Ancient Greek · ~20 min
Ἄνδρες Ἰσραηλῖται, ἀκούσατέ μου τοὺς λόγους τούτους.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Acta apostolorum (homiliae 1-55) 1.1-6
Not analysed yet
Οὐκ ἔστι κολακεία τὸ ῥῆμα· ἀλλ' ἐπειδὴ καθήψατο αὐτῶν σφοδρῶς, ἀνίησιν αὐτοὺς λοιπὸν, καὶ ἀναμιμνήσκει τοῦ Δαυῒδ εὐκαίρως. Καὶ πάλιν ἀπὸ προοιμίου ἄρχεται· ἵνα μὴ θορυβηθῶσιν, ἐπειδὴ ἔμελλεν αὐτοὺς τοῦ Ἰησοῦ ἀναμιμνήσκειν. Ἀνωτέρω μὲν γὰρ οὐκ ἂν ἐθορυβήθησαν τοῦ προφήτου ἀκούοντες, τὸ δὲ ὄνομα τοῦ Ἰησοῦ εὐθέως ἂν αὐτοῖς προσέστη. Καὶ οὐκ εἶπεν, Πείσθητε, ἀλλὰ, Ἀκούσατε, ὅπερ ἦν ἀνεπαχθές. Καὶ ὅρα, πῶς οὐδὲν λέγει τῶν ὑψηλῶν, ἀλλ' ἀπὸ τῶν σφόδρα ταπεινῶν ἄρχεται. Ἰησοῦν, φησὶ, τὸν Ναζωραῖον. Εὐθέως τὴν πατρίδα λέγει, ἥπερ ἐδόκει εὐτελὴς εἶναι. Καὶ οὐδὲν μέγα τέως λέγει περὶ αὐτοῦ, οὐδὲ οἷον ἄν τις εἶπε περὶ προφήτου. Ἰησοῦν, φησὶ, τὸν Ναζωραῖον, ἄνδρα ἀποδεδειγμένον ἀπὸ τοῦ Θεοῦ εἰς ὑμᾶς. Ὅρα, ποῖον ἦν τοῦτο μέγα, τὸ εἰπεῖν, ὅτι παρὰ τοῦ Θεοῦ ἀπεστάλη. Τοῦτο γὰρ ἄνω καὶ κάτω καὶ αὐτὸς ἐσπούδαζε καὶ Ἰωάννης καὶ οἱ ἀπόστολοι δεῖξαι. Ἄκουε γὰρ Ἰωάννου λέγοντος· Ἐκεῖνός μοι εἶπεν, ἐφ' ὃν ἂν ἴδῃς τὸ Πνεῦμα καταβαῖνον καὶ μένον ἐπ' αὐ τὸν, οὗτός ἐστιν. Αὐτὸς δὲ ὁ Χριστὸς καὶ μεθ' ὑπερβολῆς τοῦτο ποιεῖ, λέγων· Ἀπ' ἐμαυτοῦ οὐκ ἦλθον, ἐκεῖνός με ἔπεμψε. Καὶ πανταχοῦ τῶν Γραφῶν τοῦτο μάλιστά ἐστι τὸ σπουδαζόμενον. Διὰ τοῦτο καὶ ἅγιος οὗτος ὁ κορυφαῖος τοῦ μακαρίου χοροῦ, ὁ ἐραστὴς τοῦ Χριστοῦ, ὁ σφοδρὸς μαθητὴς, ὁ τὰς κλεῖς πιστευθεὶς τῶν οὐρανῶν, ὁ τὴν ἀποκάλυψιν δεξάμενος τὴν πνευματικὴν, καταστείλας αὐτοὺς τῷ φόβῳ, καὶ δείξας μεγάλων ἠξιωμένους, καὶ ποιήσας ἀξιοπίστους, τότε καὶ περὶ ἐκείνου διαλέγεται. Βαβαὶ, οἷον ἐτόλμησε μεταξὺ τῶν φονευσάντων εἰπεῖν, ὅτι ἀνέστη. Καὶ οὐ λέγει, ὅτι ἀνέστη εὐθέως, ἀλλ' ὅτι ἀπὸ τοῦ Θεοῦ εἰς ὑμᾶς ἥκει. Τοῦτο δὲ δῆλον οἷς ἐποίησεν. Οὐκέτι λέγει, ὅτι αὐτὸς, ἀλλ' ὅτι δι' αὐτοῦ ὁ Θεὸς, ἵνα μᾶλλον τῷ μετριάζειν ἐφελκύσηται, ἐφ' ᾧ αὐτοὺς, καὶ καλεῖ μάρτυρας, καί φησιν· Ἄνδρα ἀποδεδειγμένον ἀπὸ τοῦ Θεοῦ εἰς ὑμᾶς δυνάμεσι καὶ τέρασι καὶ σημείοις οἷς ἐποίησε δι' αὐτοῦ ὁ Θεὸς ἐν μέσῳ ὑμῶν, καθὼς καὶ αὐτοὶ οἴδατε. Εἶτα ἐμπεσὼν εἰς τὸ τόλμημα αὐτῶν τὸ ἐναγὲς ἐκεῖνο, ὅρα πῶς πειρᾶται αὐτοὺς ἀπαλλάξαι τοῦ ἐγκλήματος· εἰ γὰρ καὶ ὡρισμένον ἦν, ὅμως ἀνδροφόνοι ἦσαν. Τοῦτον, φησὶ, τῇ ὡρισμένῃ βουλῇ καὶ προγνώσει τοῦ Θεοῦ ἔκδοτον λαβόντες, διὰ χειρῶν ἀνόμων προσπήξαντες ἀνείλετε. Μονονουχὶ τὰ αὐτὰ τῷ Ἰωσὴφ λέγων ῥήματα, ἅπερ δὴ κἀκεῖνος ἔλεγε πρὸς τοὺς ἀδελφούς· Μὴ φοβεῖσθε, ὅτι ἀπέδοσθέ με οὐχ ὑμεῖς, ἀλλ' ὁ Θεός με ὧδε ἀπέστειλεν. Εἶτα εἰπὼν, ὅτι βουλὴ Θεοῦ, ἵνα μὴ εἴπωσιν, ἄρα καλῶς τοῦτο ἐποιήσαμεν, συλλογίζεται αὐτοὺς δι' οὗ προσέθηκε, Διὰ χειρῶν ἀνόμων προσπήξαντες ἀνείλετε, Ἐνταῦθα τὸν Ἰούδαν αἰνίττεται· ἅμα δὲ αὐτοῖς δείκνυσιν, ὅτι οὐ τῆς αὐτῶν ἰσχύος ἦν, εἰ μὴ καὶ αὐτὸς συνεχώρησε καὶ ἐξέδωκεν ὁ Θεὸς αὐτόν. Τοῦτο γάρ ἐστι τὸ Ἔκδοτον. Οὕτως ὅλον ἐπὶ τὴν κεφαλὴν τοῦ Ἰούδα περιέστησε τὸ ἔγκλημα τοῦ παραδεδωκότος· αὐτὸς γὰρ αὐτὸν παρέδωκε τῷ φιλήματι. Ἢ τοίνυν περὶ τούτου τὸ, Διὰ χειρῶν ἀνόμων, ἢ τῶν στρατιωτῶν λέγει, δηλῶν, ὅτι Οὐδὲ ἁπλῶς ἀνείλετε, ἀλλὰ, Διὰ τῶν ἀνόμων ἀνδρῶν. Καὶ θέα, πῶς πανταχοῦ σπουδάζουσι τὸ πάθος ὁμολογηθῆναι πρότερον. Τὰ δὲ τῆς ἀναστάσεως ἐπεὶ μέγα ἦν, τέως συσκιάζει, καὶ οὕτω πως μέσον αὐτὸ τίθησιν. Ἐκεῖνα μὲν γὰρ ὡμολόγητο, οἷον ὁ σταυρὸς καὶ ὁ θάνατος, ἡ δὲ ἀνάστασις οὔπω· διὸ καὶ ὕστερον περὶ ταύτης φησὶν ἐπάγων· Ὃν ὁ Θεὸς ἀνέστησε λύσας τὰς ὠδῖνας τοῦ θανάτου, καθότι οὐκ ἦν δυνατὸν κρατεῖσθαι αὐτὸν ὑπ' αὐτοῦ. Ἐνταῦθά τι μέγα καὶ ὑψηλὸν ᾐνίξατο. Τὸ γὰρ, Οὐκ ἦν δυνατὸν, καὶ αὐτὸν διδόντα ἐμφαίνει κατασχεῖν· καὶ ὅτι καὶ αὐτὸς ὤδινε κατέχων αὐτὸν ὁ θάνατος, καὶ τὰ δεινὰ ἔπασχεν. Ὠδῖνα γὰρ θανάτου ἡ Γραφὴ τὸν κίνδυνον πανταχοῦ οἶδε καλεῖν· καὶ ὅτι οὕτως ἀνέστη, ὡς μηκέτι πάλιν ἀποθανεῖν. Ἢ τῷ εἰπεῖν, Καθότι οὐκ ἦν δυνατὸν κρατεῖσθαι αὐτὸν ὑπ' αὐτοῦ, τοῦτο δηλοῦντός ἐστιν, ὅτι οὐ κοινὴ τοῖς ἄλλοις γέγονεν ἡ ἀνάστασις. Εἶτα πρὶν ἤ τι τὴν διάνοιαν αὐτῶν ἐννοῆσαι, ἐπέστησεν αὐτοῖς τὸν Δαυῒδ πάντα λογισμὸν ἀνθρώπινον ἀναιροῦντα. Δαυῒδ γὰρ, φησὶ, λέγει εἰς αὐτόν. Καὶ ὅρα, πῶς πάλιν ἡ μαρτυρία ταπεινή· διὰ δὴ τοῦτο καὶ ἄνωθεν αὐτὴν ἀνέλαβεν ἀπὸ τῶν ταπεινοτέρων, ἵνα δείξῃ, ὅτι οὐ τῶν λυπούντων ἦν ὁ θάνατος. Προωρώμην, φησὶ, τὸν Κύριον ἐνώπιόν μου διὰ παντὸς, ὅτι ἐκ δεξιῶν μού ἐστιν, ἵνα μὴ σαλευθῶ· ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾄδου. Εἶτα πληρώσας τὴν μαρτυρίαν τὴν προφητικὴν, ἐπάγει· Ἄνδρες ἀδελφοί. Ὅταν μέλλῃ τι λέγειν μέγα, τούτῳ κέχρηται τῷ προοιμίῳ, διεγείρων αὐτοὺς καὶ οἰκειούμενος ἐντεῦθεν. Ἐξὸν εἰπεῖν, φησὶ, μετὰ παῤῥησίας πρὸς ὑμᾶς περὶ τοῦ πατριάρχου Δαυΐδ. Πολλὴ ἡ ταπεινοφροσύνη· ἔνθα οὐδὲν ἔβλαπτε, συγκαταβαίνει. Διά τοι τοῦτο καὶ οὐκ εἶπεν, ὅτι ταῦτα περὶ τοῦ Χριστοῦ εἴρηται, οὐ περὶ τοῦ Δαυΐδ· σφόδρα συνετῶς, τῇ πολλῇ περὶ τὸν μακάριον Δαυῒδ τιμῇ ἐντρέπων αὐτοὺς, καὶ περὶ τοῦ ὡμολογημένου καὶ ὡς τολμηροῦ δοκοῦντος εἰρῆσθαι, παραιτούμενος αὐτοὺς οἷς ἐγκωμιάζει ἠρέμα. Διὸ καὶ οὐ, Περὶ τοῦ Δαυῒδ, φησὶν ἁπλῶς, ἀλλὰ, Περὶ τοῦ πατριάρχου Δαυῒδ, ὅτι καὶ ἐτελεύτησε καὶ ἐτάφη. Οὐκέτι λέγει, Καὶ οὐκ ἀνέστη, ἀλλ' ἑτέρως ἐξ εὐθείας τὸ αὐτὸ παριστῶν καὶ λέγων· Καὶ τὸ μνῆμα αὐτοῦ ἐστιν ἐν ἡμῖν ἄχρι τῆς ἡμέρας ταύτης. Εἶτα ὃ ἐβούλετο κατασκευάσας, οὐδὲ οὕτως ἦλθεν ἐπὶ τὸν Χριστὸν, ἀλλὰ πάλιν μετ' ἐγκωμίων τῶν τοῦ Δαυΐδ· Προφήτης οὖν ὑπάρχων, καὶ εἰδὼς, ὅτι ὅρκῳ ὤμωσεν αὐτῷ ὁ Θεός.