# Homilia dicta praesente imperatore 1.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Homilia dicta praesente imperatore, Section 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/homilia-dicta-praesente-imperatore/1.1

Εὐλογητὸς ὁ Θεὸς, ἡλίκαι τῶν μαρτύρων αἱ δυνάμεις· χθὲς ἡμῖν τὴν πόλιν ὁλόκληρον μετὰ τῆς βασιλίδος, σήμερον τὸν βασιλέα μετὰ τοῦ στρατοπέδου ἐνταῦθα εἵλκυσαν μετὰ πολλῆς τῆς εὐλαβείας, οὐ δεσμὰ περιθέντες, ἀλλὰ τῆς ἀγάπης τὴν ἅλυσιν, ἅλυσιν μηδέποτε διακοπτομένην. Τὸ γὰρ δὴ θαυμαστὸν τοῦτό ἐστιν, οὐχ ὅτι παραγέγονε βασιλεὺς, ἀλλ' ὅτι μετὰ πολλῆς προθυμίας, οὐκ ἀνάγκῃ, ἀλλὰ γνώμῃ, οὐ χάριν διδοὺς, ἀλλὰ χάριν λαμβάνων· καὶ ὁ πάντας εὐεργετῶν τοὺς κατὰ τὴν οἰκουμένην, ἦλθεν εὐεργεσίας ἀπολαύσων παρὰ τῶν ἁγίων τούτων, καὶ τὰ μέγιστα καρπωσόμενος ἀγαθά. Διά τοι τοῦτο καὶ αὐτὸς τὸ διάδημα, καὶ οἱ δορυφόροι πάντες, οἱ μὲν τὰς ἀσπίδας, οἱ δὲ τὰ δόρατα ἀποθέμενοι, καὶ τὴν φαντασίαν ἐκείνην ἀφέντες, μετὰ κατεσταλμένης παρεγένοντο διανοίας ἅπαντες, ὡς ἀπὸ γῆς εἰς τὸν οὐρανὸν εἰσιόντες, ἔνθα ἀξιώματα καὶ περιφάνεια καὶ πᾶσα αὕτη ἡ σκηνὴ τῶν ἀξιωμάτων ἐκποδὼν, βίου δὲ ἐπίδειξις διαλάμπει μόνον καὶ ἀρετῆς καρποί. Εἰ δὲ ἐνταῦθα τοσαύτη τῶν μαρτύρων ἡ δύναμις, ἐννόησον ἐν οὐρανοῖς ἡλίκη· εἰ ἐν τῷ καιρῷ τῶν ἀγώνων καὶ τῶν παλαισμάτων τοιαῦται αὐτῶν αἱ τιμαὶ, ἐν τῷ καιρῷ τῆς ἀντιδόσεως ἡλίκα ἔσται τὰ βραβεῖα; Καὶ γὰρ καὶ τὰ ἡμέτερα οὐ μέχρι τοῦ παρόντος καταλύει, ἀλλὰ πρὸς ἑτέραν ἀμείνω ζωὴν τῆς παρούσης ὁδεύομεν, καὶ πρὸς μακροτέρας βαδίζομεν ἐλπίδας καὶ ἀγαθῶν ἀπόλαυσιν ἀθάνατον οὐκ ἐχόντων τέλος. Εἰς δύο γὰρ τούτους αἰῶνας τὴν ζωὴν ἡμῶν διεῖλεν ὁ Θεὸς, καὶ τὸν μὲν παρόντα ἐπίπονον ἐποίησε, τὸν δὲ μέλλοντα ἡδὺν καὶ ἀκήρατον, ἵνα ὀλίγα πονήσαντες ἐνταῦθα, τῶν ἀκηράτων ἀπολαύσωμεν ἐκεῖ στεφάνων. Ἐβούλετο μὲν γὰρ καὶ ἐκ προοιμίων εὐθέως ἐπ' ἐκείνην ἡμᾶς ἀγαγεῖν τὴν ζωὴν, ἀλλ' ἡμεῖς οὐκ εἰάσαμεν, τῇ ῥᾳθυμίᾳ πολλὴν ἐργασάμενοι τὴν ἀναβολὴν καὶ διὰ τῆς ἀγνωμοσύνης κατασκευάσαντες τὴν μέλλησιν ταύτην τὴν μακράν. Καὶ τοῦτο ἐκ τῶν ἐξ ἀρχῆς ἡμῖν γενομένων πειράσομαι ποιῆσαι δῆλον. Καὶ γὰρ τοιοῦτος ὁ Θεός· ὅταν μέλλῃ τι παρέχειν ἡμῖν χρηστὸν, κἂν ἀνάξιοι φαινώμεθα τῆς αὐτοῦ φιλοτιμίας, ὅμως ἐνδείκνυται διὰ πάντων ὅτι αὐτὸς μὲν ἐβούλετο, παρὰ δὲ τὴν ἡμετέραν ῥᾳθυμίαν τὸ ἐκπεσεῖν ὧν ἐβούλετο γέγονε. Τοῦτο δὴ καὶ ἐξ ἀρχῆς ἐποίησε. Πλάττων γὰρ τὸν ἄνθρωπον, εὐθέως οὐ μετὰ πόνων, οὐ μετὰ ταλαιπωρίας, οὐ μετὰ λύπης αὐτὸν ἔπλασεν, οὐ θνητὸν εἰργάσατο, ἀλλὰ καὶ ἀθυμίας καὶ ἱδρώτων καὶ θανάτου τέως ἐκτὸς ἦν. Οὐ γὰρ ἂν, εἴπερ ἐξ ἀρχῆς αὐτῷ ταῦτα συνεκλήρωσεν, ὕστερον μετὰ τὴν παράβασιν ἐν τάξει κολάσεως καὶ τιμωρίας τούτοις ἂν αὐτὸν κατεδίκασε. Γενόμενος τοίνυν τούτων χωρὶς, ὑπὲρ τὸν ἥλιον αὐτὸν ἔλαμπε, γυμνὸς μὲν ἱματίων ὢν, δόξῃ δὲ περιβεβλημένος. Καὶ γὰρ καὶ τοῦτο τῆς μακαριότητος αὐτοῦ μέγιστον ἦν σημεῖον, τὸ μήτε ἱματίων δεῖσθαι, μὴ σκέπης, μὴ ἄλλης τινὸς τοιαύτης περιβολῆς, ἀλλ' ἔχειν σῶμα τῆς χρείας τῆς ἀπὸ τούτων ἀνώτερον. Οὐ ταύτῃ δὲ μόνον μακάριος ἦν, ἀλλ' ὅτι καὶ πρὸ τούτου τῆς πρὸς Θεὸν ἀπέλαυεν ὁμιλίας, καὶ τῇ παῤῥησίᾳ τῇ πρὸς αὐτὸν ἐνετρύφα. Καὶ ἄγγελοι μὲν ἔτρεμον, καὶ τὰ Χερουβεὶμ καὶ τὰ Σεραφεὶμ οὐδὲ ἀντιβλέψαι ἐτόλμων· αὐτὸς δὲ ὡσανεὶ φίλος φίλῳ διελέγετο. Καὶ γὰρ ἡνίκα τὰ τῶν ἀλόγων ἐποίησε γένη, πρὸς αὐτὸν ἤγαγε, καὶ τὰ ὀνόματα πᾶσιν αὐτὸς ἐπέθηκε, καὶ ἔμεινεν ἀκίνητα τὰ ὀνόματα. Καὶ γὰρ καὶ τοῦτο μέγιστον τῆς τοῦ Θεοῦ τιμῆς τεκμήριον, οὐχ ὅτι αὐτῷ τὰ ὀνόματα ἐπιθεῖναι ἐκέλευσεν, ἀλλ' ὅτι, τοῦ ἀνθρώπου τὸν δοθέντα αὐτῷ νόμον κινήσαντος, ὁ Θεὸς τὴν τιμὴν, ἣν ἔδωκεν αὐτῷ πρὸ τοῦ νόμου, οὐκ ἐκίνησεν, ἀλλὰ Πᾶν ὃ ἐκάλεσεν Ἀδὰμ, τοῦτο ὄνομα αὐτῷ. Εἶδες πῶς οὐδὲν τῆς παρούσης ἐκεῖ ζωῆς σύμβολον; οὐ τέχνας, οὐκ ἐμπορίας, οὐκ οἰκοδομὰς, οὐκ ἐνδύματα, οὐχ ὑποδήματα, οὐ στέγην, οὐ τράπεζαν, οὐ πόνον, οὐ λύπην, οὐ θάνατον, οὐ τὸν τῶν ἄλλων παθῶν ἑσμὸν, ἀλλὰ λαμπρὰ τὰ προοίμια, καὶ φαιδρὰ τὰ προπύλαια, καὶ τὴν ἀρχὴν ἐπὶ βελτίονα ζωὴν ὁδεύουσαν. Ἀλλ' οὐκ εἴασεν ὁ Ἀδὰμ, ῥᾳθυμίᾳ ἀφάτῳ τῶν ἐπιταχθέντων ὑπερβὰς τοὺς ὅρους, καὶ μηδὲ ἑνὸς ἀποσχέσθαι καρτερήσας ξύλου· ἀλλ' ὅμως καὶ οὕτω πολλὴ ἡ τοῦ Θεοῦ φιλανθρωπία δείκνυται. Καὶ γὰρ ἔθος τῷ Θεῷ τοιοῦτον, ὅταν τινὸς ἐκπέσωμεν διὰ ῥᾳθυμίαν, μὴ πρότερον ἀφίστασθαι πάντα ποιοῦντα καὶ πραγματευόμενον, ἕως ἂν ἡμᾶς ἐπὶ πολλῷ μείζονα ὧν ἐξεπέσαμεν ἐπαναγάγῃ· ὃ δὴ καὶ τότε συνέβη. Ἐξεπέσαμεν γὰρ παραδείσου, καὶ ἐλάβομεν οὐρανόν· διὸ καὶ μείζων τῆς ζημίας ἡ πραγματεία γέγονε. Ἀλλ' οὐκ εὐθέως εἰλήφαμεν· καὶ τοῦτο τῆς αὐτοῦ κηδεμονίας. Ἐπειδὴ γὰρ εἶπεν ὁ ἐχθρὸς, ὅτι Ἔσεσθε ὡς θεοὶ, καὶ ταύταις αὐτοὺς ἐφύσησε ταῖς ἐλπίσι, καὶ ἰσοθεΐαν προσδοκῆσαι παρεσκεύασε, καὶ εἰς ἀπόνοιαν ἤλειψε, καὶ μείζονα τῆς οἰκείας φύσεως λαβεῖν ἔννοιαν ἐποίησεν· ἐκ πολλοῦ τοῦ περιόντος τὸ ἕλκος τοῦτο θεραπεύων, εὐθέως ἀφίησιν ἐγχρονίσαι τῷ θανάτῳ, ὥστε τῇ πείρᾳ μαθεῖν τοῦ διαβόλου τὴν συμβουλὴν, καὶ παιδευθεῖσαν καλῶς τὴν ψυχὴν μετριάζειν, τότε ἀθάνατον ἀπολαβεῖν τὸ σῶμα. Τέως μέντοι τοῦ θανάτου τὸν φόβον ἐνακμάζειν ἠβούλετο τῇ διανοίᾳ, καὶ φοβερὸν τὸ πρᾶγμα φαίνεσθαι.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Homilia dicta praesente imperatore. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg170.local001/.
