Ancient Greek · ~18 min
Μετὰ δὲ τὸ παύσασθαι τὸν θόρυβον προσκαλεσάμενος ὁ Παῦλος τοὺς μαθητὰς, καὶ ἀσπασάμενος, ἐξῆλθε πορευθῆναι εἰς τὴν Μακεδονίαν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Acta apostolorum (homiliae 1-55) 1.1-43
Not analysed yet
Ἔδει πολλῆς παρακλήσεως ἀπὸ τῆς ταραχῆς ἐκείνης. Τοῦτο δὴ καὶ ποιεῖ, καὶ ἵνα παρακαλέσῃ τοὺς μαθητὰς, ἔρχεται εἰς Μακεδονίαν, εἶτα εἰς τὴν Ἑλλάδα. Καὶ ὅτι σφόδρα αὐτοὺς παρεκάλεσεν, ἄκουε. Διελθὼν δὲ τὰ μέρη ἐκεῖνα, καὶ παρακαλέσας αὐτοὺς λόγῳ πολλῷ, ἦλθεν εἰς τὴν Ἑλλάδα. Ποιήσας τε μῆνας τρεῖς, γενομένης αὐτῷ ἐπιβουλῆς ὑπὸ τῶν Ἰουδαίων μέλλοντι ἀνάγεσθαι εἰς τὴν Συρίαν, ἐγένετο γνώμη τοῦ ὑποστρέφειν διὰ Μακεδονίας. Συνείπετο δὲ αὐτῷ ἄχρι τῆς Ἀσίας Σώπατρος Βεροιαῖος, Θεσσαλονικέων δὲ Ἀρίσταρχος καὶ Σεκοῦνδος καὶ Γάϊος Δερβαῖος καὶ Τιμόθεος, Ἀσιανοὶ δὲ Τυχικὸς καὶ Τρόφιμος. Οὗτοι προελθόντες, ἔμενον ἡμᾶς ἐν Τρωάδι. Πάλιν διώκεται ὑπὸ Ἰουδαίων, καὶ ἔρχεται εἰς Μακεδονίαν. Πῶς δὲ τὸν Τιμόθεον Θεσσαλονικέα φησίν; Οὐ τοῦτο λέγει· ἀλλὰ, Προέλαβον, φησὶν, οὗτοι εἰς τὴν Τρωάδα προοδοποιοῦντες αὐτῷ. Ἡμεῖς δὲ ἐξεπλεύσαμεν μετὰ τὰς ἡμέρας τῶν Ἀζύμων ἀπὸ Φιλίππων, καὶ ἤλθομεν πρὸς αὐτοὺς εἰς τὴν Τρωάδα ἄχρις ἡμερῶν πέντε, οὗ διετρίψαμεν ἡμέρας ἑπτά. Καὶ γὰρ τὰς ἑορτὰς ἐμοὶ δοκεῖ σπουδάζειν αὐτὸν ποιεῖν ἐν ταῖς μεγάλαις πόλεσιν. Ἀπὸ Φιλίππων ἐκπλεῖ, ἔνθα τὰ κατὰ τὸ δεσμωτήριον ἐγένετο. Τρίτον δὲ τοῦτο εἰς Μακεδονίαν ἐπανῆλθε, καὶ πολλὰ μαρτυρεῖ τοῖς Φιλιππησίοις· διὸ καὶ ἐνδιατρίβει ἐκεῖ. Ἐν δὲ τῇ μιᾷ τῶν Σαββάτων, συνηγμένων ἡμῶν κλάσαι ἄρτον, ὁ Παῦλος διελέγετο αὐτοῖς μέλλων ἐξιέναι· παρέτεινέ τε τὸν λόγον μέχρι μεσονυκτίου. Ὅρα πῶς πάντα πάρεργα ἦν τοῦ κηρύγματος. Πεντηκοστὴ τότε ἦν καὶ Κυριακὴ ἦν· ὁ δὲ καὶ μέχρι μεσονυκτίου τὴν διδασκαλίαν ἐκτείνει· οὕτω τῆς τῶν μαθητῶν σωτηρίας ἐφίετο, ὅτι οὐδὲ τὴν νύκτα ἐσίγα, ἀλλὰ τότε μᾶλλον διελέγετο, ἅτε ἡσυχίας οὔσης. Ὅρα πῶς καὶ πολλὰ διελέγετο, καὶ παρ' αὐτὸν τοῦ δείπνου τὸν καιρόν. Ἀλλὰ συνετάραξε τὴν ἑορτὴν ὁ διάβολος, οὐ μὴν ἴσχυσε, βαπτίσας τὸν ἀκροατὴν ὕπνῳ καὶ κατενεγκών. Καὶ ὅπως συμβαίνει, ἡρμήνευσεν ἐπαγαγών· Ἦσαν δὲ λαμπάδες ἱκαναὶ ἐν τῷ ὑπερῴῳ, οὗ ἦμεν συνηγμένοι. Καθήμενος δέ τις νεανίας ὀνόματι Εὔτυχος ἐπὶ τῆς θυρίδος, καταφερόμενος ὕπνῳ βαθεῖ, διαλεγομένου τοῦ Παύλου ἐπὶ πλεῖον, κατενεχθεὶς ὑπὸ τοῦ ὕπνου ἔπεσεν ἀπὸ τοῦ τριστέγου κάτω, καὶ ἤρθη νεκρός. Καταβὰς δὲ ὁ Παῦλος ἐπέπεσεν ἐπ' αὐτῷ, καὶ συμπεριλαβὼν αὐτὸν, εἶπε· Μὴ θορυβεῖσθε· ἡ γὰρ ψυχὴ αὐτοῦ ἐν αὐτῷ ἐστιν. Ἀναβὰς δὲ, καὶ κλάσας ἄρτον καὶ γευσάμενος, ἐφ' ἱκανόν τε ὁμιλήσας ἄχρις αὐγῆς, οὕτως ἐξῆλθεν. Ἤγαγον δὲ τὸν παῖδα ζῶντα, καὶ παρεκλήθησαν οὐ μετρίως. Θέα δέ μοι τὸ θέατρον, ὅπως ἦν συγκεκροτημένον· Συνηγμένων γὰρ τῶν μαθητῶν, φησί· καὶ τὸ σημεῖον, οἷον· Ἐπὶ θυρίδος γὰρ, φησὶν, ἐκάθητο, καὶ ἀωρὶ τῶν νυκτῶν. Τοσοῦτος ἦν ὁ πόθος τῆς ἀκροάσεως. Αἰσχυνθῶμεν ἡμεῖς μηδὲ ἐν ἡμέρᾳ τοῦτο ποιοῦντες. Ἀλλὰ Παῦλος διελέγετο, φησὶ, τότε. Τί λέγεις; Καὶ νῦν Παῦλος διαλέγεται, μᾶλλον δὲ οὐδὲ τότε Παῦλος οὐδὲ νῦν, ἀλλ' ὁ Χριστὸς, καὶ οὐδεὶς ἀκούει. Οὐχὶ θυρίς ἐστι νῦν, οὐ πεῖνα, οὐχ ὕπνος ἐνοχλεῖ, καὶ ὅμως οὐκ ἀκούομεν· οὐ στενοχωρία τόπου, οὐκ ἄλλο τῶν τοιούτων οὐδέν. Καὶ τὸ δὴ θαυμαστὸν, ὅτι καίτοι νεανίας ἐκεῖνος ὢν οὐκ ἦν ῥᾴθυμος, καὶ ὕπνῳ καταφερόμενος οὐκ ἀπέστη, οὐδὲ ἔδεισε τὸν κίνδυνον μὴ κατενεχθῇ. Εἰ δὲ καὶ νυστάξας κατέπεσε, μὴ θαυμάσῃς· οὐ γὰρ ἀπὸ ῥᾳθυμίας ἐνύσταξεν, ἀλλ' ἀπὸ ἀνάγκης φύσεως. Σὺ δέ μοι θέα, ὅτι οὕτως ἔζεον τῇ προθυμίᾳ, ὅτι καὶ ἐν τριστέγῳ ἦσαν· οὔπω γὰρ ἦν ἡ ἐκκλησία. Μὴ θορυβεῖσθε, φησίν· ἡ γὰρ ψυχὴ αὐτοῦ ἐν αὐτῷ ἐστιν. Οὐκ εἶπεν, Ἀναστήσεται, ἐγερῶ γὰρ αὐτόν· ἀλλὰ τί; Μὴ θορυβεῖσθε. Ὅρα τὸ ἄτυφον, καὶ παρακλητικόν. Ἀναβὰς καὶ κλάσας, φησὶν, ἄρτον καὶ γευσάμενος. Τοῦτο διέκοψε τὸν λόγον, οὐ μὴν ἔβλαψεν. Ὁρᾷς τοῦ δείπνου τὸ ἀπέριττον; Καὶ γευσάμενος, φησὶν, ἐφ' ἱκανόν τε ὁμιλήσας ἄχρις αὐγῆς, οὕτως ἐξῆλθεν. Ὁρᾷς πῶς διενυκτέρευον; Τοιαῦται αἱ τράπεζαι ἦσαν, ὡς νήφοντας πάλιν ἀπιέναι τοὺς ἀκροατὰς, καὶ πρὸς ἀκρόασιν εἶναι ἐπιτηδείους. Τί κυνῶν διαφέρομεν ἡμεῖς; Ὁρᾶτε πόσον τὸ διάφορον; Ἤγαγον δὲ τὸν παῖδα ζῶντα, καὶ παρεκλήθησαν οὐ μετρίως. Σφόδρα παρακαλοῦνται, ὅτι τε ζῶντα ἀπέλαβον, ὅτι τε σημεῖον γέγονεν. Ἡμεῖς δὲ προσελθόντες ἐπὶ τὸ πλοῖον, ἀνήχθημεν εἰς τὴν Ἄσσον, ἐκεῖθεν μέλλοντες ἀναλαμβάνειν τὸν Παῦλον· οὕτω γὰρ ἦν διατεταγμένος, μέλλων αὐτὸς πεζεύειν. Ὡς δὲ συνέβαλεν ἡμῖν εἰς τὴν Ἄσσον, ἀναλαβόντες αὐτὸν ἤλθομεν εἰς Μυτιλήνην. Πολλαχοῦ τῶν μαθητῶν ὁ Παῦλος χωρίζεται. Ἰδοὺ γὰρ πάλιν, αὐτὸς μὲν πεζεύει, ἐκεῖνοι δὲ τῷ πλοίῳ ἀνάγονται· τὸ μὲν κουφότερον ἐκείνοις ἐπιτρέπων, τὸ δὲ ἐπιπονώτερον αὐτὸς αἱρούμενος. Ἐπέζευεν, ἅμα καὶ πολλὰ οἰκονομῶν, ἅμα καὶ παιδεύων μηδὲ αὐτοὺς χωρίζεσθαι αὐτοῦ. Κἀκεῖθεν ἀποπλεύσαντες τῇ ἐπαύριον, κατηντήσαμεν ἀντικρὺ Χίου· τῇ δὲ ἑτέρᾳ παρεβάλομεν εἰς Σάμον, καὶ μείναντες ἐν Τρωγυλίῳ, τῇ ἐχομένῃ ἤλθομεν εἰς Μίλητον. Ὅρα πῶς ἐπειγομένου τοῦ Παύλου ἀνάγονται, καὶ οὐ χρονοτριβοῦσιν, ἀλλὰ παρέρχονται τὰς νήσους. Ἔκρινε γὰρ ὁ Παῦλος παραπλεῦσαι τὴν Ἔφεσον, ὅπως μὴ γένηται αὐτῷ χρονοτριβῆσαι ἐν τῇ Ἀσίᾳ. Ἔσπευδε γὰρ, εἰ δυνατὸν ἦν αὐτῷ τὴν ἡμέραν τῆς Πεντηκοστῆς γενέσθαι εἰς Ἱεροσόλυμα.