Ancient Greek · ~18 min
Οὗτοι μὲν οὖν ἐκπεμφθέντες ὑπὸ τοῦ Πνεύματος τοῦ ἁγίου κατῆλθον εἰς Σελεύκειαν, κἀκεῖθεν ἀπέπλευσαν εἰς τὴν Κύπρον. Καὶ γενόμενοι ἐν Σαλαμῖνι, κατήγγειλαν τὸν λόγον τοῦ Θεοῦ ἐν ταῖς συναγωγαῖς τῶν Ἰουδαίων. Εἶχον δὲ καὶ Ἰωάννην ὑπηρέτην.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Acta apostolorum (homiliae 1-55) 1.1-28
Not analysed yet
Ἅμα χειροτονηθέντες ἐξῆλθον, καὶ εἰς Κύπρον ἀπέπλευσαν, ἅτε οὐκ οὔσης ἐπιβουλῆς ἐκεῖ, καὶ τοῦ λόγου κατασπαρέντος ἤδη. Ἐν Ἀντιοχείᾳ μὲν γὰρ ἦσαν ἱκανοί· καὶ ἡ Φοινίκη δὲ πλησίον τῆς Παλαιστίνης ἦν, Κύπρος δὲ οὐχί. Λοιπὸν μὴ ζήτει, διά τί; ὅταν Πνεύματι κινῶνται· οὐ γὰρ δὴ ἐχειροτονήθησαν Πνεύματι μόνον, ἀλλὰ καὶ ἐξεπέμφθησαν. Καὶ γενόμενοι ἐν Σαλαμῖνι κατήγγελλον τὸν λόγον τοῦ Θεοῦ ἐν ταῖς συναγωγαῖς τῶν Ἰουδαίων. Ὁρᾷς πᾶσαν σπουδὴν ποιουμένους αὐτοὺς ἐκείνοις καταγγέλλειν τὸν λόγον πρώτοις, ἵνα μὴ φιλονεικοτέρους ἐργάσωνται; Καὶ ἐκεῖνοι οὐκ ἐλάλουν εἰ μὴ Ἰουδαίοις μόνοις, καὶ οὗτοι εἰς τὰς συναγωγὰς ἀπῄεσαν. Διελθόντες δὲ τὴν νῆσον ὅλην ἄχρι Πάφου, εὗρον ἄνδρα τινὰ μάγον ψευδοπροφήτην Ἰουδαῖον, ᾧ ὄνομα Βὰρ Ἰησοῦς, ὃς ἦν σὺν τῷ ἀνθυπάτῳ Σεργίῳ Παύλῳ, ἀνδρὶ συνετῷ· ὃς προσκαλεσάμενος Βαρνάβαν καὶ Σαῦλον, ἐπεζήτησεν ἀκοῦσαι τὸν λόγον τοῦ Θεοῦ. Ἀνθίστατο δὲ αὐτοῖς Ἐλύμας ὁ μάγος (οὕτω γὰρ μεθερμηνεύεται τὸ ὄνομα αὐτοῦ), ζητῶν διαστρέψαι τὸν ἀνθύπατον ἀπὸ τῆς πίστεως. Πάλιν μάγος Ἰουδαῖος, καθάπερ Σίμων. Καὶ ὅρα τοῦτον, ὅτε μὲν τοῖς ἄλλοις ἐκήρυττον, οὐ σφόδρα ἀγανακτοῦντα· ἐπειδὴ δὲ τῷ ἀνθυπάτῳ προσῄεσαν, τότε. Τὸ δὲ θαυμαστὸν τοῦ ἀνθυπάτου, ὅτι καὶ προκατειλημμένος τῇ μαγείᾳ ἐκείνου, ἤθελεν ἀκοῦσαι τῶν ἀποστόλων. Οὕτω καὶ οἱ Σαμαρεῖται ἐποίησαν, καὶ ἀπὸ συγκρίσεως ἡ νίκη φαίνεται, τῆς μαγείας ἁλισκομένης. Πανταχοῦ ἡ κενοδοξία καὶ ἡ φιλαρχία αἴτιαι τῶν κακῶν. Σαῦλος δὲ ὁ καὶ Παῦλος, πλησθεὶς Πνεύματος ἁγίου, ἀτενίσας εἰς αὐτὸν εἶπεν· Ὢ πλήρης παντὸς δόλου καὶ πάσης ῥᾳδιουργίας, υἱὲ διαβόλου, ἐχθρὲ πάσης δικαιοσύνης, οὐ παύσῃ διαστρέφων τὰς ὁδοὺς Κυρίου τὰς εὐθείας; Καὶ νῦν ἰδοὺ χεὶρ Κυρίου ἐπὶ σὲ, καὶ ἔσῃ τυφλὸς, μὴ βλέπων τὸν ἥλιον ἄχρι καιροῦ. Ἐνταῦθα τὸ ὄνομα αὐτοῦ ἀμείβεται μετὰ τῆς χειροτονίας, ὅπερ καὶ ἐπὶ τοῦ Πέτρου γεγένηται. Καὶ ὅρα, οὐχ ὕβρις τὸ πρᾶγμά ἐστιν, ἀλλὰ κατάπληξις. Τοὺς γὰρ ἰταμοὺς καὶ ἀναισχύντους οὕτω δεῖ καταπλήττεσθαι. Ὢ πλήρης παντὸς δόλου, φησὶ, καὶ πάσης ῥᾳδιουργίας. υἱὲ διαβόλου, ἐχθρὲ πάσης δικαιοσύνης. Ἐνταῦθα αὐτοῦ ἀποκαλύπτει τὰ ἐν τῇ διανοίᾳ, προσχήματι σωτηρίας ἀπολλύντι τὸν ἀνθύπατον. Οὐ παύσῃ, φησὶ, διαστρέφων τὰς ὁδοὺς Κυρίου; Καὶ ἀξιοπίστως, Οὐχ ἡμῖν πολεμεῖς, φησὶν, οὐδὲ μάχῃ, ἀλλὰ τὰς ὁδοὺς Κυρίου διαστρέφεις τὰς εὐθείας, καὶ μετ' ἐγκωμίου. Καὶ νῦν ἰδοὺ χεὶρ Κυρίου ἐπὶ σὲ, καὶ ἔσῃ τυφλός· ᾯ αὐτὸς προσήχθη σημείῳ, τούτῳ καὶ τοῦτον ἠβουλήθη προσαγαγεῖν. Καὶ τὸ, Ἄχρι καιροῦ δὲ, οὐ κολάζοντος ἦν τὸ ῥῆμα, ἀλλ' ἐπιστρέφοντος. Εἰ γὰρ κολάζοντος ἦν, διαπαντὸς ἂν αὐτὸν ἐποίησε τυφλόν· νῦν δὲ οὐ τοῦτο, ἀλλὰ πρὸς καιρὸν, ἵνα τὸν ἀνθύπατον κερδάνῃ. Παραχρῆμα δὲ ἐπέπεσεν ἐπ' αὐτὸν ἀχλὺς καὶ σκότος, καὶ περιάγων ἐζήτει χειραγωγούς. Τότε ἰδὼν ὁ ἀνθύπατος τὸ γεγονὸς, ἐπίστευσεν, ἐκπληττόμενος ἐπὶ τῇ διδαχῇ τοῦ Κυρίου. Εἰκότως· τὸν γὰρ προκατειλημμένον τῇ μαγείᾳ ταύτῃ τῇ τιμωρίᾳ παιδεῦσαι ἐχρῆν. Οὕτω καὶ οἱ ἐν Αἰγύπτῳ μάγοι ὑπὸ τῶν φλυκτίδων τὸ πρὶν ἐπαιδεύοντο. Ὅρα δὲ αὐτοὺς οὐκ ἐγχρονίζοντας αὐτόθι, ἅτε τοῦ ἀνθυπάτου λοιπὸν πιστεύσαντος, οὐδὲ μαλακισθέντας τῇ κολακείᾳ καὶ τῇ τιμῇ, ἀλλ' εὐθέως τοῦ ἔργου ἐχομένους, καὶ εἰς τὴν ἀντιπέραν χώραν ὁρμῶντας. Ἀναχθέντες δὲ ἀπὸ τῆς Κύπρου οἱ περὶ Παῦλον, ἦλθον εἰς Πέργην τῆς Παμφυλίας. Ἰωάννης δὲ ἀποχωρήσας ἀπ' αὐτῶν ὑπέστρεψεν εἰς Ἱεροσόλυμα. Αὐτοὶ δὲ διελθόντες ἀπὸ τῆς Πέργης παρεγένοντο εἰς Ἀντιόχειαν τῆς Πισιδίας καὶ εἰσελθόντες εἰς τὴν συναγωγὴν τῇ ἡμέρᾳ τῶν σαββάτων ἐκάθισαν. Πάλιν εἰς τὰς συναγωγὰς ἐν σχήματι Ἰουδαίων εἰσῄεσαν, ὥστε μὴ πολεμεῖσθαι μηδὲ ἐλαύνεσθαι, καὶ οὕτω τὸ πᾶν κατώρθουν. Μετὰ δὲ τὴν ἀνάγνωσιν τοῦ νόμου καὶ τῶν προφητῶν, ἀπέστειλαν οἱ ἀρχισυνάγωγοι πρὸς αὐτοὺς λέγοντες· Ἄνδρες ἀδελφοὶ, εἰ ἔστι λόγος ἐν ὑμῖν παρακλήσεως πρὸς τὸν λαὸν, λέγετε. Λοιπὸν ἐντεῦθεν τὰ κατὰ Παῦλον μανθάνομεν, οὐ μικρὰ περὶ τοῦ Πέτρου μαθόντες ἐν τοῖς πρῴην εἰρημένοις. Ἀλλ' ἴδωμεν ἄνωθεν τὰ εἰρημένα. Καὶ γενόμενοι, φησὶν, ἐν Σαλαμῖνι, κατήγγελλον τὸν λόγον τοῦ Θεοῦ τῇ μητροπόλει τῆς Κύπρου. Ἐποίησαν ἐνιαυτὸν ἐν Ἀντιοχείᾳ. Ἔδει κἀκεῖ ἀπελθεῖν, καὶ μὴ διαπαντὸς ἐνθάδε καθῆσθαι· ἔδει μειζόνων αὐτοῖς διδασκάλων. Ὅρα πῶς καὶ ἐν Σελευκείᾳ οὐ διατρίβουσιν, εἰδότες, ὅτι ἀπὸ τῆς γείτονος πόλεως ἐκαρπώσαντο ἂν πολλὴν τὴν ὠφέλειαν, ἀλλὰ πρὸς τὰ κατεπείγοντα σπεύδουσι καὶ ἐκεῖ. Πρὸς γὰρ τὴν μητρόπολιν ἐλθόντες τῆς νήσου, τὸν ἀνθύπατον ἔσπευδον διορθῶσαι. Ὅτι δὲ οὐ κολακείας ἦν τὸ λέγειν, Συνῆν τῷ ἀνθυπάτῳ, ἀνδρὶ συνετῷ, ἀπὸ τοῦ πράγματος μάνθανε, πῶς οὐκ ἐδεήθη λόγων πολλῶν, πῶς ἠθέλησεν αὐτῶν ἀκοῦσαι. Καὶ τὰ ὀνόματα δὲ καταλέγει τῶν πόλεων· δεικνὺς, ὅτι ἐπειδὴ προσφάτως τὸν λόγον ἐδέξαντο, χρεία ἦν ἐπιστηρίζεσθαι τῇ πίστει ἐμμένειν· διὸ καὶ συνεχῶς αὐταῖς ἐφίσταντο. Ὅρα ὅτι οὐδὲν πρὸς τὸν μάγον εἶπεν, ἕως ἐκεῖνος ἀφορμὴν ἔδωκεν· ἀλλὰ τὸν λόγον τοῦ Κυρίου μόνον κατήγγελλον. Ἐπειδὴ γὰρ τοὺς ἄλλους ἑώρα προσέχοντας, αὐτὸς πρὸς ἓν τοῦτο ἐσκόπει, ὥστε ἐκεῖνον μὴ πεισθῆναι. Καὶ διὰ τί μὴ ἕτερον σημεῖον ἐποίησεν; Ὅτι οὐκ ἦν τούτου ἴσον, τοῦ τὸν ἐχθρὸν ἑλεῖν.