Ancient Greek
Section 16
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Homilia de capto Eutropio [Dub.] 16.1
Not analysed yet
Σύνετε τὸ λεγόμενον, μὴ ἀπολέσητε αὐτό· διὰ τοῦτο κάμνω, ἵνα νοήσητε. Εἰς δύο οὖν ἦν αὐτῆς ἡ προῖξ διῃρημένη, εἰς τὰ παρόντα, καὶ εἰς τὰ μέλλοντα· εἰς τὰ ὁρώμενα, καὶ εἰς τὰ ἀκουόμενα· εἰς τὰ δεδομένα, καὶ εἰς τὰ πιστευόμενα· εἰς τὰ ἐν πείρᾳ, καὶ εἰς τὰ ἐν ἀπολαύσει· εἰς τὰ ἐν τῇ παρούσῃ ζωῇ, καὶ εἰς τὰ μετὰ τὴν ἀνάστασιν. Ταῦτα βλέπεις, ἐκεῖνα ἀκούεις. Βλέπε οὖν, τί λέγει αὐτῇ, ἵνα μὴ νομίσῃ, ὅτι ταῦτα μόνον ἔλαβε· καίτοι μεγάλα ἦν καὶ ἀπόῤῥητα καὶ πᾶσαν διάνοιαν ὑπερβαίνοντα. Ἄκουσον, θύγατερ, καὶ ἴδε· ἄκουσον ἐκεῖνα, καὶ βλέπε ταῦτα· ἵνα μὴ λέγῃς, Πάλιν ἐπ' ἐλπίδι; πάλιν ἐν πίστει; πάλιν ἐν τῷ μέλλοντι; Καὶ βλέπε· τὰ μὲν δίδωμι, τὰ δὲ ἐπαγγέλλομαι· ἐκεῖνα μὲν οὖν ἐν ἐλπίδι, ταῦτα δὲ λάβε ἐνέχυρα, ταῦτα λάβε ἀῤῥαβῶνα, ταῦτα λάβε εἰς ἀπόδειξιν. Ἐπαγγέλλομαί σοι βασιλείαν· πίστευε ἀπὸ τῶν παρόντων, πίστευέ μοι. Βασιλείαν μοι ἐπαγγέλλῃ; Ναί. Τὸ μεῖζόν σοι ἔδωκα, τὸν Δεσπότην τῆς βασιλείας, ὅς γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλ' ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν· πῶς οὐχὶ καὶ σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαρίσεται; Ἀνάστασιν δίδως σωμάτων; Ναί. Τὸ μεῖζόν σοι ἔδωκα. Ποῖον; Ἀπαλλαγῆναι ἁμαρτίας. Πῶς τὸ μεῖζον; Ὅτι τὸν θάνατον ἡ ἁμαρτία ἔτεκεν. Τὴν μητέρα ἔσφαξα, καὶ τὸν υἱὸν οὐ σφάξω; τὴν ῥίζαν ἐξήρανα, καὶ τὸν καρπὸν οὐκ ἀναιρῶ, Ἄκουσον, θύγατερ, καὶ ἴδε. Τί ἴδω; Νεκροὺς ἐγειρομένους, λεπροὺς καθαιρομένους, χαλινουμένην θάλασσαν, παραλυτικὸν σφιγγόμενον, παράδεισον ἀνοιγόμενον, ἄρτους πηγάζοντας, ἁμαρτήματα λυόμενα, χωλὸν πηδῶντα, λῃστὴν παραδείσου πολίτην γενόμενον, τελώνην εὐαγγελιστὴν γενόμενον, παρθένου σεμνοτέραν τὴν πόρνην. Ἄκουσον, καὶ ἴδε· ἄκουσον ἐκεῖνα, καὶ βλέπε ταῦτα. Ἀπὸ τῶν παρόντων λάβε ἀπόδειξιν· καὶ περὶ ἐκείνων ἔδωκά σοι ἐνέχυρα· ταῦτα ἐκείνων ἀμείνω. Καὶ τί θέλεις λέγειν; Ταῦτα ἐμά. Ἄκουσον, θύγατερ, καὶ ἴδε. Ταῦτα ἡ προῖξ. Τί εἰσφέρει ἡ νύμφη; Ἴδωμεν. Καὶ σὺ εἰσένεγκε τί ποτε, ἵνα μὴ ᾖς ἄπροικος; Ἐγὼ τί ἔχω, φησὶν, εἰσενεγκεῖν ἀπὸ βωμῶν, ἀπὸ κνίσσης, ἀπὸ δαιμόνων; τί ἔχω εἰσενεγκεῖν; Τί; Γνώμην καὶ πίστιν. Ἄκουσον, θύγατερ, καὶ ἴδε. Καὶ τί θέλεις ποιήσω; Ἐπιλάθου τοῦ λαοῦ σου. Ποίου λαοῦ; Τῶν δαιμόνων, τῶν εἰδώλων, τοῦ καπνοῦ, τῆς κνίσσης, τοῦ αἵματος. Καὶ ἴδε, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου πατρός σου. Ἄφες τὸν πατέρα, καὶ δεῦρο πρός με. Ἐγὼ τὸν Πατέρα ἀφῆκα, καὶ ἦλθον πρὸς σὲ, καὶ σὺ οὐκ ἀφίης τὸν σὸν πατέρα; Ἀλλὰ τὸ, ἀφῆκα, ἐπὶ τοῦ Υἱοῦ, μὴ ἐγκατάλειψιν νόμιζε. Συγκατέβην, ᾠκονόμηκα, σάρκα ἀνέλαβον. Τοῦτο νυμφίου, τοῦτο νύμφης, ἵνα καταλείψῃ τοὺς γονέας, καὶ ἀλλήλοις ἁρμοσώμεθα. Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου. Καὶ τί μοι δίδως, ἐὰν ἐπιλάθωμαι; Καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου. Ἔχεις ἐραστὴν τὸν Δεσπότην. Ἂν ἐκεῖνον ἐραστὴν ἔχῃς, τὰ ἐκείνου καὶ ἔχεις· ἐὰν δυνηθῆτε συνιδεῖν τὸ λεγόμενον· λεπτὸν γάρ ἐστι τὸ νόημα, καὶ βούλομαι ἀποῤῥάψαι Ἰουδαίων τὴν γλῶτταν. Ἀλλὰ συντείνατέ μοι τὴν διάνοιαν· ἄν τε γὰρ ἀκούῃ τις, ἄν τε μὴ ἀκούῃ, ἐγὼ σκάπτω, ἐγὼ ἀροτριῶ. Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου. Κάλλος ἐνταῦθα τὸ αἰσθητὸν λέγει ὁ Ἰουδαῖος, οὐχὶ τὸ νοητὸν, ἀλλὰ τὸ σωματικόν.