# Fragmenta in Job (in catenis) ΚΕΦ. Μʹ

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Fragmenta in Job (in catenis), ΚΕΦ. Μʹ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/fragmenta-in-job-in-catenis/%CE%9A%CE%95%CE%A6.%20%CE%9C%CA%B9

«Ἦ βραχίων σοί ἐστι κατὰ τοῦ Κυρίου;» Ὃ μὲν μέλλει μοι, φησὶ, περὶ τῶν ἀνθρώπων, δῆλον ἐκεῖθεν ἀφ' ὧν περιορῶν, καὶ μετεώρων, καὶ τῆς ἐν τοῖς ζώοις Προνοίας ἠρώτηται. Τίνος δὲ ἕνεκεν τοῦτον ἐπήγαγόν σοι τὸν πειρασμὸν, νῦν ἤκουσας, ὅτι αἰτία τῆς ἐγκαταλείψεως, ἡ τῆς σῆς ἀρετῆς φανέρωσις, ἵνα δοίης ταύτης δοκίμιον. Ἐνταῦθα δὲ τὴν ἐμὴν μάνθανε δύναμιν, καὶ ὅτι οὐ πολεμῶν, πληγῆναί σε συνεχώρησα· ἐπεὶ ποία σοί ἐστιν ἰσχὺς, ἵνα καὶ εἰς πόλεμον ἀντικατασταθῶ σοι; Ἢ βραχίων σοί ἐστι κατὰ τὸν Κυρίου βραχίονα; ἢ δύναμιν ἔχεις ἰσοσθενῆ; «Ἣ φωνῇ κατ' αὐτοῦ βροντᾷς;» Οὐκ ἄρα πρὸς ἐπίδειξιν ἡ βροντὴ, καὶ τὰ ἄλλα πάντα, ἀλλὰ πρὸς θεογνωσίαν. Ὅρα δι' ὅσων τὸ ταπεινὸν τῆς αὐτοῦ φύσεως ἐλέγχει. Καὶ οὐ λέγει, ὅτι Ταπεινὸς σύ· ἀλλ', ὅτι Μέγας ἐγὼ, καὶ οὐ δύνασαι ἅπερ ἐγώ. «Ἀλλὰ δὴ ἰδοὺ θηρία παρὰ σοὶ, χόρτον ἴσα βουσὶν ἐσθίουσιν.» Ἔστι δὲ καὶ περὶ θηρίων αἰσθητῶν νοῆσαι τὸν στίχον, ἃ καὶ τὴν φύσιν πολλάκις Θεοῦ βουληθέντος ἠγνόησεν· τὸ γὰρ θαυμαστὸν, ὅτι τὸ θηρίον οὐχ αἱμοβόρον ἐστὶν, ἀλλὰ τὴν τοῦ βοὸς σιτεῖται τροφήν. Ἐπεὶ οὖν τοῦτο παράδοξον, πυνθάνεται τοῦ Ἰὼβ, εἰ καὶ παρ' αὐτῷ τοιοῦτόν τι γίνεται, ὥστε τὰ θηρία χόρτον ἐσθίειν, ἀλλὰ μὴ σάρκας. Εἶτα λέγει περὶ δύο τινῶν, τοῦ μὲν χερσαίου, τοῦ δὲ ἐνύδρου καὶ θαλαττίου. Καὶ οὐκ ἀγνοοῦμεν ὅτι πολλοὶ περὶ τοῦ διαβόλου ταῦτα εἰρῆσθαι νομίζουσι, κατὰ ἀναγωγὴν ἐκλαμβάνοντες· δεῖ δὲ πρότερον τῆς ἱστορίας ἐπιμεληθῆναι, καὶ πότε ἔστι τὸν ἀκροατὴν ὠφελεῖν καὶ ἐκ τῆς ἀναγωγῆς, μὴ παριδεῖν. «Ἐνσιτοῦνται δὲ ἐν αὐτῷ ἔθνη, μεριτεύονται δὲ αὐτὸν Φοινίκων ἔθνη.» [Ἀκύλας δὲ, Ἡμισεύσουσιν αὐτὸν μεταξὺ Χαναναίων.] Τοσοῦτος αὐτῷ ὁ τοῦ σώματος ὄγκος ἐστὶν, ὡς δυνηθῆναι ὁλοκλήρῳ ἔθνει ἀρκέσαι. Οὐ γὰρ δὴ ὡς τούτου μέλλοντος γίνεσθαι, ταῦτά φησι. Φοινίκων δὲ ἐμνήσθη διὰ τὴν ἐμπορίαν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Fragmenta in Job (in catenis). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg184.local001/.
