# Homilia de capto Eutropio [Dub.] 17.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Homilia de capto Eutropio [Dub.], Section 17. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/homilia-de-capto-eutropio-dub/17.1

Πρόσχες, μάθωμεν τί ἐστι σωματικὸν κάλλος, καὶ τί ἐστι νοητόν. Ἔστι ψυχὴ, ἔστι σῶμα, δύο οὐσίαι εἰσίν· ἔστι κάλλος σώματος, καὶ ἔστι κάλλος ψυχῆς. Τί ἐστι κάλλος σώματος; Ὀφρὺς ἐκτεταμένη, ὀφθαλμὸς μειδιῶν, παρειὰ ἐρυθραινομένη, χείλη φοινικίζοντα, τράχηλος ἀνεστηκὼς, κόμη κραδαινομένη, δάκτυλοι εὐμήκεις, ἡλικία ἀνεστηκυῖα, λευκότης ἐπανθοῦσα. Τοῦτο τὸ κάλλος τὸ σωματικὸν ἀπὸ φύσεως γίνεται, ἢ ἀπὸ προαιρέσεως; Ὡμολόγηται, ὅτι ἀπὸ φύσεως. Πρόσεχε ἵνα μάθῃς φιλοσόφων νοήματα. Τοῦτο τὸ κάλλος, τὸ τῆς ὄψεως, τὸ τοῦ ὀφθαλμοῦ, τὸ τῆς κόμης, τὸ τοῦ μετώπου, φύσεως γίνεται, ἢ ἀπὸ προαιρέσεως. Εὔδηλον ὅτι ἀπὸ φύσεως γίνεται. Ἡ γὰρ ἄμορφος, κἂν μυρία φιλοκαλήσῃ, εὔμορφος γενέσθαι οὐ δύναται κατὰ τὸ σῶμα· τὰ γὰρ τῆς φύσεως ἀκίνητα, ὅροις πεπέδηται, μὴ μεταβαίνοντα. Ἡ τοίνυν καλὴ, ἀεὶ καλὴ, κἂν μὴ ἔχῃ φιλοκαλίαν· ἡ δὲ ἄμορφος εὔμορφον ποιῆσαι οὐ δύναται, οὐδὲ ἡ εὔμορφος ἄμορφον. Διὰ τί; Ἐπειδὴ φύσεώς ἐστι ταῦτα. Εἶδες οὖν σωματικὸν κάλλος; Ἄγωμεν ἔσω εἰς τὴν ψυχήν· ἡ δούλη πρὸς τὴν δέσποιναν. Πρὸς τὴν ψυχὴν ἄγωμεν. Βλέπε ἐκεῖνο κάλλος, μᾶλλον δὲ ἄκουε ἐκεῖνο· οὐ γὰρ δύνασαι αὐτὸ ἰδεῖν· ἀόρατον γάρ ἐστιν. Ἄκουε ἐκεῖνο τὸ κάλλος. Τί οὖν ἐστι κάλλος ψυχῆς; Σωφροσύνη, ἐπιείκεια, ἐλεημοσύνη, ἀγάπη, φιλαδελφία, φιλοστοργία, ὑπακοὴ Θεοῦ, νόμου πλήρωσις, δικαιοσύνη, συντριβὴ διανοίας. Ταῦτα κάλλη ψυχῆς. Ταῦτα τοίνυν οὐκ ἔστι φύσεως, ἀλλὰ προαιρέσεως. Καὶ ὁ μὴ ἔχων, δύναται ταῦτα λαβεῖν, ὁ δὲ ἔχων, ἐὰν ῥᾳθυμήσῃ, ἀπώλεσεν. Ὥσπερ γὰρ ἔλεγον ἐπὶ τοῦ σώματος, ὅτι ἡ ἄμορφος εὔμορφος γενέσθαι οὐ δύναται· οὕτω καὶ ἐπὶ τῆς ψυχῆς τὸ ἐναντίον λέγω, ὅτι ἡ ἄμορφος ψυχὴ εὔμορφος γενέσθαι δύναται. Τί γὰρ ἀμορφότερον τῆς ψυχῆς Παύλου, ὅτε βλάσφημος ἦν καὶ ὑβριστής· τί δὲ εὐμορφότερον αὐτοῦ, ὅτε ἔλεγε, Τὸν ἀγῶνα τὸν καλὸν ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα; Τί ἀμορφότερον τῆς ψυχῆς τοῦ λῃστοῦ; τί δὲ εὐμορφότερον αὐτοῦ ἐγένετο, ὅτε ὑπήκουσεν, Ἀμὴν λέγω σοι, σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ; Τί ἀμορφότερον τοῦ τελώνου, ὅτε ἥρπασε; τί δὲ εὐμορφότερον, ὅτε τὴν οἰκείαν ἔδωκε γνώμην; Ὁρᾷς ὅτι τὴν εὐμορφίαν τοῦ σώματος οὐ δύνασαι μεταλλάσσειν· οὐ γάρ ἐστι προαιρέσεως, ἀλλὰ φύσεως. Ἡ δὲ τῆς ψυχῆς εὐμορφία ἐκ τῆς προαιρέσεως ἡμῖν πορίζεται. Ἔλαβες τοὺς ὅρους. Ποίους; Ὅτι τὸ κάλλος τῆς ψυχῆς ἀπὸ ὑπακοῆς τοῦ Θεοῦ. Ἐὰν γὰρ ὑπακούσῃ, τῷ Θεῷ ἡ ἄμορφος ψυχὴ, ἀποτίθεται τὴν ἀμορφίαν, καὶ γίνεται εὔμορφος. Σαῦλε, Σαῦλε, τί με διώκεις; Ὁ δέ· Καὶ τίς εἶ, Κύριε; Ἐγώ εἰμι Ἰησοῦς. Καὶ ὑπήκουσε, καὶ ἡ ὑπακοὴ τὴν ἄμορφον ψυχὴν εὔμορφον ἐποίησε. Πάλιν τῷ τελώνῃ λέγει, Δεῦρο, ἀκολούθει μοι. Καὶ ἀνέστη ὁ τελώνης, καὶ ἐγένετο ἀπόστολος· ἡ ἄμορφος ψυχὴ ἐγένετο εὔμορφος. Πόθεν; Ἀπὸ ὑπακοῆς. Πάλιν τοῖς ἁλιεῦσι λέγει, Δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς γενέσθαι ἁλιεῖς ἀνθρώπων· καὶ ἀπὸ τῆς ὑπακοῆς ἐγένετο εὔμορφος αὐτῶν ἡ διάνοια. Ἴδωμεν ὧδε ποῖον λέγει κάλλος. Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου. Ποῖον κάλλος ἐπιθυμήσει; Τὸ ψυχικόν. Πόθεν; Ὅτι ἐπελάθετο. Λέγει, Ἄκουσον οὖν, καὶ ἐπιλάθου. Ταῦτα προαιρέσεώς ἐστιν. Ἄκουσον, εἶπεν. Ἄμορφος ἀκούει, καὶ ἡ ἀμορφία αὕτη οὑ λύεται ἡ τοῦ σώματος. Εἰπὲ τῇ ἁμαρτωλῷ, Ἄκουσον, καὶ εἰ ὑπακούσει, βλέπει οἵα ἡ εὐμορφία. Ἐπεὶ οὖν ἡ ἀμορφία τῆς νύμφης οὐκ ἦν φυσικὴ, ἀλλὰ προαιρετικὴ (οὐ γὰρ ἤκουσε τοῦ Θεοῦ, ἀλλὰ παρέβη), διὰ τοῦτο ἑτέρῳ φαρμάκῳ ἄγει αὐτήν. Ἄμορφος τοίνυν ἐγένου, οὐκ ἀπὸ φύσεως, ἀλλὰ προαιρέσεως· καὶ εὔμορφος ἐγένου ἀπὸ ὑπακοῆς. Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου. Εἶτα ἵνα μάθῃς, ὅτι οὐδὲν λέγει αἰσθητὸν, ἀκούων τὸ κάλλος, μὴ ὀφθαλμὸν νομίσῃς. μὴ ῥῖνα, μὴ στόμα, μηδὲ τράχηλον, ἀλλ' εὐλάβειαν, πίστιν, ἀγάπην, τὰ ἔνδον· Πᾶσα γὰρ ἡ δόξα τῆς θυγατρὸς τοῦ βασιλέως ἔσωθεν. Ὑπὲρ δὲ τούτων ἁπάντων εὐχαριστήσωμεν τῷ Θεῷ, τῷ δοτῆρι, ὅτι αὐτῷ πρέπει μόνῳ δόξα, τιμὴ, κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Homilia de capto Eutropio [Dub.]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg142.local001/.
