# Homilia de capto Eutropio [Dub.] 11.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Homilia de capto Eutropio [Dub.], Section 11. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/homilia-de-capto-eutropio-dub/11.1

Εἰπέ μοι οὖν, ὦ εὐαγγελιστὰ, ὑπὲρ τὸν ἥλιον ἔλαμψε, καὶ σὺ λέγεις· Ὡς ὁ ἥλιος; Ναί· γνώριμόν σοι θέλων ποιῆσαι τὸ φῶς, οὐκ ἔχω ἄλλο ἄστρον μεῖζον, οὐκ ἔχω ἄλλην εἰκόνα τὴν ἐν τοῖς ἄστροις βασιλεύουσαν. Ταῦτα εἶπον, ἵνα μὴ τῇ εὐτελείᾳ τῆς λέξεως ἐναπομείνῃς. Ἔδειξά σοι τὸ πτῶμα τῶν μαθητῶν. Ἔπεσον χαμαὶ, καὶ ἐκαρώθησαν καὶ κατεχώννυντο. Ἀνάστητε, λέγει, καὶ ἤγειρεν αὐτοὺς, καὶ ἦσαν βεβαρημένοι. Τὴν γὰρ ὑπερβολὴν τῆς λαμπηδόνος οὐκ ἤνεγκαν, ἀλλὰ κάρος ἔλαβε τοὺς ὀφθαλμοὺς αὐτῶν· οὕτω τὸ φαινόμενον φῶς ὑπὲρ τὸν ἥλιον ἦν. Εἶπε δὲ ὁ εὐαγγελιστὴς, Ὡς ὁ ἥλιος, ἐπειδὴ τὸ ἄστρον τοῦτο γνώριμον ἡμῖν ἐστι, καὶ ἐν ὑπερβολῇ τῶν λοιπῶν ἄστρων ἁπάντων. Ἀλλ', ὅπερ ἔλεγον, ὁ τοσοῦτος καὶ τηλικοῦτος ἐπεθύμησε πόρνης. Πόρνης ἐπεθύμει ὁ Θεός; Ναὶ, πόρνης· τῆς φύσεως ἡμετέρας λέγω. Πόρνης ἐπεθύμει ὁ Θεός; Καὶ ἄνθρωπος μὲν, ἐὰν ἐπιθυμήσῃ πόρνης, καταδικάζεται, Θεὸς δὲ πόρνης ἐπιθυμεῖ; Καὶ πάνυ. Πάλιν ἄνθρωπος ἐπιθυμεῖ πόρνης, ἵνα γένηται πόρνος. Θεὸς δὲ ἐπιθυμεῖ πόρνης, ἵνα τὴν πόρνην παρθένον ἐργάσηται· ὥστε ἡ ἐπιθυμία τοῦ ἀνθρώπου, ἀπώλεια τῆς ἐπιθυμουμένης· ἡ δὲ ἐπιθυμία τοῦ Θεοῦ, σωτηρία τῇ ἐπιθυμουμένῃ. Ὁ τοσοῦτος καὶ τηλικοῦτος ἐπεθύμησε πόρνης; Καὶ τί; Ἵνα γένηται ὁ νυμφίος. Τί ποιεῖ; Οὐ πέμπει πρὸς αὐτὴν οὐδένα τῶν δούλων, οὐ πέμπει τὸν ἄγγελον πρὸς πόρνην, οὐ πέμπει ἀρχάγγελον, οὐ πέμπει τὰ Χερουβὶμ, οὐ πέμπει τὰ Σεραφίμ· ἀλλ' αὐτὸς παραγίνεται ὁ ἐρῶν. Πάλιν ἔρωτα ἀκούσας, μὴ αἰσθητὸν νόμιζε. Ἔκλεγε τὰ νοήματα ἀπὸ τῶν λέξεων, καθάπερ ἀρίστη μέλιττα ἐφιπταμένη τοῖς ἄνθεσι, καὶ τὸ κηρίον λαμβάνουσα, τὰς δὲ βοτάνας ἐῶσα. Ἐπεθύμησε πόρνης· καὶ τί ποιεῖ; Οὐκ ἀνάγει αὐτὴν ἄνω· οὐ γὰρ ἐβούλετο πόρνην εἰς τὸν οὐρανὸν ἀγαγεῖν, ἀλλὰ καταβαίνει αὐτὸς κάτω. Ἐπειδὴ αὐτὴ οὐκ ἠδύνατο ἀναβῆναι ἄνω, αὐτὸς κατέβη κάτω. Πρὸς τὴν πόρνην ἔρχεται, καὶ οὐκ αἰσχύνεται· ἔρχεται εἰς τὴν καλύβην αὐτῆς. Ὁρᾷ αὐτὴν μεθύουσαν. Καὶ πῶς ἔρχεται; Οὐ γυμνῇ τῇ οὐσίᾳ, ἀλλὰ γίνεται, ὅπερ ἦν ἡ πόρνη. οὐ τῇ γνώμῃ, ἀλλὰ τῇ φύσει γίνεται τοῦτο, ἵνα μὴ ἰδοῦσα αὐτὸν πτοηθῇ, ἵνα μὴ ἀποπηδήσῃ, ἵνα μὴ φύγῃ. Ἔρχεται πρὸς τὴν πόρνην, καὶ γίνεται ἄνθρωπος. Καὶ πῶς γίνεται; Εἰς μήτραν κυοφορεῖται, αὔξεται κατὰ μικρὸν, καὶ ἔρχεται τὴν ὁδὸν τῆς ἡλικίας τῆς ἐμῆς. Τίς; Ἡ οἰκονομία, οὐχ ἡ θεότης· ἡ τοῦ δούλου μορφὴ, οὐχ ἡ τοῦ Δεσπότου· ἡ σὰρξ ἡ ἐμὴ, οὐχ ἡ οὐσία ἐκείνου· αὔξεται κατὰ μικρὸν, καὶ μίγνυται ἀνθρώποις, καίτοι εὑρίσκει αὐτὴν ἑλκῶν γέμουσαν, ἐκτεθηριωμένην, ὑπὸ δαιμόνων πεφορτισμένην· καὶ τί ποιεῖ; Προσέρχεται αὐτῇ. Εἶδεν ἐκείνη καὶ ἔφυγε. Καλεῖ μάγους. Τί φοβεῖσθε; Οὐκ εἰμὶ κριτὴς, ἀλλ' ἰατρός· Οὐκ ἦλθον ἵνα κρίνω τὸν κόσμον, ἀλλ' ἵνα σώσω τὸν κόσμον. Καλεῖ εὐθέως μάγους. Ὢ καινῶν καὶ παραδόξων πραγμάτων. Αἱ ἀπαρχαὶ εὐθέως μάγοι. Κεῖται ἐν φάτνῃ ὁ τὴν οἰκουμένην βαστάζων, καὶ ἐσπαργάνωται ὁ πάντα περιέπων. Κεῖται ὁ ναὸς, καὶ ἐνοικεῖ ὁ Θεός. Καὶ ἔρχονται μάγοι, καὶ προσκυνοῦσιν εὐθέως· ἔρχεται τελώνης, καὶ γίνεται εὐαγγελιστής· ἔρχεται πόρνη, καὶ γίνεται παρθένος· ἔρχεται Χαναναία, καὶ ἀπολαύει φιλανθρωπίας. Τοῦτο ἐρῶντος, τὸ μὴ ἀπαιτῆσαι εὐθύνας ἁμαρτημάτων, ἀλλὰ συγχωρῆσαι παρανομήματα πλημμελημάτων. Καὶ τί ποιεῖ; Λαμβάνει αὐτὴν, ἁρμόζεται αὐτήν. Καὶ τί αὐτῇ δίδωσι; Δακτύλιον. Ποῖον; Τὸ Πνεῦμα τὸ ἅγιον. Λέγει Παῦλος· Ὁ δὲ βεβαιῶν ἡμᾶς σὺν ὑμῖν Θεὸς, ὁ καὶ σφραγισάμενος ἡμᾶς, καὶ δοὺς τὸν ἀῤῥαβῶνα τοῦ Πνεύματος. Πνεῦμα αὐτῇ δίδωσιν. Εἶτά φησιν· Οὐκ εἰς παράδεισόν σε ἐφύτευσα; Λέγει· Ναί. Καὶ πῶς ἐξέπεσες ἐκεῖθεν; Ἦλθεν ὁ διάβολος, καὶ ἔλαβέ με ἀπὸ τοῦ παραδείσου. Ἐφυτεύθης ἐν τῷ παραδείσῳ, καὶ ἔβαλέ σε ἔξω· ἰδοὺ φυτεύω σε ἐν ἐμαυτῷ, ἐγώ σε βαστάζω. Πῶς; Οὐ τολμᾷ ἐμοὶ προσελθεῖν. Οὐδὲ εἰς τὸν οὐρανόν σε ἀνάγω· ἀλλὰ μεῖζον ἐνταῦθα τοῦ οὐρανοῦ· ἐν ἐμαυτῷ τῷ Δεσπότῃ τοῦ οὐρανοῦ βαστάζω σε. Ποιμὴν βαστάζει, καὶ ὁ λύκος οὐκέτι ἔρχεται· μᾶλλον δὲ ἀφῶ αὐτὸν καὶ προσελθεῖν. Καὶ βαστάζει τὴν ἡμετέραν φύσιν· καὶ προσέρχεται ὁ διάβολος, καὶ ἡττᾶται. Ἐφύτευσά σε ἐν ἐμαυτῷ. Διὰ τοῦτο λέγει, Ἐγὼ ἡ ῥίζα, ὑμεῖς τὰ κλήματα· καὶ ἐφύτευσεν αὐτὴν ἐν ἑαυτῷ. Καὶ τί λοιπόν; Ἀλλὰ ἁμαρτωλός εἰμι, φησὶ, καὶ ἀκάθαρτος. Μή σοι μελέτω, ἰατρός εἰμι. Οἶδα τὸ σκεῦος τὸ ἐμὸν, οἶδα πῶς διεστράφη. Πήλινον ἦν πρὸ τούτου, καὶ διεστράφη. Ἀναπλάττω αὐτὸ διὰ λουτροῦ παλιγγενεσίας, καὶ παραδίδωμι αὐτὸ τῷ πυρί. Ὅρα γάρ· ἔλαβε χοῦν ἀπὸ τῆς γῆς, καὶ ἐποίησε τὸν ἄνθρωπον· ἔπλασεν αὐτόν. Ἦλθεν ὁ διάβολος, διέστρεψεν αὐτόν. Ἦλθεν αὐτὸς, ἔλαβε πάλιν, ἀνεφύρασεν αὐτὸν, ἀνεχώνευσεν αὐτὸν ἐν τῷ βαπτίσματι, ἀλλ' οὐκ ἀφῆκεν αὐτῷ πήλινον εἶναι τὸ σῶμα, ἀλλ' ἐποίησεν αὐτὸ ὀστράκινον. Παρέδωκε τὸν πηλὸν τῷ πυρὶ τοῦ Πνεύματος· Αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι ἁγίῳ, καὶ πυρί· ἐν ὕδατι, ἵνα ἀναπλασθῇ· ἐν πυρὶ, ἵνα στερεωθῇ. Διὰ τοῦτο ὁ Προφήτης ἄνωθεν προαγορεύων ἔλεγεν· Ὡς σκεύη κεραμέως συντρίψεις αὐτούς. Οὐκ εἶπεν, ὡς σκεύη ὀστράκινα, ἃ ἕκαστος κέκτηται· ἔστι γὰρ σκεύη κεραμέως ἐκεῖνα, ἃ ἐργάζεται ὁ κεραμεὺς ἐν τῷ τροχῷ· ἀλλὰ τὰ σκεύη τοῦ κεραμέως πήλινα, τὰ δὲ ἡμέτερα ὀστράκινα. Προαναφωνῶν οὖν τὴν διὰ τοῦ βαπτίσματος ἀναχώνευσιν, Ὡς σκεύη, φησὶ, κεραμέως συντρίψεις αὐτούς. Ἀναπλάττει, λέγει, καὶ χωνεύει. Καταβαίνω εἰς τὸ βάπτισμα, καὶ ἀναπλάττεταί μου τὸ σχῆμα, καὶ ἀναχωνεύει τοῦ Πνεύματος τὸ πῦρ, καὶ γίνεται ὀστράκινον. Ὅτι δὲ οὐ κόμπος τὰ ῥήματα, ἄκουσον τοῦ Ἰώβ· Ἐποίησε δὲ ἡμᾶς πηλόν· ὁ δὲ Παῦλος· Ἔχοντες δὲ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν. Ἀλλὰ βλέπε ὀστράκου ἰσχύν. Οὐ γὰρ πυρὶ ὤπτηται, ἀλλὰ Πνεύματι. Πῶς ὀστράκινον; Πεντάκις τεσσαράκοντα παρὰ μίαν ἔλαβον, τρὶς ἐῤῥαβδίσθην, ἅπαξ ἐλιθάσθην, καὶ τὸ ὀστράκινον σκεῦος οὐ κατεκλάσθη. Νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα. Ἐν τῷ βυθῷ πεποίηκεν, καὶ τὸ ὀστράκινον οὐ διελύθη· ἐναυάγησε, καὶ ὁ θησαυρὸς οὐκ ἀπώλετο· τὸ πλοῖον ὑποβρύχιον, καὶ ὁ φόρτος ἔπλευσεν. Ἔχοντες δὲ τὸν θησαυρόν. Ποῖον θησαυρόν; Πνεύματος χορηγίαν, δικαιοσύνην, ἁγιασμὸν, ἀπολύτρωσιν. Ποῖον; εἰπέ μοι. Ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ, ἔγειραι καὶ περιπάτει. Αἰνέα, ἰᾶταί σε Ἰησοῦς ὁ Χριστός. Σοὶ λέγω, τὸ πονηρὸν πνεῦμα, ἄπελθε ἀπ' αὐτοῦ.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Homilia de capto Eutropio [Dub.]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg142.local001/.
