Ancient Greek
Section 2
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Homilia dicta postquam reliquiae martyrum 2.1
Not analysed yet
Διὰ ταῦτα σκιρτῶ καὶ πέτομαι ὑπὸ τῆς ἡδονῆς, ὅτι τὴν ἔρημον πόλιν ἐποιήσατε, τὴν πόλιν κενώσαντες· ὅτι τὸν πλοῦτον ἡμῖν τῆς Ἐκκλησίας ὑπεδείξατε σήμερον. Ἰδοὺ πόσα πρόβατα, καὶ οὐδαμοῦ λύκος· πόσαι ἄμπελοι, καὶ οὐδαμοῦ ἄκανθα· πόσοι στάχυες, καὶ οὐδαμοῦ ζιζάνια. Θάλαττα ἀπὸ τῆς πόλεως μέχρι τοῦ παρόντος ἐξετάθη χωρίου, θάλαττα κυμάτων ἀπηλλαγμένη, ναυάγιον οὐκ ἔχουσα, σκοπέλων ἠλευθερωμένη· θάλαττα μέλιτος παντὸς γλυκυτέρα, τῶν ποτίμων ὑδάτων ποτιμωτέρα. Οὐκ ἄν τις ἁμάρτοι τὴν θάλατταν ταύτην καὶ ποταμὸν πυρὸς προσειπών· οὕτως αἱ λαμπάδες αἱ διὰ τῆς νυκτὸς αἱ πυκναὶ καὶ συνεχεῖς μέχρι τοῦ μαρτυρίου τούτου διαπαντὸς ἐκταθεῖσαι, πυρίνου ποταμοῦ φαντασίαν παρεῖχον τοῖς ὁρῶσι. Καὶ ταῦτα μὲν ἐν τῇ νυκτί· τῆς δὲ ἡμέρας φανείσης ἕτεραι λαμπάδες πάλιν ἐφαίνοντο· ἐκείνας μὲν γὰρ ὁ ἥλιος ἀνίσχων ἔκρυπτε καὶ ἀμαυροτέρας ἐτίθει, τὰς δὲ ἐν τῇ ἑκάστου διανοίᾳ φαιδροτέρας ἐδείκνυ· τοῦ γὰρ πυρὸς ἐκείνου τοῦ φαινομένου θερμότερον τὸ τῆς προθυμίας τῆς ὑμετέρας ἦν· καὶ ἕκαστος διπλῆν ἔφερε λαμπάδα, τὴν τοῦ πυρὸς ἐν τῇ νυκτὶ, τὴν τῆς προθυμίας καὶ ἐν τῇ νυκτὶ καὶ ἐν τῇ ἡμέρᾳ· μᾶλλον δὲ οὐδὲ νύκτα λοιπὸν ἐκείνην καλῶ· πρὸς γὰρ τὴν ἡμέραν ἡμιλλᾶτο, τοὺς υἱοὺς τοῦ φωτὸς ὑμᾶς περιφέρουσα, καὶ μυρίων ἀστέρων καὶ ἑωσφόρου λαμπροτέρους ἀποφαίνουσα. Ὥσπερ γὰρ καὶ τὴν ἡμέραν νύκτα ποιοῦσιν οἱ μεθύοντες, οὕτω καὶ τὴν νύκτα ἡμέραν ἐργάζονται οἱ παννυχεύοντες καὶ ἐγρηγορότες. Διὰ δὴ τοῦτο διὰ πάσης νυκτὸς ἐκεῖνο τὸ προφητικὸν ᾖδον· Νὺξ φωτισμὸς ἐν τῇ τρυφῇ μου· καὶ ὅτι σκότος οὐ σκοτισθήσεται ἀπὸ σοῦ· καὶ νὺξ ὡς ἡμέρα φωτισθήσεται· ὡς τὸ σκότος αὐτῆς, οὕτω καὶ τὸ φῶς αὐτῆς. Ποίας γὰρ ἡμέρας οὐ γέγονε φαιδροτέρα ἡ νὺξ αὕτη, ἐν τοσαύτῃ χαρᾶς ὑπερβολῇ σκιρτώντων ἁπάντων, χαρὰν ἐχόντων πνευματικὴν, τοσούτων ἐκχυθέντων δήμων, καὶ τὴν ὁδὸν καὶ τὴν ἀγορὰν ἐπικλυσάντων; Οὐδὲ γὰρ ἦν ἔδαφος γυμνὸν ἰδεῖν, ἀλλὰ πᾶσαν τὴν ὁδὸν σώμασιν ἀνθρωπίνοις καλύψαντες, μίαν σειράν τινα χρυσῆν καὶ συνεχῆ, καὶ ποταμὸν ἕνα πολλῷ τῷ ῥοθίῳ φερόμενον διὰ πάσης ἐδείξατε τῆς ὁδοιπορίας· καὶ ἄνω μὲν εἰς τὸν οὐρανὸν ἀναβλέποντες ἑωρῶμεν σελήνην καὶ ἀστέρας ἐν μέσῳ, κάτω δὲ τῶν πιστῶν τὸ πλῆθος, καὶ τῆς σελήνης λαμπρότερον ἐν τῷ μέσῳ τὴν βασιλίδα φερομένην. Ὥσπερ γὰρ οἱ ἀστέρες οἱ κάτω ἀμείνους τῶν ἄνω· οὕτω καὶ αὕτη πολὺ φαιδροτέρα ἐκείνης. Τί γάρ; τοσοῦτον σελήνη, ὅσον ψυχὴ ἐν ἀξιώματι τοσούτῳ τοσαύτῃ κατακοσμουμένη πίστει; Τί ἄν τις αὐτῆς ἀγάσαιτο πρότερον, τὸν ζῆλον τὸν πυρὸς θερμότερον, τὴν πίστιν τὴν ἀδάμαντος στεῤῥοτέραν, τὴν συντριβὴν τῆς διανοίας καὶ τὴν ταπεινοφροσύνην, δι' ἧς πάντας ἀπέκρυψε, βασιλείαν μὲν καὶ διαδήματα καὶ τὸν ἐντεῦθεν ἅπαντα τῦφον μετὰ πολλῆς ῥίψασα τῆς περιουσίας, ἐνδυσαμένη δὲ τὴν τῆς ταπεινοφροσύνης στολὴν ἀντὶ τῆς πορφυρίδος, καὶ διὰ ταύτης λάμψασα μειζόνως; Βασιλίδες μὲν γὰρ πολλαὶ πολλάκις ἐγένοντο, αἳ τῆς στολῆς αὐτῆς καὶ τῶν διαδημάτων ἐκοινώνησαν μόνον, καὶ τῆς δόξης τῆς βασιλικῆς· ταύτης δὲ μόνης οὗτος ἐξαίρετος ὁ κόσμος ἐγένετο, καὶ τοῦτο μόνης αὐτῆς τὸ τρόπαιον Μάρτυρας γὰρ μόνη βασιλίδων αὕτη μετὰ τοσαύτης προέπεμψε τιμῆς, μετὰ τοσαύτης σπουδῆς καὶ εὐλαβείας, ἀναμιγνυμένη τῷ πλήθει, καὶ τὴν δορυφορίαν ἅπασαν περικόψασα, καὶ τὴν ἀνωμαλίαν τοῦ βίου ὅλην σχεδὸν μετὰ πολλῆς ἀπελάσασα τῆς ὑπερβολῆς. Διά τοι τοῦτο τῶν μαρτύρων οὐκ ἔλαττον τὸν δῆμον ὠφέλησεν. Ὥσπερ γὰρ πρὸς τὰ λείψανα πάντες ἑώρων, οὕτω καὶ πρὸς τὴν ταύτης προσεδρείαν ἐκεχήνεσαν καὶ πλούσιοι καὶ πένητες, ἀπρὶξ αὐτὴν ἐχομένην τῶν ὀστῶν διὰ τοσαύτης ὁρῶντες ὁδοιπορίας, οὐδὲ ἀποκάμνουσαν οὐδὲ ἀπαγορεύουσαν, ἀλλ' ἐξηρτημένην λάρνακος. Διὰ ταῦτά σε μακαρίζοντες οὐ παυόμεθα, οὐχ ἡμεῖς δὲ μόνοι, ἀλλὰ καὶ αἱ γενεαὶ μετὰ ταῦτα πᾶσαι.