Ancient Greek · ~9 min
ΚΕΦ. ΛΘʹ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Fragmenta in Job (in catenis) ΚΕΦ. ΛΘʹ
Not analysed yet
«Εἰ ἔγνως καιρὸν τοκετοῦ τραγελάφων πέτρας, ἐφύλαξας δὲ ὠδῖνας ἐλάφων, ἠρίθμησας δὲ μῆνας αὐτῶν πλήρεις τοκετοῦ αὐτῶν, ὠδῖνας δὲ αὐτῶν ἔλυσας, ἐξέθρεψας δὲ αὐτῶν τὰ παιδία ἔξω φόβου, ὠδῖνας δὲ αὐτῶν ἐξαποστελεῖς;» Καλῶς δὲ εἶπεν, ἐφύλαξας· ἐπειδὴ γὰρ ἀεὶ ἐν φυγῇ, καὶ φόβῳ καὶ, ἀτονίᾳ τὸ ζῶον ἀεὶ πηδῶν καὶ ἐναλλόμενον, πῶς, φησὶν, οὐκ ἀμβλώσκει, ἀλλὰ πλήρης ὁ τόκος ἐξέρχεται; Τὸ δὲ, Ὠδῖνας αὐτῶν ἔλυσας, ἐμφαντικῶς εἴρηται· αὐτομάτως γὰρ ἀποκύουσιν, οὐ δεόμεναι μαιεύσεως. Τὸ δὲ, Ἐξέθρεψας αὐτῶν τὰ παιδία ἔξω φόβου; σαφέστερον ὁ Θεοδοτίων ἡρμήνευσεν, εἰπών· Ἐὰν δώσουσι τὰ παιδία αὐτῶν, διασώσεις αὐτά; Τὸ δὲ, Ἐξαποστελεῖς ὠδῖνας αὐτῶν; εἰ μὲν ὠδῖνας αὐτῶν τὸ πάθος νοήσεις, τὸ, ἐξαποστελεῖς, ἀντὶ τοῦ, παύσεις, παρείληπται· Παύσεις γὰρ, φησὶ, τὰς ὠδῖνας· τὰ ὠδινηθέντα καὶ τεθέντα ἐκλήψῃ, τὸ, ἐξαποστελεῖς, τὸ, ἐκπέμψεις αὐτὰ, δηλοῖ· ὃ καὶ Σύμμαχος ᾐνίξατο ἐκδούς· Ἃ ὠδίνησαν ἀπολείπουσι· μετὰ γὰρ τὸ ἐκθρέψαι τὰ νεογνὰ, ἐῶσι ταῦτα ὅποι φίλων αὐτοῖς πορεύεσθαι. Ταύτην τὴν διάνοιαν καὶ ὁ ἑξῆς στίχος παρίστησιν· «Τίς δέ ἐστιν ὁ ἀφεὶς ὄνον ἄγριον ἐλεύθερον, δεσμοὺς δὲ αὐτοῦ τίς ἔλυσεν;» Τίς τοῦτο διετύπωσε, φησί; Τίς τοὺς τῆς φύσεως νόμους διέθηκεν; Ὅτι γὰρ νόμοι διηνεκεῖς εἰσι, καὶ οὐ παραφθείρονται, ἰσχυρὸν τὸ ζῶον καὶ ἀδάμαστον, κἂν μυρία φιλονεικῇς, οὐκ ἄξεις ὑπὸ τὴν χεῖρα τὴν σήν. «Ἢ σὺ περιέθηκας ἵππῳ δύναμιν [Ὁ Θεοδοτίων δὲ καὶ Σύμμαχος, ὁ μὲν χρεμετισμὸν, ὁ δὲ κραυγὴν, ἐξέδωκεν], ἐνέδυσας δὲ τραχήλῳ αὐτοῦ φόβον;» Ἐπὶ τὰ χρησιμώτατα μετάγει τὸν λόγον, ἵππου μνημονεύων τοῦ χειροήθους, καὶ πολλὰ περὶ τοῦ ζώου τούτου διαλέγεται· πῶς γαῦρον, πῶς ἀνεστηκὸς, πῶς πρὸς πόλεμον ἐπιτήδειον, πῶς ἱκανὸν ἄνθρωπον διασῶσαι. Ὁρᾷς ἕκαστον γαῦρον, καὶ τὸν ὄνον, καὶ τοῦτον· ἀλλὰ τὸν μὲν ὑποκείμενον, τὸν δὲ οὔ. «Οὐ μὴ πιστεύσῃ ἕως ἂν σημάνῃ σάλπιγξ.» Ἀκούει, φησὶ, σάλπιγγος, καὶ οἶδε τοῦ πολέμου τὸ σύνθημα, καὶ πόῤῥωθεν ἀλαλάζει πολεμικόν. «Ἐκ δὲ τῆς σῆς ἐπιστήμης ἕστηκεν ἱέραξ, ἀναπετάσας τὰς πτέρυγας ἀκίνητος, καθορῶν τὰ πρὸς Νότον.» Ὅρα ἐξ ὀλίγων πόσα φησί. Τίνος ἕνεκεν οὐκ ἐμνήσθη βοὸς, οὐδὲ προβάτων, οὐδὲ τῶν ἄλλων τῶν τοιούτων οὐδενὸς, ἀλλὰ τῶν ἀχρήστων, καὶ εἰκῆ δοκούντων εἶναι; δεικνὺς ὅτι εἰ ἐν ἐκείνοις σοφία τοσαύτη καὶ πρόνοια, πολλῷ μᾶλλον ἐν τούτοις.