# Homilia dicta in templo sanctae Anastasiae 4.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Homilia dicta in templo sanctae Anastasiae, Section 4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/homilia-dicta-in-templo-sanctae-anastasiae/4.1

Τί ἄν τις εἴποι τὰ τῶν ψευδαποστόλων, τὰ τῶν ψευδαδέλφων, τοὺς μυρίους καὶ πολυειδεῖς πολέμους; οὐ γὰρ δὴ μόνον αἱ τιμωρίαι καὶ αἱ κολάσεις ἐκινοῦντο, ἀλλὰ καὶ δεινότητες ῥητόρων, καὶ φιλοσόφων κατασκευαί· καὶ οὐ παρ' ἐκείνων δὲ μόνον, ἀλλὰ καὶ παρὰ ἀνθρώπων ἀγοραίων πολλὰ ᾔρετο μηχανήματα κατὰ τῆς Ἐκκλησίας· ἅπερ αἰνιττόμενος ἔλεγεν· Ἀλέξανδρος ὁ χαλκεὺς πολλά μοι κακὰ ἐνεδείξατο· ὃν καὶ σὺ φυλάττου· λίαν γὰρ ἀνθέστηκε τοῖς ἡμετέροις λόγοις. Ὥσπερ οὖν ἡ θάλαττα κυμάτων οὐκ ἔστι χωρίς· οὕτω καὶ ἡ Παύλου ψυχὴ πεπλήρωτο μυρίων πειρασμῶν, καθημερινῶν κινδύνων, ἔξωθεν, ἔσωθεν, διὰ ῥημάτων, διὰ πραγμάτων, διὰ χρημάτων, διὰ δόλων· καὶ οὐδεὶς παραστῆσαι δυνήσεται λόγος τὰ νέφη τῶν βελῶν ἐκείνων, τὰ πλήθη τῶν κυμάτων. Ἐπεὶ οὖν ἐν τούτοις τὰ πράγματα ἦν, οὐ [μόνον] τοῖς εἰρημένοις, ἀλλὰ καὶ πολλῷ πλείοσι, καὶ οὐ διδάσκαλοι μόνον, ἀλλὰ καὶ μαθηταὶ ἐκινδύνευον, καὶ οὐ μαθηταὶ μόνον, ἀλλὰ καὶ διδάσκαλοι (εἰ μὲν γὰρ θάτερον μέρος ἦν ἐν πειρασμῷ, τὸ δὲ λοιπὸν ἐν ἀδείᾳ ἔμελλε τοῦτο ἐκείνῳ παράκλησις γίνεσθαι· νυνὶ δὲ ἀμφότερα ἦν ἐν τῷ πολεμεῖσθαι καὶ βάλλεσθαι)· καὶ ταῦτα ὁρῶντες πολλοὶ τῶν ἀσθενεστέρων ἐξελύοντο, ἐνάρκων, ἀλύοντες διετέλουν, τὰ μὲν χρηστὰ τοῦ κηρύγματος ἐν ἐλπίσιν ὁρῶντες, βασιλείαν καὶ ἀνάστασιν καὶ ἀφθαρσίαν, τὰ δὲ λυπηρὰ ἐνταῦθα ἐν τῇ πείρᾳ καὶ ὑπομονῆ, τήγανα, καμίνους, δεσμωτήρια, πολέμους, ἔχθρας, ἀπεχθείας, θανάτους, κινδύνους, καὶ τοὺς διδασκάλους αὐτῶν νῦν μὲν ἐν δεσμωτηρίοις, νῦν δὲ ἐν ἀπαγωγαῖς [l. συναγωγαῖς], ὑβριζομένους, ἀπαγομένους; καὶ πανταχόθεν ἦσαν νέφη κακῶν, καὶ βαθεῖάν τινα νύκτα πειρασμῶν εἶχον, ἣ πάντας κατεῖχε καὶ θορυβεῖσθαι αὐτοὺς ἐποίει σφόδρα καὶ ταράττεσθαι· ὅρα πῶς διὰ μιᾶς λέξεως ἀνίστησιν αὐτῶν τὸ φρόνημα. Ποιεῖ μὲν γὰρ αὐτὸ καὶ ἄλλοθεν, ἐν ἑτέρᾳ ἐπιστολῇ λέγων· Διὸ τὰς παρειμένας χεῖρας καὶ τὰ παραλελυμένα γόνατα ἀνορθώσατε· οὐ περὶ γονάτων καὶ χειρῶν λέγων, ἀλλὰ περὶ λογισμῶν χωλευόντων τῷ πλήθει τῶν πειρασμῶν ἐκλυομένων. Εἶτα παραινέσας, καὶ παραμυθίαν εἰσάγει μεγίστην λέγων· Ἔτι γὰρ μικρὸν ὅσον ὅσον ὁ ἐρχόμενος ἥξει, καὶ οὐ χρονιεῖ. Ἀλλὰ ἐπειδὴ τοῦτο τέως ἐν ἐλπίσιν ἦν, καὶ ἑτέρως πάλιν αὐτοὺς προτρέπεται, οὐκ ἐξ ἀλλοτρίων, ἀλλ' ἐξ οἰκείων παραδειγμάτων εὐθυμοτέρους ποιῶν· Ἀναμιμνήσκεσθε γὰρ, φησὶ, τὰς πρότερον ἡμέρας, ἐν αἷς φωτισθέντες πολλὴν ἄθλησιν ὑπεμείνατε παθημάτων. Ὑμᾶς αὐτοὺς αἰσχύνθητε, τὰ ὑμέτερα κατορθώματα ἐντράπητε μὴ ἀνάξιον ἐπιδείξητε τῶν προοιμίων τὸ τέλος, οἴκοθεν δέχεσθε τὴν παράκλησιν. Παρακαλέσας τοίνυν καὶ οὕτω κἀκείνως, παρακαλεῖ καὶ διὰ τῆς λέξεως ταύτης. Πῶς καὶ τίνι τρόπῳ; Τὰ δεσμὰ καὶ τὴν ἅλυσιν βεβαίωσιν Εὐαγγελίου λέγων. Οὐ γὰρ δὴ μόνον ἀνιστάμενοι νεκροὶ, φησὶν, οὐδὲ λεπροὶ καθαιρόμενοι, οὐδὲ δαίμονες ἐλαυνόμενοι, ἀλλὰ καὶ ἡμεῖς δεσμούμενοι βεβαιοῦμεν τὸ Εὐαγγέλιον. Πῶς, εἰπέ μοι, καὶ τίνι τρόπῳ; καινὰ γὰρ τὰ εἰρημένα, καὶ αἰνίγματι τὰ πολλὰ ἔοικεν. Λοιπὸν ἄκουε πῶς· εἰ ἀδεῶς ἐκηρύττομεν, μηδὲν πάσχοντες ἀηδὲς μηδὲ δεινὸν, καὶ πολλοῖς τῶν βουλομένων ἡμᾶς διαβάλλειν ἔδοξεν ἂν ὕποπτον εἶναι τὸ κήρυγμα· νῦν δὲ ἐλαυνόμενοι, διωκόμενοι, τεμνόμενοι, καιόμενοι, κατακρημνιζόμενοι, μυρία πάσχοντες καὶ μὴ ἐνδιδόντες, ἀλλὰ προθυμότεροι ταύτῃ γινόμενοι, καὶ τοῖς σφόδρα ἀναισχυντεῖν βουλομένοις ἱκανὴν παρέχομεν ἀπόδειξιν τοῦ ἀληθείας εἶναι κήρυκας, καὶ θείαν τινὰ δύναμιν ἐν ἡμῖν εἶναι, καὶ πάντα ταῦτα ἐξευμαρίζουσαν, καὶ οὐκ ἐῶσαν τῶν πειρασμῶν τὸ πλῆθος περιγενέσθαι τῶν κηρυττόντων, καὶ ταῦτα ὀλίγων ὄντων, διὰ τοσούτων κρατῆσαι κωλυμάτων. Εἴ τις οὖν βούλοιτο σαφῆ λαμβάνειν ἀπόδειξιν τοῦ θείαν εἶναι δύναμιν τὴν ἡμῖν ἐνηχοῦσαν, τοὺς πειρασμοὺς λαμβανέτω, τοὺς κινδύνους, τὰς ἁλύσεις, τὰ δεσμωτήρια. Οὐ γὰρ ἐστὶν ἀνθρωπίνης δυνάμεως διὰ τοσούτων κρατῆσαι κρημνῶν, διὰ τοσούτων πλεῦσαι κυμάτων, διὰ τοσούτων χωρῆσαι βελῶν, ἀλλὰ θείας καὶ ἀμάχου ταῦτα ἰσχύος. Ὥστε βεβαίωσις τοῦ εὐαγγελίου ἡ ἅλυσις, οὐκ ἐκείνοις μόνον, ἀλλὰ καὶ ἡμῖν τοῖς πάσχουσι· δοκιμωτέρους γὰρ ἡμᾶς ἐργάζεται, ἰσχυροτέρους, μᾶλλον καταφρονεῖν ποιεῖ τῶν ἐπιβούλων. Διὸ καὶ ἔλεγεν, Ἡ θλῖψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμὴν, ἡ δὲ δοκιμὴ ἐλπίδα, ἡ δὲ ἐλπὶς οὐ καταισχύνει.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Homilia dicta in templo sanctae Anastasiae. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg176.local001/.
