# Homilia de capto Eutropio [Dub.] 5

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Homilia de capto Eutropio [Dub.], Section 5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/homilia-de-capto-eutropio-dub/5

Ἀλλ' οὐκ ἐγὼ τοιοῦτος· ἀλλ' ἐγὼ ἐπιβουλευόμενος, προστάτης ἐγενόμην. Μυρία ἔπαθον δεινὰ, καὶ οὐκ ἠμειψάμην. Τὸν γὰρ Δεσπότην τὸν ἐμαυτοῦ μιμοῦμαι, ὃς ἐν τῷ σταυρῷ ἔλεγεν· Ἄφες αὐτοῖς· οὐ γὰρ οἴδασι τί ποιοῦσιν Ταῦτα δὲ λέγω, ἵνα μὴ τῇ ὑπονοίᾳ τῶν πονηρῶν παραφθείρησθε. Πόσαι μεταβολαὶ γεγόνασιν, ἐξ οὗ τῆς πόλεως ἐπέστην, καὶ οὐδεὶς σωφρονίζεται; Οὐδεὶς δὲ ὅταν εἴπω, οὐ πάντων καταγινώσκω· μὴ γένοιτο. Οὐ γὰρ ἔστι τὴν ἄρουραν ταύτην τὴν λιπαρὰν, δεξαμένην σπέρματα, μὴ καὶ στάχυν ἐνεγκεῖν· ἀλλ' ἐγὼ ἀκόρεστός εἰμι, οὐ βούλομαι ὀλίγους σωθῆναι, ἀλλὰ πάντας. Κἂν εἷς ἀπολειφθῇ ἀπολλύμενος, ἐγὼ ἀπόλλυμαι, καὶ οἶμαι τὸν ποιμένα ἐκεῖνον μιμεῖσθαι, ὃς ἐνενήκοντα ἐννέα εἶχε πρόβατα, καὶ ἐπὶ τὸ ἓν πεπλανημένον ἔδραμεν. Μέχρι πότε χρήματα; μέχρι πότε ἄργυρος· μέχρι πότε χρυσός; μέχρι πότε οἶνος ἐκχεόμενος; μέχρι πότε κολακεῖαι οἰκετῶν; μέχρι πότε κρατῆρες ἐστεμμένοι; μέχρι πότε συμπόσια σατανικὰ, καὶ διαβολικῆς γέμοντα ἐνεργείας; Οὐκ οἶσθα, ὅτι ἀποδημία ὁ παρὼν βίος; Μὴ γὰρ πολίτης εἶ; Ὁδίτης εἶ. Συνῆκας τί εἶπον; Οὐκ εἶ πολίτης, ἀλλ' ὁδίτης εἶ καὶ ὁδοιπόρος. Μὴ εἴπῃς· Ἔχω τήνδε τὴν πόλιν, καὶ ἔχω τήνδε. Οὐκ ἔχει οὐδεὶς πόλιν. Ἡ πόλις ἄνω ἐστί. Τὰ παρόντα ὁδός ἐστιν. Ὁδεύομεν τοίνυν καθ' ἡμέραν, ἕως ἡ φύσις ἐπιτρέχει. Ἔστι τις ἐν ὁδῷ χρήματα ἀποτιθέμενος· ἔστι τις ἐν ὁδῷ χρυσίον κατορύττων. Ὅταν οὖν εἰσέλθῃς εἰς πανδοχεῖον, εἰπέ μοι, τὸ πανδοχεῖον καλλωπίζεις; Οὐχὶ, ἀλλ' ἐσθίεις καὶ πίνεις, καὶ ἐπείγῃ ἐξελθεῖν. Πανδοχεῖόν ἐστιν ὁ παρὼν βίος. Εἰσήλθομεν, καταλύομεν τὸν παρόντα βίον· σπουδάζωμεν ἐξελθεῖν μετὰ καλῆς ἐλπίδος, μηδὲν ἀφῶμεν ὧδε, ἵνα μὴ ἀπολέσωμεν ἐκεῖ. Ὅταν εἰσέλθῃς εἰς τὸ πανδοχεῖον, τί λέγεις τῷ παιδί; Βλέπε ποῦ ἀποτίθης τὰ πράγματα, μή τι καταλείπῃς ἐνταῦθα, ἵνα μή τι ἀπόληται, μήτε μικρὸν, μήτε εὐτελὲς, ἵνα πάντα εἰς τὴν οἰκίαν ἀπενέγκωμεν. Οὕτω καὶ ἡμεῖς ἐν τῷ παρόντι βίῳ· βλέπωμεν ὥσπερ πανδοχεῖον τὸν βίον, καὶ μηδὲν ὧδε καταλείπωμεν ἐν τῷ πανδοχείῳ, ἀλλὰ πάντα εἰς τὴν μητρόπολιν ἀπενέγκωμεν. Ὁδίτης εἶ καὶ ὁδοιπόρος, μᾶλλον δὲ καὶ ὁδίτου εὐτελέστερος. Καὶ πῶς; ἐγὼ λέγω. Ὁ ὁδίτης οἶδε τὸ πότε εἰσέρχεται εἰς τὸ πανδοχεῖον, καὶ πότε ἐκβαίνει· κύριος γάρ ἐστι τοῦ ἐξελθεῖν, ὥσπερ καὶ τοῦ εἰσελθεῖν· ἐγὼ δὲ εἰσερχόμενος εἰς τὸ πανδοχεῖον, τουτέστιν, εἰς τὸν παρόντα βίον, πότε ἐξέρχομαι οὐκ οἶδα. Καὶ ἐνίοτε παρασκευάζομαι πολλοῦ χρόνου διατροφὰς, καὶ ὁ Δεσπότης παραχρῆμα καλεῖ με· Ἄφρων, ἃ ἡτοίμασας, τίνι ἔσται; Τῇ νυκτὶ γὰρ ταύτῃ λαμβάνουσι τὴν ψυχήν σου. Ἄδηλος ἡ ἔξοδος, ἄστατος ἡ κτῆσις, μυρίοι κρημνοὶ, πανταχόθεν κύματα. Τί μαίνῃ περὶ τὰς σκιάς; τί ἀφεὶς τὴν ἀλήθειαν κατατρέχεις ἐπὶ τὰς σκιάς;

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Homilia de capto Eutropio [Dub.]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg142.local001/.
