# In Acta apostolorum (homiliae 1-55) 1.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Acta apostolorum (homiliae 1-55), ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΤΑ ΕΥΡΙΣΚΟΜΕΝΑ ΠΑΝΤΑ. ΥΠΟΜΝΗΜΑ ΕΙΣ ΤΑΣ ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ. Τὸν μὲν πρῶτον λόγον ἐποιησάμην περὶ πάντων, ὦ Θεόφιλε, ὧν ἤρξατο ὁ Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν, ἄχρι ἧς ἡμέρας ἐντειλάμενος τοῖς ἀποστόλοις διὰ Πνεύματος ἁγίου, οὓς ἐξελέξατο, ἀνελήφθη.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-acta-apostolorum-homiliae-1-55/1.1

Πολλοῖς τουτὶ τὸ βιβλίον οὐδ' ὅτι ἔνι γνώριμόν ἐστιν, οὔτε αὐτὸ, οὔτε ὁ γράψας αὐτὸ καὶ συνθείς. Διὸ καὶ μάλιστα εἰς ταύτην ἐμαυτὸν ἔκρινα θεῖναι τὴν πραγματείαν, ὥστε καὶ τοὺς ἀγνοοῦντας διδάξαι, καὶ μὴ ἀφεῖναι τοσοῦτον λανθάνειν καὶ ἀποκρύπτεσθαι θησαυρόν. Οὐδὲ γὰρ ἔλαττον αὐτῶν τῶν Εὐαγγελίων ὠφελῆσαι ἡμᾶς δυνήσεται· τοσαύτης ἐμπέπλησται φιλοσοφίας καὶ δογμάτων ὀρθότητος, καὶ θαυμάτων ἐπιδείξεως, καὶ μάλιστα τῶν παρὰ τοῦ Πνεύματος εἰργασμένων. Μὴ δὴ λοιπὸν παρατρέχωμεν αὐτὸ, ἀλλὰ μετὰ ἀκριβείας ἐξετάζωμεν. Καὶ γὰρ τὰς προῤῥήσεις, ἃς ἐν τοῖς Εὐαγγελίοις ὁ Χριστὸς προαναφωνεῖ, ταύτας εἰς ἔργον ἐξελθούσας ἐνταῦθα ἔστιν ἰδεῖν, καὶ ἀπ' αὐτῶν τῶν πραγμάτων διαλάμπουσαν τὴν ἀλήθειαν, καὶ πολλὴν τῶν μαθητῶν τὴν ἐπὶ τὸ βέλτιον μεταβολὴν τὴν ἀπὸ τοῦ Πνεύματος αὐτοῖς ἐγγενομένην. Καὶ γὰρ ἅπερ ἤκουσαν τοῦ Χριστοῦ λέγοντος, ὅτι πᾶς Ὁ πιστεύων εἰς ἐμὲ, τὰ σημεῖα, ἃ ἐγὼ ποιῶ, κἀκεῖνος ποιήσει, καὶ μείζονα τούτων ποιήσει· καὶ προλέγοντος τοῖς μαθηταῖς, ὅτι ἐπὶ ἡγεμόνας καὶ βασιλεῖς ἀχθήσονται, καὶ ὅτι ἐν ταῖς συναγωγαῖς αὐτῶν μαστιγώσουσιν αὐτοὺς, καὶ τὰ ἀνήκεστα πείσονται, καὶ ὅτι περιέσονται πάντων, καὶ ὅτι τὸ Εὐαγγέλιον κηρυχθήσεται ἐν ὅλῳ τῷ κόσμῳ, ταῦτα πάντα μετὰ ἀκριβείας ἁπάσης ἐκβεβηκότα ἐν τῷ βιβλίῳ τούτῳ ἔστιν ἰδεῖν, καὶ πλείονα τούτων ἕτερα, ἅπερ εἴρηκεν αὐτοῖς συνών. Ὄψει δὲ καὶ αὐτοὺς τοὺς ἀποστόλους ἐνταῦθα καθάπερ πτηνοὺς διατρέχοντας γῆν καὶ θάλατταν, καὶ τοὺς δειλοὺς ἐκείνους καὶ ἀσυνέτους ἀθρόον ἄλλους ἀντ' ἄλλων γενομένους, καὶ χρημάτων ὑπεροπτὰς, καὶ δόξης, καὶ θυμοῦ, καὶ ἐπιθυμίας, πάντων ἁπλῶς ἀνωτέρους γεγονότας, καὶ πολλὴν τὴν ὁμόνοιαν ἔχοντας, καὶ οὐδαμοῦ οὐδεμίαν βασκανίαν ὡς ἔμπροσθεν, οὐδὲ τὸν περὶ πρωτείων ἔρωτα, ἀλλὰ πᾶσαν ἀπηκριβωμένην ἐν αὐτοῖς τὴν ἀρετὴν, καὶ τὴν ἀγάπην μεθ' ὑπερβολῆς διαλάμπουσαν, ὑπὲρ ἧς καὶ πολλὰ παρήγγειλεν αὐτοῖς λέγων, ὅτι Ἐν τούτῳ γνώσονται πάντες, ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγαπᾶτε ἀλλήλους. Ἔστι δὲ καὶ δόγματα ἐνταῦθα εὑρεῖν, ἅπερ, εἰ μὴ τοῦτο ἦν τὸ βιβλίον, οὐδενὶ σαφῶς οὕτω γνώριμα ἐγένοντο· ἀλλὰ τὸ κεφάλαιον τῆς σωτηρίας ἡμῶν ἀπεκρύπτετο, καὶ ἄδηλον ἦν, καὶ βίου καὶ δογμάτων ἕνεκεν. Τὸ πλέον δὲ τῶν ἐνταῦθα ἐγκειμένων, Παύλου πράξεις εἰσὶ, τοῦ περισσότερον πάντων κοπιάσαντος. Καὶ τὸ αἴτιον, ὅτι αὐτοῦ φοιτητὴς ἦν ὁ τὸ βιβλίον τοῦτο συνθεὶς Λουκᾶς ὁ μακάριος· οὗ τὴν ἀρετὴν πολλαχόθεν μὲν καὶ ἄλλοθεν ἔστιν ἰδεῖν, μάλιστα δὲ ἐκ τοῦ πρὸς τὸν Διδάσκαλον ἀδιασπάστως ἔχειν, καὶ διαπαντὸς αὐτῷ παρακολουθεῖν. Ὅτε γοῦν Δημᾶς καὶ Ἑρμογένης αὐτὸν ἐγκατέλιπον, ὁ μὲν εἰς Γαλατίαν, ὁ δὲ εἰς Δαλματίαν ἀπελθὼν, ἄκουσον τί φησι περὶ τούτου· Λουκᾶς ἐστι μόνος μετ' ἐμοῦ· καὶ Κορινθίοις δὲ ἐπιστέλλων περὶ αὐτοῦ φησιν· Οὗ ὁ ἔπαινος ἐν τῷ Εὐαγγελίῳ διὰ πασῶν τῶν Ἐκκλησιῶν. Καὶ ὅταν λέγῃ, ὅτι Ὤφθη Κηφᾷ, εἶτα τοῖς δώδεκα· καὶ, Κατὰ τὸ Εὐαγγέλιον, ὃ παρελάβετε, τὸ τούτου λέγει· ὥστε οὐκ ἄν τις ἁμάρτοι τὴν πραγματείαν ταύτην αὐτῷ ἀναθείς. Ὅταν δὲ εἴπω, τούτῳ, τῷ Χριστῷ λέγω. Εἰ δέ τις λέγοι· Καὶ τί δήποτε οὐχὶ πάντα συνέγραψε, μέχρι τέλους ὢν μετ' αὐτοῦ; ἐκεῖνο ἂν εἴποιμεν, ὅτι καὶ ταῦτα ἀρκοῦντα ἦν τοῖς βουλομένοις προσέχειν, καὶ ὅτι πρὸς τὰ κατεπείγοντα ἀεὶ ἵσταντο, καὶ ὅτι οὐκ ἐν τῷ λογογραφεῖν ἦν αὐτοῖς ἡ σπουδή· πολλὰ γὰρ καὶ ἀγράφῳ παραδόσει δεδώκασι. Καὶ πάντα μὲν οὖν ἄξια θαύματος τὰ ἐν τῷ βιβλίῳ τούτῳ κείμενα, μάλιστα δὲ τῶν ἀποστόλων ἡ συγκατάβασις, ἣν καὶ τὸ Πνεῦμα αὐτοῖς ὑπέβαλλε, παρασκευάζον αὐτοὺς τῷ τῆς οἰκονομίας ἐνδιατρίβειν λόγῳ. Διὰ δὴ τοῦτο τοσαῦτα περὶ Χριστοῦ διαλεχθέντες, ὀλίγα μὲν περὶ τῆς θεότητος αὐτοῦ εἰρήκασι, τὰ δὲ πλείονα περὶ τῆς ἀνθρωπότητος διελέγοντο, καὶ τοῦ πάθους, καὶ τῆς ἀναστάσεως, καὶ τῆς ἀναβάσεως. Τὸ γὰρ ζητούμενον τέως τοῦτο ἦν, τὸ πιστευθῆναι, ὅτι ἀνέστη καὶ ἀνέβη εἰς οὐρανούς. Ὥσπερ οὖν καὶ αὐτὸς ὁ Χριστὸς μάλιστα πάντων ἐσπούδαζε δεῖξαι, ὅτι παρὰ τοῦ Πατρὸς ἥκει· οὕτω καὶ οὗτος, ὅτι ἀνέστη καὶ ἀνελήφθη, καὶ πρὸς αὐτὸν ἀπῆλθε, καὶ παρ' αὐτοῦ ἀφῖκτο. Εἰ γὰρ μὴ τοῦτο ἐπιστεύθη πρότερον, πολλῷ μᾶλλον τῆς προσθήκης γενομένης τῆς κατὰ τὴν ἀνάστασιν καὶ τὴν ἀνάληψιν, ἄπιστον ἅπαν τὸ δόγμα τοῖς Ἰουδαίοις ἔδοξεν εἶναι. Διὸ ἠρέμα καὶ κατὰ μικρὸν αὐτοὺς ἐπὶ τὰ ὑψηλότερα ἀνάγει. Ἐν δὲ Ἀθήναις καὶ ἄνθρωπον αὐτὸν ἁπλῶς καλεῖ ὁ Παῦλος, οὐδὲν πλέον εἰπών· εἰκότως. Εἰ γὰρ αὐτὸν τὸν Χριστὸν διαλεγόμενον περὶ τῆς εἰς τὸν Πατέρα ἰσότητος λιθάσαι πολλάκις ἐπεχείρησαν, καὶ βλάσφημον διὰ τοῦτο ἐκάλουν, σχολῇ γ' ἂν παρὰ τῶν ἁλιέων τοῦτον τὸν λόγον ἐδέξαντο, καὶ ταῦτα τοῦ σταυροῦ προχωρήσαντος.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Acta apostolorum (homiliae 1-55). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg154.local001/.
