, τί πάλιν ἐπιζητεῖς τὴν ἡμέραν, εἰπέ μοι; Ὅτι μοι τῆς ἡμέρας χαλεπωτέρα ἡ νύξ· οὐ γὰρ ἀτέλειάν μοι παρέχει τῶν πόνων, ἀλλ' ἐπίτασιν, καὶ θορύβους, καὶ ταραχάς. Καὶ τοῦτο αὐτὸ διηγούμενος, ἔλεγεν, Ἐκφοβεῖς με ἐνυπνίοις, καὶ ἐν ὁράμασι καταπλήσσεις· καὶ γὰρ ἐξεδεῖμα τοῦτο, φοβερὰς ὄψεις ὁρῶν ἐπὶ τῆς νυκτὸς, καὶ φόβον ἀφόρητον ὑπομένων, ἔκστασίν τε πολλὴν, καὶ κατάπληξιν· καὶ ἡ τοῖς ἄλλοις δοθεῖσα πρὸς ἀνάπαυσιν, τούτῳ μᾶλλον ἐπίτασις ἦν τῶν συμφορῶν. «Φύρεται δέ μου τὸ σῶμα ἐν σαπρίᾳ σκωλήκων· τήκω δὲ βώλακας γῆς ἀπὸ ἰχῶρος ξύων.» Διὰ δὲ τοῦ εἰπεῖν, Τήκω βώλακας γῆς, δηλοῖ, ὡς οὐκέτι ὀστράκῳ, ὡς ἐμοὶ δοκεῖ, ταλαιπωρηθεὶς, ἀλλὰ γῇ λοιπὸν τοῦτο ἐποίει. Διὰ πάντων μέντοι παιδεύει τοὺς φίλους, καὶ περὶ καρτερίας, καὶ περὶ τοῦ ἀπώσασθαι τὴν διάληψιν, ὅτι δι' ἁμαρτίας πάσχει, ὅπως ἐκ τῆς ὑπερβολῆς τῶν πόνων ἐννοήσωσιν, ὅτι οὐχ οὕτως ἐστὶ φαῦλος, ὥστε τοιαῦτα πάσχειν· ἔδει γὰρ αὐτοὺς ἐννοῆσαι τὰ καθ' ἑαυτοὺς, καὶ οὕτω γνῶναι τὰ περὶ τοῦ Ἰώβ. Ἀκατάπαυστοι γὰρ ὀδύναι, καὶ ἰχὼρ, καὶ σκώληκες, καρτερίαν ἅμα καὶ ἀνδρείαν ἐδείκνυον. «Ὁ δὲ βίος μού ἐστιν ἐλαφρότερος λαλιᾶς. [Οἱ δὲ λοιποὶ, δρομέως, ἐξέδωκαν.] Ἀπόλωλε δὲ ἐν κενῇ ἐλπίδι. [Ὁ δὲ Σύμμαχος, αἱ ἡμέραι μου ἀνηλώθησαν, μὴ οὔσης ἐλπίδος.]» Τάχα δὲ τὸ, Ὁ βίος μου ἐλαφρότερος λαλιᾶς, δύναται μὲν τὸ πρόσκαιρον τοῦ βίου σημαίνειν, ὅτι οὐκ ἔστιν ἑστηκὼς, ἀλλὰ λυόμενος, ὥσπερ ἡ λαλιά. Δύναται δὲ καὶ τὴν εἰς ὑπερβολὴν ὀδύνην δηλοῦν, καὶ τὸ ἄχρι θανάτου ἥκειν αὐτῷ τὰ τῶν πόνων. Τὸ δὲ, Ἐλαφρότερος δρομέως, ὅτι ὥσπερ ἐκεῖνοι, πρὶν ἢ στῆναι, μεταπηδῶσιν· οὕτω καὶ ἡ δόξα, πρὶν ἢ παραγενέσθαι, ἀφίπταται. Ἀπόλωλε δὲ ἐν κενῇ, φησὶν, ἐλπίδι ὁ βίος μου. Διὰ τί; ὅτι ἐταλαιπώρησα, καὶ μισθὸν οὐκ ἔλαβον· ὅτι ἐν συμφοραῖς, καὶ οὐδὲν ἔχω τέλος χρηστόν. Εἶτα ἐάσας τὴν πρὸς τοὺς φίλους διάλεξιν, εἰς εὐχὴν τὸ λοιπὸν διὰ μέσου τρέπεται, καί φησι· «Ἐὰν γὰρ ἄνθρωπος καταβῇ εἰς ᾅδην, οὐκέτι μὴ ἀναβῇ, οὐδ' οὐ μὴ ἐπιστρέψῃ εἰς τὸν ἴδιον οἶκον, οὐδ' οὐ μὴ ἐπιγνῷ αὐτὸν ἔτι ὁ τόπος αὐτοῦ.» Ἄξιον διὰ τοῦτο μάλιστα θαυμάζειν τὸν δίκαιον, ὅτι περὶ ἀναστάσεως οὐδὲν ἐπιστάμενος, ὠδυνᾶτο μὲν, ἔφερε δὲ γενναίως. Ὅτι γὰρ οὐκ ᾔδει τι σαφὲς περὶ τοῦ μυστηρίου τῆς ἐκ νεκρῶν παλιγγενεσίας, ἐντεῦθεν δῆλον· Τῷ γὰρ ἅπαξ, φησὶ, διὰ θανάτου εἰς τὸν ᾅδην κατελθόντι, οὐκέτι δέδοται πάλιν ἀναβιώσαντι, εἰς τὸν ἴδιον οἶκον ἐπαναστρέφειν· ἀλλ' οὐδὲ μνήμη τούτου περιλειφθήσεται, ἀφανοῦς ἐκ ζώντων γενομένου· τὸν γὰρ ἀποθανόντα ἀναστῆναι οὐχ οἷόν τε. «Εἶπα, ὅτι παρακαλέσει με ἡ κλίνη μου. [Ὁ δὲ Σύμμαχος, παρηγορήσει.] Ἀνοίσω δὲ πρὸς ἐμαυτὸν ἰδίᾳ λόγον τῇ κοίτῃ μου. [Ὁ δὲ Θεοδοτίων, Συμβαστάσει με ἐν τῇ ἀδολεσχίᾳ μου ἡ κοίτη μου.] Ἐκφοβεῖς με ἐνυπνίοις, καὶ ἐν ὁράμασί με καταπλήσσεις.» Ὅπερ ἐπὶ τοῦ δικαίου συνέβη μόνου, τοῦτο ἐν ἑτέρῳ οὐδενί· οὐδὲ γὰρ τὴν ἀπὸ τῆς νυκτὸς εἶχε παραμυθίαν, ἀλλὰ τῶν μεθ' ἡμέραν δεινῶν προσθήκη μείζων ἦν ἡ τῶν νυκτερινῶν φόβων φαντασία. Ὅτι γὰρ χαλεπώτερα ἐν τοῖς ὕπνοις ὑπέμενεν, ἄκουσον τί φησι, Διατί ἐκφοβεῖς με ἐνυπνίοις, καὶ ἐν ὁράμασί με καταπλήσσεις; Ποῖος σιδηροῦς ἄνθρωπος, ποῖος ἀδάμας, τοσαῦτα ἂν ὑπέμεινε δεινά· Εἰ γὰρ καὶ καθ' ἑαυτὸ τούτων ἕκαστον ἀφόρητον, ἐννόησον, ὁμοῦ συνελθόντα πόσον ἤγειρε θόρυβον· ἀλλ' ὅμως ἐκεῖνος ἅπαντα ταῦτα ὑπήνεγκε, καὶ ἐν ἅπασι τοῖς συμβεβηκόσιν αὐτῷ, οὐχ ἥμαρτεν, οὐδὲ ἐν τοῖς χείλεσιν αὐτοῦ· καὶ ταῦτα, μηδὲν διάλειμμα ἔχων ἐν ταῖς συμφοραῖς, ἀλλὰ καὶ νύκτωρ, καὶ μεθ' ἡμέραν, ὑπὸ τῶν παθῶν ταραττόμενος. Ἐῶ λέγειν τὰ μεθ' ἡμέραν δεινὰ, ἀλλ' οὐδὲ ἡ νὺξ αὐτῷ παρεῖχεν ἀτέλειαν· διὸ ἔλεγεν, Ἐν ὁράμασί με καταπλήσσεις, καὶ αὐτὸν, φημὶ τῆς ἀνέσεως τὸν καιρὸν, ὅτε προσδοκῶ μικρὸν ἀδολεσχῆσαί μου τοῖς λογισμοῖς, καὶ ὕπνου τυχεῖν καὶ ἀναπαύσεως, φοβερά μοι τὰ ἐνύπνια ἐφίσταται· συμβαίνει δὲ τοῦτο μάλιστα καὶ φυσικῶς τοῖς μεθ' ἡμέραν πειραζομένοις, ὥς που καὶ ὁ σοφὸς ἔφησεν Ἐκκλησιαστὴς, Ὅτι παραγίνεται ἐνύπνιον ἐν πλήθει πειρασμῶν. Εἰκὸς δὲ, καὶ τὸν διάβολον φαντάσματά τινα φοβερὰ δεικνύντα, ἐκδειματοῦν αὐτὸν, καὶ ἐκταράττειν καθ' ὕπνους. Ὁ δὲ μακάριος οὗτος οὔπω πληροφορηθεὶς ὡς ἐξῃτήθη ὑπὸ τοῦ διαβόλου, οἴεται τὸν Θεὸν, καὶ ταῦτα, καὶ τὰς βασάνους ἐπιφέρειν αὐτῷ. Ἦν δὲ ἄρα καὶ τοῦτο τῆς διαβόλου ἐνεργείας· οὐδὲν γὰρ αὐτῷ ὁ Θεὸς ἐπήγαγεν, ἀλλὰ πάντα τῆς τοῦ διαβόλου χειρὸς ἦν.