Ancient Greek · ~22 min
ΚΕΦΑΛ. ΚΘʹ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Fragmenta in Job (in catenis) ΚΕΦΑΛ. ΚΘʹ.1
Not analysed yet
«Διέσωσα γὰρ πτωχὸν ἐκ χειρὸς δυνάστου, καὶ ὀρφανῷ, ᾧ οὐκ ἦν βοηθὸς, ἐβοήθησα.» Ἀλλὰ πρῶτον ἀναθεὶς τῷ Θεῷ τὴν ἐπισκοπὴν καὶ τὴν φυλακὴν αὐτοῦ, τότε καυχᾶται ἐν Κυρίῳ. Ὅρα δὲ αὐτὸν, οὐκ ἐπὶ τῇ τῶν κακῶν ἀποχῇ μέγα φρονοῦντα, οὐκ ἐπὶ ταῖς θυσίαις, καθάπερ Ἰουδαῖοι, ἀλλ' ἐπὶ τούτῳ ᾧ βούλεται ὁ Θεός. Κρίνατε γὰρ, φησὶν, ὀρφανῷ, καὶ δικαιώσατε χήραν· καὶ ἐπὶ τῇ πράξει τῶν ἀγαθῶν, Διέσωσα γὰρ, φησὶ, πτωχὸν, καὶ ἐβοήθησα ὀρφανῷ. «Εὐλογία ἀπολλυμένου ἐπ' ἐμὲ ἔλθοι. [Ὁ δὲ Σύμμαχος, κατήντα.] Στόμα δὲ χήρας με εὐλόγησεν.» Ἴστε δὲ ὅτι ἀχάριστόν πως τὸ γένος ἐστὶ τῶν χηρῶν, οὐ παρὰ τὴν οἰκείαν φύσιν, οὐδὲ προαίρεσιν, ἀλλὰ παρὰ τὴν ἀνάγκην τῆς πενίας· κάμινος γὰρ πτωχείας ἐστίν· καὶ πρᾶγμα δύσκολον ἐπαινέσαι τὸν εὖ ποιοῦντα· ἀλλὰ τὸν Ἰὼβ καὶ αὗται εὐλόγουν. Ἀναγράφεται δὲ τὰ τούτου ἀνδραγαθήματα, ἵνα ζηλώσωμεν. «Δικαιοσύνην δὲ ἐνεδεδύκειν, ἠμφιασάμην δὲ κρῖμα ἴσα διπλοΐδι.» Εἰκότως δὲ, μετὰ τὸ εἰπεῖν· Διέσωσα πτωχὸν ἐκ χειρὸς δυνάστου, ἐπήγαγε, τό· Ἐνεδεδύκειν δι καιοσύνην· εἰσὶ γὰρ οἳ ἑτέρων μὲν προΐστανται, αὐτοὶ δὲ ἀδικοῦσι πολλάκις· οὗτος δὲ οὐχ οὕτως· ἀλλ' Ἠμφιασάμην, φησὶ, κρῖμα, οὕτως ἐνεκαλλοπιζόμην. Καίτοι ἕτεροι τὸ πρᾶγμα δυσχεραίνουσιν, ἀγανακτοῦσι, φορτικὸν εἶναι καὶ βαρὺ νομίζουσιν, ἀλλ' οὐκ ἐγὼ, φησίν· ἀλλ' ὥσπερ ἐπὶ διπλοΐδι τις καλλωπίζοιτο, οὕτως ἐγὼ ἐπὶ τῇ δικαιοκρισίᾳ οὐχὶ σήμερον μὲν, αὔριον δὲ οὐκέτι, ἀλλ' ὥσπερ ἀνάγκη τὰ ἱμάτια διαπαντὸς ἔχειν, οὕτω καὶ τὴν τῶν ἀδυνάτων ἐκδίκησιν. Καίτοι τίς αὐτὸν κατέστησε δικαστήν; Αὐτοχειροτόνητος κριτὴς παρὰ τῆς ἀρετῆς γέγονεν αὐτῆς, καθάπερ Μωϋσῆς· τοιούτους ἐχρῆν εἶναι τοὺς ἄρχοντας. Εἶδες τοῦτον ἐν τοῖς πειρασμοῖς, ὅσον ἰδεῖν σοι δυνατὸν ἦν (τὴν γὰρ ἀκρίβειαν οὐδὲ αὐτὸς ὁ λόγος παραστῆσαι ἴσχυσεν· ὀδύνην γὰρ, καὶ βασάνους, καὶ ἀθυμίας τυραννίδα, καὶ τὴν ἐκ τῶν τοσούτων νιφάδων ἐγγινομένην ταραχὴν, οὐδεμία λόγου δύναμις ἑρμηνεῦσαι δύναται τοῖς ἀκηκοόσιν, ὡς αὐτὴ τῶν πραγμάτων ἡ πεῖρα). Φέρε, σοὶ δείξω πάλιν αὐτόν· οὐδὲ γὰρ τοῦτο μικρὸν, ἀλλὰ καὶ σφόδρα φιλοσοφωτάτης δεόμενον ψυχῆς, ἐν πλούτῳ καὶ ἐν εὐημερίᾳ πολλὴν ἐπιδεικνύμενον φιλοσοφίαν. Τίς οὖν ἦν, πλούσιος ὤν; Κοινὸς ἁπάντων λιμὴν, κοινὸς ἁπάντων πατὴρ, κοινὸς ἰατρὸς, μᾶλλον δὲ καὶ ἰατροῦ μείζων. Ἄκουσον οὖν αὐτοῦ λέγοντος. «Ὀφθαλμὸς ἤμην τυφλῶν, ποὺς δὲ χωλῶν.» Ὁρᾷς πῶς ἰατροῦ μείζων· ἀντὶ τῆς φύσεως τοῖς πεπηρωμένοις ἐγίνετο, καὶ ἅπερ οὐκ ἴσχυσαν τῇ τέχνῃ διορθῶσαι, ταῦτα αὐτὸς ἀνεκτᾶτο τῇ παρακλήσει, διὰ τὴν πολλὴν εἰς αὐτοὺς πρόνοιαν ἀντὶ τῶν μελῶν αὐτοῖς γινόμενος· ὡς γὰρ ὑγιεῖς, καὶ ἀρτίποδες, καὶ βλέποντες, οὕτω διέκειντο οἱ τὰ μέλη ταῦτα κεκολοβωμένοι, οὐκ αἰσθανόμενοι τῆς χωλείας, οὐδὲ τῆς πηρώσεως, διὰ τὴν πολλὴν τούτου πρόνοιαν. Διὰ δὴ τοῦτο οὐδὲ εἶπεν, ὅτι Ἐγὼ παρεμυθούμην χωλοὺς καὶ τυφλοὺς, οὐκ εἶπεν, Ἐπεκούφισα τὴν συμφορὰν, οὐδὲ Τῆς πηρώσεως τὴν αἴσθησιν ἀνῄρουν· ἀλλ', Ὀφθαλμὸς αὐτῶν ἤμην, Ἔβλεπον δι' ἐμοῦ, Οὐκ ἐλάμβανον πεῖραν τῆς οἰκείας αὐτῶν συμφορᾶς δι' ἐμὲ, Οὐκ ἐπεζήτουν τοὺς χειραγωγοῦντας, τοὺς ὁδηγοῦντας. Πανταχοῦ τὸ σκότος αὐτοῖς ἐποίουν φῶς. Ὅρα σημεῖα ἀποστολικά· Ὀφθαλμὸς ἤμην τυφλῶν, οὐκ ὀφθαλμοὺς ἀποδιδοὺς (οὔπω γὰρ ἦν αὕτη ἡ χάρις), ἀλλὰ μηδὲ αἰσθέσθαι τῆς συμφορᾶς ποιῶν· οἱ δὲ νῦν καὶ τοὺς βλέποντας, τυφλοὺς ποιοῦσιν. Οὐκ εἶπε, Διὰ τῶν οἰκετῶν ἐποίουν· ἀλλ', Ἐγὼ αὐτὸς τῆς φύσεως τὰ ἁμαρτήματα διώρθουν, οὐ τὰ παρὰ ἀνθρώπων μόνον, ἀλλὰ καὶ τὰ παρ' αὐτῆς φύσεως· τὰ γὰρ λείποντα τοῦ σώματος μέλη προσανεπλήρουν τοῖς δεομένοις τῇ τῶν ἀναγκαίων ἐπιχορηγίᾳ, καὶ τῇ πολλῇ προμηθείᾳ. Πρὸς δὲ νοῦν, Τυφλὰς διανοίας διήνοιγε, καὶ ὠφέλει τοὺς πεπηρωμένους τὴν ψυχὴν, καὶ αὐτὸς αὐτῶν ἐγίνετο ὀφθαλμός· πόδας δὲ ἐχαρίζετο τοῖς κεχωλωμένοις τὰς βάσεις τῆς ψυχῆς, καὶ τῷ λόγῳ ἐγίνετο αὐτῶν ποὺς, καὶ ἐχειραγώγει ἑκατέρους. Εἴληπται δὲ ὁ μὲν ὀφθαλμὸς ἐπὶ τῆς νοητικῆς ὁδηγίας, ὁ δὲ ποὺς, ἐπὶ τῆς ἠθικῆς. «Ἐγὼ ἤμην πατὴρ ἀδυνάτων.» Οὐδὲ ἐνταῦθα εἶπε, Παρεμυθούμην ὀρφανούς· ἀλλ', Οὐδὲ αἴσθησιν ἀφῆκα γενέσθαι τῆς ὀρφανίας, οὐδὲ φανῆναι τὸ δεινόν· καθάπερ ἐκεῖ τὴν πήρωσιν τῇ περιουσίᾳ τῆς προνοίας, τῶν τὰ τοιαῦτα πεπονθότων καὶ αὐτὴν τῶν δεινῶν ἀναιρῶν τὴν αἴσθησιν. Ἐν τούτοις φωναὶ δηλοῦνται τοῦ ὠφελοῦντος τοὺς ἀδυνάτους, τοὺς ἀσθενεῖς. Ὅρα δὲ μετὰ πόσον χρόνον ταῦτα λέγει. «Δίκην δὲ ἣν οὐκ ᾔδειν, ἐξιχνίασα.» Τοῦτο δικαστοῦ πολὺ πλέον· οἱ μὲν γὰρ δικάζοντες κάθηνται ἀναμένοντες τοὺς ἠδικημένους, καὶ μετὰ τὴν παρ' ἐκείνων ἔντευξιν, τότε τὴν παρ' ἑαυτῶν παρέχουσι συμμαχίαν οἱ δοκιμώτατοι τῶν δικαζόντων· ὡς οἵγε πολλοὶ οὐδὲ τοῦτο. Οὗτος δὲ καὶ τοὺς δοκιμωτάτους ἐνίκησε, καὶ ἐκ πολλοῦ τοῦ περιόντος ὑπερηκόντισεν· οὐδὲ γὰρ ἀνέμενε τοὺς ἀδικουμένους ἐλθεῖν πρὸς αὐτὸν, οὐδὲ μετὰ τὴν ἐκείνων ἔντευξιν ἐποίει τὴν συμμαχίαν, ἀλλ' αὐτὸς προλαμβάνων περιῄει ζητῶν τοὺς ἠδικημένους· καὶ οὐδὲ ἁπλῶς ζητῶν, ἀλλὰ μετὰ πολλῆς τῆς ἀγρυπνίας, μετὰ πολλῆς τῆς φροντίδος. Καὶ τοῦτο εἴσῃ σαφῶς, τῆς λέξεως καταμαθὼν τὴν δύναμιν· οὐ γὰρ εἶπεν· Ἐζήτησα, ἀλλὰ, Δίκην ἣν οὐκ ᾔδειν ἐξιχνίασα, ἠρεύνησα, περιειργασάμην, πολυπραγμονῶν διετέλεσα, πάντα κινῶν, ὥστε εὑρεῖν μή πού τις ἠδικημένος λανθάνῃ. Ὁρᾷς τὴν προστασίαν, οὐ μέχρι χρημάτων, οὐδὲ μέχρι τροφῆς καὶ ἐνδυμάτων, ἀλλὰ καὶ μέχρι κινδύνων ἀλλοτρίας προϊστάμην κρίσεως. «Ἐκ μέσου τῶν ὀδόντων αὐτῶν ἅρπαγμα ἐξήρπασα.» Ὅρα τὴν δυσκολίαν τοῦ πράγματος. Καταποθὲν, φησὶν, ἤδη καὶ προληφθὲν τὸ πρᾶγμα ἀνώρθωσα· οὐ γὰρ ἀπεγίνωσκον, οὐδὲ ἀπηγόρευον, εἰ καὶ τὸ πρᾶγμα προκατειλημμένον ἦν, ἀλλ' ἤδη καὶ τὸ καταποθὲν ἀνιμώμην, ποιμένος τινὸς ἀρίστου καὶ νήφοντος πρόνοιαν περὶ τοὺς συνδούλους ἐπιδεικνύμενος, καὶ ἐκσπῶν, κατὰ τὸ εἰρημένον, ἐκ στόματος λέοντος, σκέλη προβάτου καὶ λοβοὺς ὠτίων. «Περιχαρεῖς δὲ ἐγίνοντο ὁπόταν αὐτοῖς ἐλάλουν· ὥσπερ γῆ διψῶσα προσδεχομένη τὸν ὑετὸν, οὕτως οὗτοι τὴν ἐμὴν λαλιάν» Ὅρα τί φησιν· Οὐχ ὁ πλοῦτος αὐτὸν ἐπίφθονον ἐποίει, οὐ τὸ τῶν ἀδικουμένων προΐστασθαι, οὐκ ἄλλο τοιοῦτον οὐδέν· ἀλλὰ πάντες αὐτοῦ ἡδέως ἤκουον.