# Fragmenta in Job (in catenis) ΚΕΦ. Εʹ

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Fragmenta in Job (in catenis), ΚΕΦ. Εʹ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/fragmenta-in-job-in-catenis/%CE%9A%CE%95%CE%A6.%20%CE%95%CA%B9

«Οὐ γὰρ μὴ ἐξέλθῃ ἐκ τῆς γῆς κόπος.» [Ὁ δὲ Σύμμαχος, Οὐ γὰρ ἐξελεύσεται ἀπὸ κόνεως ὀδύνη.] «Οὐδὲ ἐξ ὀρέων ἀναβλαστήσει πόνος· ἀλλὰ ἄνθρωπος γεννᾶται κόπῳ· νεοσσοὶ δὲ γυπὸς τὰ ὑψηλὰ πέτονται.» Τί οὖν; πλείονος ἀπολαύουσι προνοίας; ἄπαγε· ἐπεὶ μηδὲ ἡ γῆ, μηδὲ τὰ ὄρη, ἐπείπερ ἀναίσθητα τυγχάνουσι· φυσικὸν γὰρ, φησὶ, τὸ πρᾶγμά ἐστιν ἀδύνατον διαφυγεῖν δυσπραγίαν. Ἵνα γὰρ μὴ λέγῃ τις πάλιν, ὅτι δίκαιός ἐστι· φησὶν, ὅτι ἡ φύσις ἡ ἀνθρωπίνη τοιαύτη ἐστὶν, οὐκ ἀναμάρτητος. Ἀπὸ οὖν τῆς φύσεως ὁ Ἐλιφὰζ διισχυρίζεται, καί φησιν, Ἀνθρώπου ἴδιον, τὸ ἐν συμφοραῖς ἐξετάζεσθαι. Εὐθὺς γοῦν γεννηθεὶς, τὸ κοπιᾷν προσκεκλήρωται, καὶ πᾶσα ἡ ζωὴ αὐτοῦ, μόχθου καὶ ταλαιπωρίας γέμει. Καὶ κατὰ τοῦτο, τῶν ἐκ γῆς καὶ ὀρέων φυομένων, ἡ ἡμετέρα φύσις ἐλαττοῦται, ἔχουσα τὸ ὀδυνηρὸν ἐν τῇ γενέσει καὶ αὐξήσει. Καὶ τοῖς ὀρνέοις δὲ δέδοται, τὸ ἀλύπως ἵπτασθαι, καὶ δίχα πόνων τὴν τροφὴν ἐκλέγειν· οὐ μήν τι τούτων ὑπάρχει ἀνθρώπῳ ἐκτὸς ταλαιπωρίας. «Τὸν διδόντα ὑετὸν ἐπὶ τὴν γῆν, ἀποστέλλοντα ὕδωρ ἐπὶ τὴν ὑπ' οὐρανόν.» Ὃ πρῶτον τῆς εὐεργεσίας αὐτοῦ, καὶ τῆς ζωῆς ἡμῶν συνεκτικὸν, καὶ μεταβολῆς καιροῦ δηλωτικόν. «Ἀδύνατος δὲ ἐξέλθοι ἐκ χειρὸς δυνάστου· εἴη δὲ ἀδυνάτῳ ἐλπὶς, ἀδίκου δὲ στόμα ἐμφραχθείη.» Ταῦτα δὲ, φησὶ, ποιεῖ ὁ Θεὸς, ἵνα καὶ ὁ ἀδύνατος ἐλπίζῃ τὰ χρηστὰ, καὶ ὁ ἄδικος μὴ ἐπαίρηται ἀλλ' ἡ μεγαλοῤῥήμων γλῶσσα ἐμφράσσηται, καὶ ἡ ὑψηλὴ ὀφρὺς καταστέλληται. «Μακάριος δὲ ἄνθρωπος, ὃν ἤλεγξεν ὁ Κύριος, νουθέτημα δὲ παντοκράτορος μὴ ἀπαναίνου.» Εἰ γὰρ αὐτός ἐστιν ὁ λύων τὰ δεινὰ, καὶ πρὸς τὰ ἐναντία μετάγων, καὶ ποιῶν ἀπολαῦσαι βαθείας εἰρήνης, οὐδὲ ταῦτα ἀπὸ γνώμης ἑτέρας ποιεῖ, ἀλλὰ καὶ ἀπὸ τῆς αὐτῆς. «Ἑξάκις ἐξ ἀναγκῶν σε ἐξελεῖται, ἐν δὲ τῷ ἑβδόμῳ οὐ μὴ ἅψηταί σου κακόν.» Τουτέστιν, οὐκ ἀεὶ ταῦτα ποιεῖ· ἀλλ' ἐν μὲν τοῖς πρώτοις ἀφίησι πεῖραν λαβεῖν· μετὰ δὲ ταῦτα, οὐδὲ πεῖραν, ὥστε μηδὲ τοῦ ῥυσθῆναί σε χρείαν εἶναι λοιπόν. «Ἀπὸ μάστιγος γλώσσης σε κρύψει.» Οὐ μικρὸν δὲ καὶ τοῦτο, ἀλλὰ καὶ πάνυ μέγα, τὸ ῥυσθῆναι ἀπὸ ἀνδρὸς λαλοῦντος μηδὲν ἀγαθόν. Οὐδὲν γὰρ γλώσσης χεῖρον· πάσης ἐπιβουλῆς, παντὸς ξίφους τοῦτο χαλεπώτερον καὶ ἀφορητότερον. «Ἀδίκων καὶ ἀνόμων καταγελάσῃ, ἀπὸ δὲ θηρίων ἀγρίων οὐ μὴ φοβηθῇς· θῆρες γὰρ ἄγριοι εἰρηνεύσουσί σοι.» Ἁπλῶς δὲ, Οὐ μόνον οἱ ἔξωθεν εἰρηνικῶς πρὸς σὲ διακείσονται, ἀλλὰ καὶ ἡ οἰκία πολλῆς ἀπολαύσεται τῆς εἰρήνης, καὶ οἱ ἐν αὐτῇ ἀστασίαστοι, καὶ πρὸς ἑαυτοὺς, καὶ πρὸς σὲ διαμενοῦσιν. Οὐδὲν γὰρ τούτου ἴσον τοῦ κατὰ τὴν οἰκίαν εἰρηνεύειν· τί γὰρ ὄφελος τῶν ἔξωθεν ἀπηλλάχθαι πολέμων, ταραχῆς ἔνδον γέμοντα; «Ἐλεύσῃ δὲ ἐν τάφῳ, ὥσπερ σῖτος ὥριμος, κατὰ καιρὸν θεριζόμενος· ἢ ὥσπερ θημωνία ἅλωνος καθ' ὥραν συγκομισθεῖσα.» Τουτέστι, Πᾶσι κομῶν τοῖς ἀγαθοῖς, καὶ τοῖς ἐκγόνοις τὰ κατὰ κλῆρον διατάξας, οὕτω μεταλλάξεις τὸν βίον, εἰς γῆρας ἐλάσας λιπαρὸν, καὶ οὐδὲν ἔχων ἐλλεῖπον, οὐ χρόνον, οὐ βίον.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Fragmenta in Job (in catenis). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg184.local001/.
