Ancient Greek · ~18 min
Section 3
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Homilia dicta in templo sanctae Anastasiae 3.1
Not analysed yet
Τί τοίνυν ἐστὶ βεβαίωσις εὐαγγελίου, καὶ ποίαν βεβαίωσιν εὐαγγελίου καλεῖ, καὶ τίνος ἕνεκεν ταύτης μέμνηται τῆς λέξεως, δικαστηρίων καὶ δεσμωτηρίων καὶ ἁλύσεως μνημονεύσας; Ἡνίκα τὸ κήρυγμα κατεσπάρη (ἀνάγκη γὰρ ἀνωτέρω τὸν λόγον ἀγαγεῖν, ὥστε σαφεστέραν ποιῆσαι τὴν διδασκαλίαν), πολλῶν θορύβων πάντα ἐπληροῦτο, καὶ ταραχῆς ἦν ἅπαντα μεστά. Ἐπειδὴ γὰρ ἕνδεκα ὄντες μόνοι πρὸς τὴν οἰκουμένην παρετάττοντο, παλαιὰν ἀναμοχλεύοντες συνήθειαν, χρονίαν καταλύοντες πλάνην, πατέρων καὶ πάππων καὶ προγόνων ἀνατρέποντες νόμους, τὰ πάτρια τῶν πόλεων ἔθη διασαλεύοντες καὶ καθαιροῦντες, καὶ ἀπ' ἐναντίας πᾶσι φθεγγόμενοι, φιλοσόφοις, ῥήτορσιν, ἄρχουσι, δικασταῖς, τυράννοις, δήμοις, δούλοις, ἐλευθέροις, γηπόνοις, ναύταις, πόλεμος ἀνεῤῥιπίζετο χαλεπὸς, καὶ, ὅπερ ἔφθην εἰπὼν, ἅπαντα θορύβων ἦν μεστά· πανταχοῦ κρημνοὶ, πανταχοῦ σκόπελοι, καὶ οὐχ οὕτω θάλαττα μαινομένη, καὶ ὑπὸ τῶν ἐναντίων πνευμάτων διακοπτομένη ταράττεται, ὡς ἡ οἰκουμένη τότε ἅπασα κεκίνητο, τῶν μὲν παλαιῶν ἀνασπωμένων ἐθῶν τῶν ἐν τοσούτῳ χρόνῳ παγέντων, καὶ οὐκ ἐν μιᾷ καὶ δύο καὶ τρισὶ πόλεσιν, ἀλλὰ πανταχοῦ τῆς οἰκουμένης, καινῶν δὲ εἰσαγομένων δογμάτων, καὶ ὧν οὐδεὶς οὐδέποτε πρότερον ἤκουσεν. Ἐντεῦθεν ἀκήρυκτος πρὸς αὐτοὺς ἦν ἅπασι πόλεμος· καὶ γὰρ οἰκίας διῄρουν, καὶ συγγενείας διέσπων· ἡ γὰρ τοῦ κηρύγματος φύσις ὁδῷ βαδίζουσα, καὶ πολλοὺς οἰκειουμένη, πολέμους καθίστη τοῖς μὴ δεχομένοις τὸν τῆς εὐσεβείας λόγον, καὶ πατὴρ υἱὸν ἀπεκήρυττε, καὶ γυναικὸς ἀνὴρ κατεφρόνει, καὶ δεσπόται οἰκέταις ἐπολέμουν, καὶ ἀρχομένοις ἄρχοντες, καὶ παντὸς ἐμφυλίου πολέμου πικρότερος οὗτος ἦν· εἴ γε πόλεμον αὐτὸν καλεῖν χρὴ, ἀλλ' οὐκ ἄλλο τι τούτου βαρύτερον. Ἐν μὲν γὰρ τοῖς πολέμοις ἐξ ἴσης τὰ τῆς παρατάξεως, καὶ βάλλει καὶ βάλλεται ἑκάτερα τὰ στρατόπεδα· τότε δὲ οὐχ οὕτως ἦν, ἀλλ' ὁ μὲν ἐπ' ἐξουσίας ἐπολέμει, οἱ δὲ ἐπολεμοῦντο μόνον, βάλλειν δὲ αὐτοῖς οὐκ ἐχρῆν [ἐξῆν], οὐδὲ ἀμύνεσθαι τοὺς ἐπιβουλεύοντας· οὕτω γὰρ ὁ τῆς παρατάξεως στρατηγὸς ἐκέλευε, λέγων· Ἀποστέλλω ὑμᾶς ὥσπερ πρόβατα ἐν μέσῳ λύκων· γίνεσθε οὖν φρόνιμοι ὡς οἱ ὄφεις, καὶ ἀκέραιοι ὡς αἱ περιστεραί. Καὶ τοῖς ἐπιβουλεύουσιν οὐ μόνον ἐπεξιέναι οὐκ ἐκέλευεν, ἀλλὰ καὶ παρέχειν ἐντρυφᾷν τῇ παροινίᾳ, λέγων· τὸ γὰρ τὴν δεξιὰν στρέφειν σιαγόνα, καὶ τὰ πρόβατα πέμπειν ἐν μέσῳ λύκων, οὐδὲν ἄλλο αἰνίττεται ἢ ὅτι τὸ πάσχειν αὐτοῖς συνεκλήρωσεν, ἵνα λαμπρότερον τὸ τρόπαιον γένηται. Πῶς; Ὅτι ἕνδεκα ὄντες τῆς οἰκουμένης περιεγένοντο, ὅτι πάσχοντες, οὐ ποιοῦντες, βαλλόμενοι καὶ οὐ βάλλοντες, ἐπιβουλευόμενοι καὶ οὐκ ἐπιβουλεύοντες, μαστιζόμενοι καὶ οὐ μαστίζοντες, ἐλαυνόμενοι καὶ οὐκ ἐλαύνοντες, διωκόμενοι καὶ οὐ διώκοντες, ἀναιρούμενοι καὶ οὐκ ἀναιροῦντες, καὶ ὅτι, καθάπερ πρόβατα εἰς σφαγὴν προκείμενα, τοὺς λύκους ἅπαντας πρὸς προβάτων ἡμερότητα μετέβαλλον, τοὺς μαινομένους, τοὺς φόνων πνέοντας, τοὺς θηρίων ἀγριωτέρους γινομένους. Τρέχοντος τοίνυν τοῦ λόγου καὶ τῆς εὐσεβείας σπειρομένης, πανταχόθεν ἀνήπτοντο πυραὶ καὶ ἀπέχθειαι καὶ πόλεμοι, οὐχὶ τοῖς διδασκάλοις μόνον, ἀλλὰ καὶ τοῖς μαθητευομένοις. Ὁμοῦ γάρ τις ἐδέξατο τὸν λόγον, καὶ κοινὸς πολέμιος περιῄει πᾶσι, καὶ πατρίδος ἠλαύνετο, καὶ πρὸς τὴν ὑπερορίαν μετῳκίζετο, καὶ οὐσίας ἐξέπιπτε, καὶ περὶ τῆς ἐλευθερίας αὐτῆς, μᾶλλον δὲ περὶ αὐτοῦ τοῦ ζῇν ἐκινδύνευεν· καὶ οὐδὲν ἴσχυε τότε τῆς φύσεως ἡ τυραννὶς, ἀλλ' ὅπερ ἔφθην εἰπὼν, καὶ παῖδες κατεφρονοῦντο, καὶ ἀδελφοὶ καὶ συγγενεῖς ἐν τάξει πολεμίων ἦσαν, καὶ μετὰ τῶν διδασκάλων οἱ μαθηταὶ τὰ ἀνήκεστα ἔπασχον. Καὶ ταῦτα αὐτὰ δηλῶν ὁ Παῦλος ἔλεγεν· Ἀναμιμνήσκεσθε γὰρ τὰς πρότερον ἡμέρας, ἐν αἷς φωτισθέντες πολλὴν ἄθλησιν ὑπεμείνατε παθημάτων, τοῦτο μὲν ὀνειδισμοῖς καὶ θλίψεσι θεατριζόμενοι, τοῦτο δὲ κοινωνοὶ τῶν οὕτως ἀναστρεφομένων γενηθέντες. Καὶ γὰρ τοῖς δεσμίοις συνεπαθήσατε, καὶ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ὑμῶν μετὰ χαρᾶς προσεδέξασθε, γινώσκοντες ἔχειν ὑμᾶς κρείσσονα ὕπαρξιν ἐν οὐρανοῖς καὶ μένουσαν. Καὶ πάλιν Θεσσαλονικεῦσιν ἐπιστέλλων ἔλεγεν· Ὑμεῖς γὰρ μιμηταὶ ἐγενήθητε, ἀδελφοὶ, τῶν Ἐκκλησιῶν τῶν οὐσῶν ἐν τῇ Ἰουδαίᾳ, ὅτι καὶ ὑμεῖς τὰ αὐτὰ ἐπάθετε ὑπὸ τῶν ἰδίων συμφυλετῶν, καθάπερ καὶ ἐκεῖνοι ὑπὸ τῶν Ἰουδαίων, τῶν καὶ τὸν Κύριον ἀποκτεινάντων, καὶ ἡμᾶς ἐκδιωξάντων, καὶ πᾶσιν ἀνθρώποις ἐναντίων. Καὶ Γαλάταις δὲ πάλιν γράφων ἔλεγε· Τοσαῦτα ἐπάθετε εἰκῆ, εἴ γε καὶ εἰκῆ. Καὶ τὰ αὐτοῦ δὲ πάθη διηγούμενος, ἔλεγε· Ἐν ὑπομονῇ πολλῇ, ἐν στενοχωρίᾳ, ἐν φυλακαῖς, ἐν κόποις, ἐν ἀγρυπνίαις, ἐν λιμῷ, ἐν δίψει καὶ γυμνότητι· καὶ πάλιν, Τεσσαράκοντα παρὰ μίαν ἔλαβον, τρὶς ἐῤῥαβδίσθην, ἅπαξ ἐλιθάσθην, νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα, κινδύνοις ποταμῶν, κινδύνοις λῃστῶν, κινδύνοις ἐκ γένους, κινδύνοις ἐν ἐρημίαις· καὶ πάλιν, Ἡ ἐπισύστασίς μου ἡ καθ' ἡμέραν, ἡ μέριμνα πασῶν τῶν Ἐκκλησιῶν· καὶ πάλιν, Ὁ ἐθνάρχης Ἀρέτα τοῦ βασιλέως ἐφρούρει τὴν Δαμασκηνῶν πόλιν πιάσαι με θέλων, καὶ διὰ θυρίδος ἐν σαργάνῃ ἐχαλάσθην διὰ τοῦ τείχους, καὶ ἐξέφυγον τὰς χεῖρας αὐτοῦ· καὶ πάλιν ἀλλαχοῦ· Ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς· καὶ ἑτέρωθι πάλιν, Δῴη ἔλεος ὁ Κύριος τῷ Ὀνησιφόρου οἴκῳ, ὅτι τὴν ἅλυσίν μου οὐκ ἐπῃσχύνθη, ἀλλὰ γενόμενος ἐν Ῥώμῃ σπουδαιότερον ἐζήτησέ με καὶ εὗρε.