Ancient Greek · ~20 min
Ἐπὶ τὸ αὐτὸ δὲ Πέτρος καὶ Ἰωάννης ἀνέβαινον εἰς τὸ ἱερὸν, ἐπὶ τὴν ὥραν τῆς προσευχῆς τὴν ἐννάτην.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Acta apostolorum (homiliae 1-55) 1.1-8
Not analysed yet
Πανταχοῦ φαίνονται οὗτοι πολλὴν ἔχοντες πρὸς ἀλλήλους ὁμόνοιαν. Τούτῳ νεύει ὁ Πέτρος· ὁμοῦ εἰς τὸν τάφον ἔρχονται οὗτοι· περὶ αὐτοῦ φησι τῷ Χριστῷ, Οὗτος δὲ τί; Τὰ μὲν οὖν ἄλλα σημεῖα παρεῖδεν ὁ τὸ βιβλίον συγγράφων· ὃ δὲ πολλὴν εἶχε τὴν ἔκπληξιν καὶ πάντας ἐξένιζε, λέγει. Καὶ ὅρα πάλιν αὐτοὺς οὐ προηγουμένως ἐπ' αὐτὸ ἐρχομένους· οὕτω φιλοτιμίας ἦσαν καθαροὶ, καὶ τὸν διδάσκαλον ἐμιμοῦντο τὸν αὐτῶν. Τί δαὶ ἀνῄεσαν εἰς τὸ ἱερόν; ἆρα ἔτι Ἰουδαϊκῶς ἔζων; Οὐχί· ἀλλὰ χρησίμως τοῦτο ποιοῦσι. Γίνεται γὰρ σημεῖον πάλιν ἐκείνους τε βεβαιοῦν καὶ τοὺς ἄλλους ἐφελκόμενον· καὶ σημεῖον, οἷον οὔπω ἦσαν ποιήσαντες. Φυσικὸν τὸ πάθος ἦν, καὶ κρεῖττον τέχνης ἰατρικῆς. Μᾶλλον δὲ τεσσαράκοντα ἔτη ἦν πεποιηκὼς ἐν τῇ χωλείᾳ, καθὼς προϊών φησι, καὶ οὐδεὶς αὐτὸν ἐν παντὶ τῷ χρόνῳ ἐθεράπευσεν. Ἴστε δὲ, ὅτι ταῦτα μάλιστα δυσκολώτερα, ἅπερ ἂν ἐκ γενετῆς εἴη. Τοσοῦτον ἦν τὸ δεινὸν, ὅτι οὐδὲ τὴν ἀναγκαίαν τροφὴν πορίζεσθαι δυνατὸς ἦν ἑαυτῷ. Καὶ ἐπίσημος δὲ ὑπῆρχεν ἀπό τε τοῦ τόπου, ἀπό τε τοῦ πάθους· καὶ πῶς, ἄκουε. Καί τις ἀνὴρ χωλὸς, φησὶν, ἐκ κοιλίας μητρὸς αὐτοῦ ὑπάρχων ἐβαστάζετο, ὃν ἐτίθουν καθ' ἡμέραν εἰς τὴν θύραν τοῦ ἱεροῦ τὴν λεγομένην Ὡραίαν, τοῦ αἰτεῖν ἐλεημοσύνην παρὰ τῶν εἰσπορευομένων εἰς τὸ ἱερόν. Ἐλεημοσύνην λαβεῖν ἄρα ἐζήτει, καὶ οὐκ ᾔδει, τίνες ἦσαν οἱ ἄνδρες Ὃς ἰδὼν Πέτρον καὶ Ἰωάννην μέλλοντας εἰσιέναι εἰς τὸ ἱερὸν, ἠρώτα ἐλεημοσύνην λαβεῖν. Ἀτενίσας δὲ Πέτρος εἰς αὐτὸν σὺν τῷ Ἰωάννῃ, εἶπεν· Βλέψον εἰς ἡμᾶς. Τοῦτο ἀκούει· ὁ δὲ οὐδὲ οὕτως ἀνίσταται, ἀλλ' ἔτι μένει διενοχλῶν. Τοιοῦτον γὰρ ἡ πενία, καὶ δοῦναι ἀπαγορεύοντας ἐπιμένει καὶ ἀναγκάζει. Αἰσχυνθῶμεν οἱ ἐν ταῖς εὐχαῖς ἀποπηδῶντες. Ὅρα δέ μοι τὴν ἐπιείκειαν πῶς ἔδειξε Πέτρος εὐθὺς εἰπὼν, Βλέψον εἰς ἡμᾶς. Οὕτως αὐτῶν τὸ σχῆμα αὐτόθεν ἐδείκνυ τὸν τρόπον. Ὁ δὲ ἐπεῖχεν αὐτοῖς, προσδοκῶν τι παρ' αὐτῶν λαβεῖν. Εἶπε δὲ Πέτρος· Ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει μοι· ὃ δὲ ἔχω, τοῦτό σοι δίδωμι. Οὐκ εἶπεν, ὅτι Τοῦ ἀργυρίου πολλῷ βέλτιόν σοι δίδωμι· ἀλλὰ τί; Ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου ἔγειραι καὶ περιπάτει. Καὶ πιάσας αὐτὸν τῆς δεξιᾶς χειρὸς, ἤγειρεν. Οὕτω καὶ ὁ Χριστὸς ἐποίησε. Πολλάκις λόγῳ ἐθεράπευσε, πολλάκις ἔργω, πολλάκις καὶ τὴν χεῖρα προσήγαγεν, ὅπου ἦσαν ἀσθενέστεροι κατὰ τὴν πίστιν, ἵνα μὴ δόξῃ ἀπὸ ταὐτομάτου γίνεσθαι. Καὶ πιάσας αὐτὸν τῆς δεξιᾶς χειρὸς, ἤγειρε. Τοῦτο ἐποίησε δήλην τὴν ἀνάστασιν· ἀναστάσεως γὰρ ἦν εἰκών. Καὶ παραχρῆμα ἐστερεώθησαν αὐτοῦ αἱ βάσεις καὶ τὰ σφυρά. Καὶ ἐξαλλόμενος ἔστη, καὶ περιεπάτει. Πειράζων ἴσως ἑαυτὸν καὶ πλείονα τὴν βάσανον ἐποιεῖτο, μὴ ἄρα ἁπλῶς ἐστι τὸ γεγονός. Ἀσθενεῖς ἦσαν αὐτῷ οἱ πόδες, οὐ κεκομμένοι. Τινὲς δέ φασιν, ὅτι καὶ ἠγνόει περιπατεῖν. Καὶ εἰσῆλθε σὺν αὐτοῖς περιπατῶν εἰς τὸ ἱερόν. Ὄντως θαύματος ἄξιον. Οὐκ αὐτοὶ αὐτὸν ἐπάγονται, ἀλλ' αὐτὸς ἀκολουθεῖ, διὰ τῆς ἀκολουθήσεως τοὺς εὐεργέτας δεικνὺς, καὶ διὰ τοῦ μετὰ τὸ ἅλλεσθαι αἰνεῖν τὸν Θεὸν, οὐκ ἐκείνους θαυμάζων, ἀλλὰ τὸν Θεὸν τὸν δι' ἐκείνων ἐνεργήσαντα. Οὕτως εὐχάριστος ἦν ὁ ἀνήρ. Ἀλλ' ἴδωμεν ἄνωθεν τὰ εἰρημένα. Ἀνέβαινον, φησὶν, ἐπὶ τὴν ὥραν τῆς προσευχῆς τὴν ἐννάτην. Τάχα κατὰ τὸν καιρὸν τοῦτον βαστάζοντες τὸν χωλὸν ἐτίθουν, ὅτε μάλιστα εἰσῄεσαν οἱ ἄνθρωποι εἰς τὸ ἱερόν. Ἵνα δὲ μὴ νομίσῃ τις, ὅτι δι' ἕτερόν τι αὐτὸν ἐβάσταζον, καὶ οὐχὶ διὰ τὸ λαβεῖν, ὅρα, πῶς τοῦτο σαφῶς παρέστησε δι' ὧν λέγει· Ἐτίθουν αὐτὸν ὥστε ἐλεημοσύνην λαβεῖν παρὰ τῶν εἰσπορευομένων εἰς τὸ ἱερόν. Διὰ τοῦτο καὶ τόπων μέμνηται, ἔλεγχον διδοὺς ὧν γράφει. Καὶ πῶς, φησὶν, αὐτὸν οὐ προσήγαγον τῷ Χριστῷ; Ἴσως ἦσαν ἄπιστοι οἱ τῷ ἱερῷ προσεδρεύοντες, ὅπου γε οὐδὲ τοῖς ἀποστόλοις αὐτὸν προσήγαγον, ἰδόντες αὐτοὺς εἰσιόντας, καὶ θαύματα πεποιηκότας τοιαῦτα. Ἠρώτα, φησὶν, ἐλεημοσύνην λαβεῖν· ὥσπερ τινὰς εὐλαβεῖς ἄνδρας ἀπὸ τοῦ σχήματος αὐτοὺς τάχα κατενόησε· διὰ τοῦτο καὶ ἐπεῖχεν αὐτοῖς. Ὅρα δὲ, πῶς ὁ Ἰωάννης πανταχοῦ σιγᾷ, ὁ δὲ Πέτρος καὶ ὑπὲρ αὐτοῦ ἀπολογεῖται· Ἀργύριον, φησὶ, καὶ χρυσίον οὐχ ὑπάρχει μοι. Οὐκ εἶπεν, Οὐκ ἔχω ἐνταῦθα, οἷα ἡμεῖς λέγομεν· ἀλλ' ὅλως, Οὐκ ἔχω. Τί οὖν ὁ χωλός; Καὶ παρορᾷς με τὸν ἱκέτην; Οὒ, φησὶν, ἀλλ' ἐξ ὧν ἔχω λάβε. Ὁρᾷς, πῶς ἄτυφος ὁ Πέτρος, καὶ οὐκ ἐπιδεικτιῶν οὐδὲ πρὸς αὐτὸν τὸν εὐεργετούμενον; Τὸ στόμα τοίνυν καὶ ἡ χεὶρ τὸ πᾶν εἰργάσατο. Τοιοῦτοί τινες ἦσαν καὶ Ἰουδαῖοι χωλεύοντες· καὶ δέον αἰτῆσαι ὑγείαν, οἱ δὲ μᾶλλον χρήματα αἰτοῦσι χαμαὶ κείμενοι· οἳ καὶ διὰ τοῦτο τῷ ἱερῷ προσήδρευον, ἵνα χρηματίζωνται. Τί οὖν ὁ Πέτρος; Οὐχ ὑπερεῖδεν αὐτὸν, οὐ πλουτοῦντά τινα ἐζήτησεν, οὐδὲ εἶπεν, Ἂν μὴ εἰς ἐκεῖνον γένηται τὸ θαῦμα, οὐδὲν μέγα ἐστίν· οὐ τιμήν τινα προσεδόκησε παρ' αὐτοῦ, οὐδὲ παρόντων τινῶν ἐθεράπευσεν αὐτόν· ἐν γὰρ τῇ εἰσόδῳ ἦν ὁ ἀνὴρ, οὐκ ἔνθα τὸ πλῆθος ἦν ἔνδον. Ἀλλ' οὐδὲν τούτων ἐζήτησεν ὁ Πέτρος, οὐδὲ εἰσελθὼν ἐκήρυξεν, ἀλλ' ἀπὸ μόνου τοῦ σχήματος τὸν χωλὸν ἐπεσπάσατο πρὸς τὴν αἴτησιν. Καὶ τὸ θαυμαστὸν, ὅτι ταχέως ἐπίστευσεν. Οἱ γὰρ χρονίων ἀπαλλαγέντες παθῶν, μόλις πιστεύουσι καὶ αὐτῇ τῇ ὄψει. Καὶ θεραπευθεὶς λοιπὸν σὺν τοῖς ἀποστόλοις ἦν, εὐχαριστῶν τῷ Θεῷ. Καὶ εἰσῆλθε, φησὶ, σὺν αὐτοῖς περιπατῶν εἰς τὸ ἱερὸν, ἁλλόμενος καὶ αἰνῶν τὸν Θεόν.