Ancient Greek
Section 4
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Homilia dicta praesente imperatore 4.1
Not analysed yet
Ἀλλ' ἐν προοιμίοις μὲν ἀμυδρῶς ταῦτα ἐγένετο· τῆς τε γὰρ ἀναστάσεως ἡ ἐλπὶς ὡς ἐν αἰνίγματι παρεδείκνυτο ἡμῖν διὰ τοῦ Ἐνὼχ, τοῦ τε θανάτου ἡ κατάλυσις διὰ τοῦ Ἄβελ· ἀμφότερα δὲ ταῦτα σαφῶς καὶ δήλως καὶ ὁλοσχερῶς καὶ ἐν ἀληθείᾳ διὰ τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ γέγονεν. Ὅθεν δὴ καὶ δῆμοι μαρτύρων ἡμῖν ἐβλάστησαν, τοῦ θανάτου καταλυθέντος, τῆς δὲ ἀναστάσεως λαμπούσης. Διὰ τοῦτο καὶ ὁ παρὼν ἐπίπονος γέγονε βίος καὶ πολλῶν ἱδρώτων γέμων, ἵνα κἀντεῦθεν οἱ παχύτεροι τῶν ἀνθρώπων καὶ τοῖς παροῦσιν ἐμφιλοχωροῦντες ὠθούμενοι, καὶ πρὸς τὸ ἐπαχθὲς τῆς ζωῆς ταύτης ναρκῶντες, φεύγωσι μὲν ἡδονὰς καὶ τὴν πρὸς τὸν παρόντα βίον συμπάθειαν, πρὸς δὲ τὸν τῶν οὐρανῶν τρέχωσιν ἔρωτα, καὶ πρὸς ἐκείνην ἐπείγωνται τὴν ἡμέραν. Ὁ μὲν γὰρ φιλόσοφος καὶ ὑψηλὸς οὐ δεήσεται τῆς ἐντεῦθεν παραινέσεως, ἀλλ' ἐννοήσας ἡλίκον ἐστὶ βασιλεία οὐρανῶν, μᾶλλον δὲ πρὸ τῆς βασιλείας τῷ Θεῷ συγγίνεσθαι καὶ μετὰ Χριστοῦ εἶναι (τοῦτο γὰρ βασιλείας ἁπάσης μεῖζον), οὐδενὸς αἰσθήσεται τῶν παρόντων ἡδέων, ἀλλ' ἀτιμάσει ταῦτα, τῆς σκιᾶς αὐτὰ μᾶλλον παρατρέχων. Ἐπειδὴ δὲ πολλοὶ τῇ σαρκὶ δουλεύοντες, καὶ ὑπὸ τῆς τυραννίδος τῶν βιωτικῶν κατεχόμενοι, καθάπερ τὰ φωλεύοντα τῶν θηρίων, ἐμφιλοχωροῦσιν αὐτοῖς· διακόπτων αὐτῶν τὴν πρὸς ταῦτα συμπάθειαν, συνεκλήρωσεν αὐτοῖς πολλὰ τὰ λυπηρὰ, καὶ φόβους καὶ μερίμνας καὶ φροντίδας καὶ ἀγωνίας καὶ κινδύνους καὶ δειλίαν, καὶ τὸν πολὺν τῶν σωματικῶν παθῶν ἑσμὸν, καὶ τὴν ἀπὸ τῶν σωμάτων πολιορκίαν, καὶ ἕτερα πολλὰ, ἅπερ εἰπεῖν οὐκ ἔνι τῷ λόγῳ· ἵνα κἂν τὸ νέφος τῶν κακῶν τούτων φρίττοντες, ἐπιθυμήσωσιν εἰς τὸν ἀκύμαντον καταπλεῦσαι λιμένα. καὶ τῆς γαλήνης ἀπολαύειν τῆς διηνεκοῦς, τῆς οὐκ ἀναμεμιγμένα τοῖς ἀγαθοῖς τὰ κακὰ ἐχούσης, ἀλλὰ καθαρὰ τὰ ἀγαθὰ, τὰ ὄντως ἀγαθά. Τὰ μὲν γὰρ ἐνταῦθα δοκοῦντα εἶναι καλὰ, οἷον πλοῦτος καὶ δόξα καὶ δυναστεία, ὀνόματα μέν ἐστι καλῶν καὶ τοῖς ἐναντίοις ἀναμεμιγμένα· τὰ δὲ ἐκεῖ εἰλικρινῆ καὶ καθαρὰ, οὐκ ἐν ὀνόμασιν, ἀλλ' ἐν πράγμασι τὴν μακαριότητα ἔχοντα. Ἵν' οὖν τούτων ἐπιτύχωμεν, ζηλώσωμεν τῶν μαρτύρων τὴν ἀρετὴν, τὴν ἀνδρείαν, τὸν ζῆλον, τὴν πίστιν, τὴν τῶν παρόντων ὑπεροψίαν, τὴν τῶν μελλόντων ἐπιθυμίαν. Ἔστι γὰρ ταῦτα καὶ χωρὶς διωγμοῦ πάντα κατορθοῦν. Κἂν γὰρ πυρὰ μὴ προκέηται, ἀλλ' ἐπιθυμία πρόσεστι σφοδροτέρα· κἂν ὀδόντες θηρίων μὴ ὦσιν, ἀλλὰ θηρίου χαλεπώτερος ἐπίκειται θυμός· κἂν δήμιοι μὴ παρεστήκοιεν πλευρὰς καταξαίνοντες, ἀλλὰ φθόνος ἔγκειται δημίου παντὸς χαλεπώτερον κατεσθίων τὴν διάνοιαν. Δεῖ τοίνυν ἡμᾶς πρὸς τὰ πάθη ταῦτα ἀποδυσαμένους, καὶ τὴν ἀπὸ τῶν φιλοσόφων λογισμῶν ἰσχὺν αὐτοῖς ἐπιτειχίσαντας, οὕτω τὸν παρόντα διανύειν βίον, καὶ πᾶσαν τὴν ζωὴν ἐναγωνίους εἶναι· ἵνα ὀλίγον χρόνον πονήσαντες, διηνεκῶς στεφανωθῶμεν, καὶ τῶν ἀκηράτων ἀπολαύσωμεν ἀγαθῶν, καὶ πάντοτε σὺν Κυρίῳ ὄντες, καὶ τῆς συνουσίας ἐκείνης ἀπολαύοντες τῆς πάντα ὑπερβαινούσης λόγον καὶ διάνοιαν· ἧς γένοιτο πάντας ἡμᾶς μετασχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.