Ancient Greek · ~19 min
Οἱ μὲν οὖν στρατιῶται κατὰ τὸ διατεταγμένον αὐτοῖς ἀναλαβόντες τὸν Παῦλον, ἤγαγον διὰ νυκτὸς εἰς τὴν Ἀντιπατρίδα. Τῇ τε ἐπαύριον ἐάσαντες τοὺς ἱππεῖς πορεύεσθαι σὺν αὐτῷ, ὑπέστρεψαν εἰς τὴν παρεμβολήν· οἵτινες ἐλθόντες εἰς τὴν Καισάρειαν, καὶ ἀναδόντες τὴν ἐπιστολὴν τῷ ἡγεμόνι, παρέστησαν καὶ τὸν Παῦλον.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Acta apostolorum (homiliae 1-55) 1.1-50
Not analysed yet
Καθάπερ βασιλέα τινὰ δορυφόροι παρέπεμπον μετὰ τοσούτου πλήθους καὶ ἐν νυκτὶ, φοβούμενοι τοῦ δήμου τὴν ὀργὴν τῆς ὁρμῆς. Ἐπεὶ οὖν τῆς πόλεως αὐτὸν ἐξέβαλον, τότε ἀφίστανται. Οὐκ ἂν δὲ ὁ χιλίαρχος μετὰ τοσαύτης αὐτὸν ἀσφαλείας ἐξέπεμψεν, εἰ μὴ καὶ αὐτὸς οὐδὲν ἦν αὐτοῦ κατεγνωκὼς, καὶ ἐκείνων ᾔδει τὸ φονικόν. Ἀναγνοὺς δὲ, καὶ ἐπερωτήσας ἐκ ποίας ἐπαρχίας ἐστὶ, καὶ πυθόμενος, ὅτι ἀπὸ Κιλικίας, Διακούσομαί σου, ἔφη, ὅταν καὶ οἱ κατήγοροί σου παραγένωνται· ἐκέλευσέ τε αὐτὸν ἐν τῷ πραιτωρίῳ Ἡρώδου φυλάσσεσθαι. Ἤδη ἀπελογήσατο ὑπὲρ αὐτοῦ ὁ Λυσίας· ἀλλ' ὅμως καὶ ἔτι οἱ Ἰουδαῖοι ἐπιτίθενται, καὶ προκαταλαμβάνουσι τὸν ἀκροατὴν, καὶ πάλιν εἰς δεσμὰ βάλλεται, καὶ ἄκουε πῶς· ἐπάγει γάρ· Μετὰ δὲ πέντε ἡμέρας κατέβη ὁ ἀρχιερεὺς Ἀνανίας μετὰ πρεσβυτέρων καὶ ῥήτορος Τερτύλλου τινὸς, οἵτινες ἐνεφάνησαν τῷ ἡγεμόνι κατὰ τοῦ Παύλου. Ὅρα πῶς οὐδ' οὕτως ἀπέστησαν, ἀλλ' ἔρχονται μυρίοις κωλύμασι καίτοι κωλυόμενοι, ὥστε κἀκεῖ καταισχυνθῆναι. Κληθέντος δὲ αὐτοῦ, ἤρξατο κατηγορεῖν ὁ Τέρτυλλος, λέγων· Πολλῆς εἰρήνης τυγχάνοντες διὰ σοῦ, καὶ κατορθωμάτων γινομένων τῷ ἔθνει τούτῳ διὰ τῆς σῆς προνοίας, πάντη τε καὶ πανταχοῦ ἀποδεχόμεθα, κράτιστε Φῆλιξ, μετὰ πάσης εὐχαριστίας. Ἵνα δὲ μὴ ἐπὶ πλέον σε ἐγκόπτω, παρακαλῶ ἀκοῦσαι συντόμως ἡμῶν τῇ σῇ ἐπιεικείᾳ. Καὶ μὴν ὑμεῖς τοῦτο πεποιήκατε· ῥήτορος οὖν τί ἔδει; Ὅρα πῶς καὶ οὗτος εὐθέως ἐκ προοιμίων ὡς νεωτεροποιὸν καὶ στασιαστὴν βούλεται παραδοῦναι, καὶ τοῖς ἐπαίνοις προκαταλαμβάνει τὸν δικαστήν. Εἶτα ὡς πολλὰ ἔχων εἰπεῖν, παρατρέχει, καὶ μόνον τοῦτο λέγει· Ἵνα δὲ μὴ ἐπιπλέον σε ἐγκόπτω. Ὅρα πῶς εἰς ἐπιθυμίαν ἐμβάλλει κολάσεως τὸν δικαστήν· εἴ γε ἔμελλε τὸν τὴν οἰκουμένην ἀνατρέποντα καθέξειν, καὶ ὡς ἐπὶ κατορθώματι φρονοῦσι μεγάλῳ. Εὑρόντες γὰρ τὸν ἄνδρα τοῦτον λοιμὸν, καὶ κινοῦντα στάσεις πᾶσι τοῖς Ἰουδαίοις τοῖς κατὰ τὴν οἰκουμένην, πρωτοστάτην τε τῆς τῶν Ναζωραίων αἱρέσεως, ὃς καὶ τὸ ἱερὸν ἐπείρασε βεβηλῶσαι· ὃν καὶ ἐκρατήσαμεν, καὶ κατὰ τὸν ἡμέτερον νόμον ἠθελήσαμεν κρῖναι. Παρελθὼν δὲ Λυσίας ὁ χιλίαρχος μετὰ πολλῆς βίας ἐκ τῶν χειρῶν ἡμῶν ἀπήγαγε, κελεύσας τοὺς κατηγόρους αὐτοῦ ἔρχεσθαι ἐπὶ σοῦ· παρ' οὗ δύνασαι αὐτὸς ἀνακρίνας περὶ πάντων τούτων ἐπιγνῶναι, ὧν ἡμεῖς κατηγοροῦμεν αὐτοῦ. Τοῖς κατὰ τὴν οἰκουμένην, φησὶν, Ἰουδαίοις στάσεις κινοῦντα. Ὡς λυμεῶνα λοιπὸν καὶ κοινὸν ἐχθρὸν τοῦ ἔθνους διαβάλλουσι πρωτοστάτην τε τῆς τῶν Ναζωραίων [αἱρέσεως. Ἐδόκει τοῦτο ἐπονείδιστον εἶναι, τὸ τῶν Ναζωραίων]· διὸ καὶ τοῦτο παρῆγον, καὶ ἀπὸ τούτου πάλιν διέβαλλον αὐτόν· ἡ γὰρ Ναζαρὲθ εὐτελὴς ἦν. Καὶ εὑρόντες, φησίν. Ὅρα, πῶς κακούργως ὡς διαφυγόντα συκοφαντοῦσι, καὶ μόλις ἐπιτυχόντες, καίτοι ἑπτὰ ἡμέρας εἶχεν ἐν τῷ ἱερῷ. Ὃν καὶ ἐκρατήσαμεν, καὶ κατὰ τὸν ἡμέτερον νόμον ἠθελήσαμεν κρῖναι. Ὅρα πῶς καὶ τὸν νόμον ὑβρίζουσιν· εἴ γε μὴ τοῦτο νόμου ἦν, τὸ τύπτειν, τὸ ἀναιρεῖν, τὸ ἔνεδρα ποιεῖν. Εἶτα καὶ τοῦ Λυσίου κατηγορία, Παρελθὼν δὲ Λυσίας ὁ χιλίαρχος μετὰ πολλῆς βίας ἐκ τῶν χειρῶν ἡμῶν ἀπήγαγεν· οὐ προσῆκον αὐτῷ, φησὶ, πρᾶγμα ποιῶν· ὅμως ἐποίησε. Παρ' οὗ δύνασαι αὐτὸς ἀνακρίνας περὶ τούτων πάντων γνῶναι, ὧν ἡμεῖς κατηγοροῦμεν αὐτοῦ. Συνεπέθεντο δὲ καὶ οἱ Ἰουδαῖοι, φάσκοντες ταῦτα οὕτως ἔχειν. Τί οὖν ὁ Παῦλος; ἆρα ἐπὶ τούτοις σιγᾷ; Οὐδαμῶς· ἀλλὰ παῤῥησιάζεται πάλιν καὶ ἀποκρίνεται· καὶ τοῦτο τοῦ ἡγεμόνος βουληθέντος· ἐπήγαγε γάρ· Ἀπεκρίθη δὲ Παῦλος νεύσαντος αὐτῷ τοῦ ἡγεμόνος λέγειν· Ἐκ πολλῶν ἐτῶν ὄντα σε κριτὴν δίκαιον τῷ ἔθνει τούτῳ ἐπιστάμενος, εὐθυμότερον τὰ περὶ ἐμαυτοῦ ἀπολογοῦμαι, δυναμένου σου γνῶναι, ὅτι οὐ πλείους εἰσί μοι ἡμέραι δεκαδύο, ἀφ' ἧς ἀνέβην προσκυνήσων ἐν Ἱερουσαλήμ. Καὶ οὔτε ἐν τῷ ἱερῷ εὗρόν με πρός τινα διαλεγόμενον ἢ ἐπισύστασιν ποιοῦντα ὄχλων, οὔτε ἐν ταῖς συναγωγαῖς, οὔτε κατὰ τὴν πόλιν· οὔτε παραστῆσαι νῦν δύνανται, περὶ ὧν νῦν κατηγοροῦσί μου. Οὐκ ἔστι ταῦτα κολακείας τὰ ῥήματα, τὸ μαρτυρῆσαι τῷ δικαστῇ δικαιοσύνην· ἀλλ' ἐκεῖνα μᾶλλον, τὸ εἰπεῖν· Πολλῆς εἰρήνης τυγχάνοντες διὰ σοῦ. Τί οὖν ἀδίκως στασιάζετε; Σκόπει δέ· ἐκεῖνοι πρὸς ἀδικίαν παρώρμων, οὗτος τὸ δίκαιον ἐζήτει· διὸ καὶ ἔλεγεν· Εὐθυμότερον τὰ περὶ ἐμαυτοῦ ἀπολογοῦμαι· εἶτα καὶ ἀπὸ τοῦ χρόνου ἰσχυρίζεται· Ἐκ πολλῶν ἐτῶν γὰρ, φησὶν, ὄντα σε κριτὴν ἐπιστάμενος. Καὶ τί τοῦτο πρὸς ἀπόδειξιν συνετέλει; Μέγα· δείκνυσι γὰρ, ὅτι καὶ αὐτὸς οἶδε μηδὲν ὧν κατηγορεῖται πεποιηκότα. Εἰ δὲ ἐπισύστασίν ποτε ἐκίνησεν, ἐγίνωσκεν ἂν κριτὴς ὢν, καὶ τὸ τοιοῦτον αὐτὸν οὐκ ἐλάνθανεν. Εἶτα ἐπειδὴ ὁ κατήγορος οὐδὲν εἶχε δεῖξαι ἐν Ἱεροσολύμοις, ὅρα τί φησι· Τοῖς κατὰ τὴν οἰκουμένην πᾶσιν Ἰουδαίοις, ψεῦδος ἐπὶ ψεύδει συντιθείς. Διὰ τοῦτο ὁ Παῦλος ἐντεῦθεν αὐτὸν ἀφέλκων, Προσκυνήσων ἀνέβην, λέγει· μονονουχὶ ἀπολογούμενος διὰ τούτου, ὅτι τοσοῦτον ἀπέχω τοῦ στάσεις κινεῖν· καὶ τούτῳ ἐνδιατρίβει τῷ δικαίῳ ὅπερ ἦν ἰσχυρόν· ἐπάγει γάρ· Καὶ οὔτε ἐν τῷ ἱερῷ, οὔτε ἐν τῇ πόλει, οὔτε ἐν τῇ συναγωγῇ εὗρόν με πρός τινα διαλεγόμενον. Ὅπερ ἦν καὶ ἀληθές. Κἀκεῖνος μὲν Πρωτοστάτην φησὶ, καθάπερ ἐπὶ μάχης καὶ συστάσεως· οὗτος δὲ ὅρα πῶς ἐπιεικῶς ἀποκρίνεται· Ὁμολογῶ δὲ τοῦτό σοι, ὅτι κατὰ τὴν ὁδὸν, ἣν λέγουσιν αἵρεσιν, οὕτω λατρεύω τῷ πατρῴῳ Θεῷ, πιστεύων πᾶσι τοῖς κατὰ νόμον, καὶ ἐν τοῖς προφήταις γεγραμμένοις, ἐλπίδα ἔχων εἰς τὸν Θεὸν, ἣν καὶ αὐτοὶ προσδέχονται, ἀνάστασιν μέλλειν ἔσεσθαι δικαίων τε καὶ ἀδίκων.