# Homilia de capto Eutropio [Dub.] 9

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Homilia de capto Eutropio [Dub.], Section 9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/homilia-de-capto-eutropio-dub/9

Ὅρα γὰρ τὴν Ἐκκλησίαν, ὅπερ ἔλεγον, ὅτι ποτὲ νύμφη ἐστὶ, ποτὲ θυγάτηρ ἐστὶ, ποτὲ παρθένος ἐστὶ, ποτὲ δούλη ἐστὶ, ποτὲ βασίλισσά ἐστι, ποτὲ στεῖρά ἐστι, ποτὲ ὄρος ἐστὶ, ποτὲ παράδεισός ἐστι, ποτὲ πολυτόκος ἐστὶ, ποτὲ κρίνον ἐστὶ, ποτὲ πηγή ἐστι· πάντα ἐστί. Διὰ τοῦτο ἀκούσας ταῦτα, μὴ νόμιζε σωματικὰ εἶναι, παρακαλῶ· ἀλλὰ σύντεινόν σου τὴν διάνοιαν· τὰ γὰρ σωματικὰ τοιαῦτα εἶναι οὐ δύνανται. Οἷόν τι λέγω· τὸ ὄρος παρθένος οὐκ ἔστιν· ἡ παρθένος νύμφη οὐκ ἔστιν· ἡ βασίλισσα δούλη οὐκ ἔστιν· ἡ Ἐκκλησία πάντα ἐστί. Διὰ τί; Ὅτι οὐκ ἐν σώματι ταῦτα, ἀλλ' ἐν ψυχῇ. Ἐν μὲν γὰρ σώματι ταῦτα ἐστενοχώρηται· ἐν δὲ ψυχῇ πολὺ ἔχει τὸ πέλαγος. Παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου. Βασίλισσα; Ἡ πεπατημένη, ἡ πτωχὴ, πῶς βασίλισσα ἐγένετο; καὶ ποῦ ἀνέβη; Ἄνω παρέστη ἡ βασίλισσα αὐτή. Πῶς; Ἐπειδὴ ὁ Βασιλεὺς ἐγένετο δοῦλος· οὐκ ἦν, ἀλλ' ἐγένετο. Μάθε οὖν τὰ τῆς θεότητος, καὶ σοφίζου τὰ τῆς οἰκονομίας· μάθε τίς ἦν, καὶ τίς ἐγένετο διὰ σὲ, καὶ μὴ σύγχεε τὰ πράγματα, μηδὲ τὴν ὑπόθεσιν τῆς φιλανθρωπίας ἀφορμὴν ποιοῦ βλασφημίας. Ὑψηλὸς ἦν, καὶ αὕτη ταπεινή· ὑψηλὸς οὐ τόπῳ, ἀλλὰ φύσει. Ἀκήρατος ἦν, ἀνώλεθρος ἡ οὐσία, ἄφθαρτος ἦν ἡ φύσις, ἀπερινόητος, ἀόρατος, ἀκατάληπτος, ἀεὶ ὢν, ὡσαύτως ὢν, ὑπερβαίνων ἀγγέλους, ἀνώτερος τῶν ἄνω δυνάμεων, νικῶν λογισμὸν, ὑπερβαίνων διάνοιαν, ὀφθῆναι μὴ δυνάμενος, πιστευθῆναι δὲ μόνον. Ἄγγελοι ἔβλεπον καὶ ἔτρεμον, τὰ Χερουβὶμ τὰς πτέρυγας ἐπέβαλλον, πάντα ἐν φόβῳ. Ἐπέβλεπεν ἐπὶ τὴν γῆν, καὶ ἐποίει αὐτὴν τρέμειν· ἠπείλει τῇ θαλάσσῃ, καὶ ἐξήραινεν αὐτήν· ποταμοὺς ἐξ ἐρήμου· τὰ ὄρη ἔστησε σταθμῷ καὶ τὰς νάπας ζυγῷ. Πῶς εἴπω; πῶς παραστήσω; Ἡ μεγαλωσύνη αὐτοῦ πέρας οὐκ ἔχει, ἡ σοφία αὐτοῦ ἀριθμὸν οὐκ ἔχει, τὰ κρίματα αὐτοῦ ἀνεξιχνίαστα, αἱ ὁδοὶ αὐτοῦ ἀνεξερεύνητοι. Ἀλλ' οὗτος ὁ τοσοῦτος καὶ τηλικοῦτος, εἰ ἀσφαλὲς καὶ τοῦτο εἰπεῖν, τοσοῦτος καὶ τηλικοῦτος. Ἀλλὰ τί πάθω; ἄνθρωπός εἰμι, καὶ ἀνθρωπικῶς διαλέγομαι· πηλίνην κέκτημαι γλῶσσαν, συγγνώμην αἰτῶ παρὰ τοῦ Δεσπότου. Οὐ γὰρ ἐξ ἀπονοίας ταῖς λέξεσι ταύταις κέχρημαι, ἀλλὰ δι' ἀπορίαν τῆς ἀσθενείας, καὶ τῆς φύσεως τῆς γλώττης τῆς ἡμετέρας. Ἵλεως ἔσο, Δέσποτα, οὐ γὰρ ἀπονοίᾳ κεχρημένος ταύτας λέγω τὰς λέξεις, ἀλλ' οὐκ ἔχω ἄλλας· οὐ μὴν οὐδὲ ἵσταμαι ἐν τῇ εὐτελείᾳ τῆς λέξεως, ἀλλὰ ἀναβαίνω τῷ πτερῷ τοῦ νοήματος. Ὁ τοσοῦτος καὶ τηλικοῦτος. Ταῦτα λέγω, ἵνα μὴ ταῖς λέξεσι παραμένων, μηδὲ τῇ πτωχείᾳ τῶν λεγομένων, μάθῃς καὶ αὐτὸς τοῦτο ποιεῖν. Τί θαυμάζεις, εἰ ἐγὼ τοῦτο ποιῶ, ὅπουγε καὶ αὐτὸς, ὅταν βούληταί τι παραστῆσαι ὑπερβαῖνον τὰ ἀνθρώπινα; Ἐπειδὴ ἀνθρώποις διαλέγεται, καὶ ἀνθρωπίναις κέχρηται εἰκόσιν, οὐκ ἀρκούσαις μὲν παραστῆσαι τὸ λεγόμενον, οὐδὲ δυναμέναις ὅλον τὸ μέτρον ἀγαγεῖν εἰς τὸ μέσον, ἀρκούσαις δὲ τῇ ἀσθενείᾳ τῶν ἀκουόντων.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Homilia de capto Eutropio [Dub.]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg142.local001/.
