# In Acta apostolorum (homiliae 1-55) 2.1-29

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Acta apostolorum (homiliae 1-55), Ἀναστὰς δὲ Παῦλος, καὶ κατασείσας τῇ χειρὶ, εἶπεν· Ἄνδρες Ἰσραηλῖται, καὶ οἱ ἐν ὑμῖν φοβούμενοι τὸν Θεὸν, ἀκούσατε. Ὁ Θεὸς τοῦ λαοῦ τούτου ἐξελέξατο τοὺς πατέρας ἡμῶν, καὶ τὸν λαὸν ὕψωσεν ἐν τῇ παροικίᾳ αὐτοῦ ἐν γῇ Αἰγύπτῳ, καὶ μετὰ βραχίονος ὑψηλοῦ ἐξήγαγεν αὐτοὺς ἐξ αὐτῆς.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-acta-apostolorum-homiliae-1-55/2.1-29

Ὅρα πῶς πλέκει τὸν λόγον ἀπὸ τῶν παρόντων, ἀπὸ τῶν προφητῶν, ἀπὸ τοῦ σπέρματος τοῦ κατ' ἐπαγγελίαν. Ἀλλ' ἄνωθεν ἴδωμεν τὰ εἰρημένα. Ἄνδρες ἀδελφοὶ, υἱοὶ γένους Ἀβραάμ. Καὶ ἀπὸ τοῦ πατρὸς αὐτοὺς καλεῖ. Ὑμῖν ὁ λόγος τῆς σωτηρίας ταύτης ἐξαπεστάλη. Ἐνταῦθα τὸ, Ὑμῖν, οὐκ Ἰουδαίοις ἀφωρισμένως λέγει, ἀλλὰ δίδωσιν αὐτοῖς ἐξουσίαν ἀποσχισθῆναι τῶν τὸν φόνον τετολμηκότων· καὶ τοῦτο ἀπὸ τοῦ ἐπαγομένου δῆλον. Οἱ γὰρ κατοικοῦντες, φησὶν, Ἱερουσαλὴμ, τοῦτον ἀγνοήσαντες, καὶ τὰς φωνὰς τῶν προφητῶν τὰς κατὰ πάντα σάββατον ἀναγινωσκομένας, κρίναντες ἐπλήρωσαν. Μεγάλη ἡ κατηγορία, εἰ συνεχῶς ἀκούοντες οὐ προσεῖχον. Ἀλλ' οὐδὲν θαυμαστόν· τὰ γὰρ εἰρημένα ἐκεῖνα τὰ κατ' Αἴγυπτον καὶ τὴν ἔρημον ἱκανὰ δεῖξαι αὐτῶν τὴν ἀγνωμοσύνην. Καὶ πῶς ἠγνόησαν, φησὶν, Ἰωάννου λέγοντος; Τί θαυμαστὸν, ὅπου γε καὶ τῶν προφητῶν συνεχῶς βοώντων; Εἶτα καὶ ἄλλη κατηγορία, Καὶ μηδεμίαν αἰτίαν θανάτου εὑρόντες· ὅπερ οὐκ ἦν ἀγνοίας. Θῶμεν γὰρ, ὅτι οὐχ ὡς Χριστὸν αὐτὸν εἶχον· τίνος ἕνεκεν καὶ ἀνῄρουν; Καὶ ᾐτήσαντο, φησὶ, Πιλᾶτον ἀναιρεθῆναι αὐτόν. Ὡς δὲ ἐτέλεσαν πάντα τὰ περὶ αὐτοῦ γεγραμμένα, καθελόντες αὐτὸν ἀπὸ τοῦ ξύλου, ἔθηκαν εἰς μνημεῖον. Ὅρα πῶς αὐτοῖς περισπούδαστον ἦν τοῦτο. Τὸν τρόπον εἶπε τὸν τοῦ θανάτου, καὶ Πιλᾶτον εἰς μέσον φέρει, ἅμα μὲν ἵνα δῆλον τὸ πάθος γένηται ἀπὸ τοῦ κριτηρίου, ἅμα δὲ ἵνα ἐκεῖνοι μειζόνως κατηγορῶνται, ἀνδρὶ παραδόντες ἀλλοφύλῳ. Καὶ οὐκ εἶπεν, Ἐνέτυχον· ἀλλ' ᾘτήσαντο, μηδεμίαν αἰτίαν θανάτου εὑρόντες ἀναιρεθῆναι αὐτὸν, ὥστε δηλῶσαι ὅτι χάριν ἔλαβον ἐκείνου μὴ θέλοντος· ὅπερ σαφέστερον ὁ Πέτρος λέγει, Κρίναντος ἐκείνου ἀπολύειν. Πάνυ ἐφίλει αὐτοὺς ὁ Παῦλος. Καὶ ὅρα, οὐκ ἐνδιατρίβει τῇ ἀγνωμοσύνῃ τῶν πατέρων, ἀλλ' αὐτοῖς ἐφίστησι τὸν φόβον. Ὁ μὲν γὰρ Στέφανος εἰκότως τοῦτο ποιεῖ, ἅτε ἀναιρεῖσθαι μέλλων, καὶ οὐχὶ διδάσκων, καὶ δεικνὺς ὅτι ὁ νόμος ἤδη καταλύεται· οὗτος δὲ οὐκ ἔτι, ἀλλ' ἀπειλεῖ καὶ φοβεῖ μόνον. Ὁ δὲ Θεὸς ἤγειρεν αὐτὸν ἐκ νεκρῶν. Ὃς ὤφθη, φησὶν, ἐπὶ ἡμέρας πλείους τοῖς συναναβᾶσιν αὐτῷ ἀπὸ τῆς Γαλιλαίας ἐπὶ Ἱερουσαλήμ. Ὅρα γὰρ τοῦτον ἅτε ἀπ' αὐτοῦ κεκινημένον τοῦ Πνεύματος, ἄνω καὶ κάτω τὸ πάθος καὶ τὸν τάφον κηρύττοντα. Καὶ ἡμεῖς ὑμᾶς εὐαγγελιζόμεθα, φησὶ, τὴν πρὸς τοὺς πατέρας ἐπαγγελίαν γεγενημένην· τουτέστι, τὴν μὲν ἐπαγγελίαν οἱ πατέρες ἐδέξαντο, τὸ δὲ ἔργον ὑμεῖς. Εἶτα μάρτυρα τὸν Ἰωάννην ἐπαγαγὼν ὅτε ἔλεγεν, ὅτι Ἀπὸ τοῦ σπέρματος τούτου κατ' ἐπαγγελίαν ἤγαγε τῷ Ἰσραὴλ Σωτῆρα, προκηρύξαντος Ἰωάννου πρὸ προσώπου τῆς εἰσόδου αὐτοῦ βάπτισμα μετανοίας τῷ Ἰσραὴλ, ἑξῆς ἐπάγει πάλιν αὐτὸν λέγων· Τίνα με ὑπονοεῖτε; οὐκ εἰμὶ ἐγώ. Εἶτα παράγει καὶ τοὺς ἀποστόλους μάρτυρας τῆς ἀναστάσεως, λέγων· Οἵτινές εἰσι μάρτυρες αὐτοῦ πρὸς τὸν λαόν· εἶτα τὸν Δαυῒδ τοῦτο αὐτὸ μαρτυροῦντα, τῷ λέγειν, Οὐ δώσεις τὸν Ὅσιόν σου ἰδεῖν διαφθοράν. Οὔτε γὰρ τὰ παλαιὰ ἰσχυρὰ καθ' ἑαυτὰ ἐδόκει εἶναι οὕτως, οὔτε ταῦτα ἄνευ ἐκείνων· ὥστε δι' ἑκατέρων πιστοῦται τὸν λόγον. Ἐπειδὴ γὰρ τῷ δέει κατείχοντο ὡς ἀνῃρηκότες αὐτὸν, καὶ τὸ συνειδὸς αὐτοὺς ἠλλοτρίου, οὐχ ὡς πρὸς χριστοκτόνους διαλέγονται, οὐδὲ ὡς ἀλλότριον ἀγαθὸν αὐτοῖς ἐγχειρίζοντες, ἀλλὰ τὸ οἰκεῖον. Πάνυ ποθεινὸν ἦν αὐτοῖς τὸ ὄνομα τοῦ Δαυΐδ· διὸ καὶ τίθησιν αὐτὸ, ἵνα κἂν οὕτως αὐτὸν δέξωνται, ὡσεὶ ἔλεγεν ὑπὸ τοῦ παιδὸς αὐτοῦ βασιλεύεσθαι· οὐκοῦν ἀπ' αὐτοῦ μὴ ἀφηνιάζετε. Τί ἐστι, Δώσω ὑμῖν τὰ ὅσια Δαυῒδ τὰ πιστά; Τὰ βέβαια, φησὶ, τὰ οὐδέποτε ἀπολλύμενα. Καὶ οὐκ ἐγχρονίζει τούτοις, ἅτε τοῦ λόγου λοιπὸν πιστευθέντος· ἀλλ' ἐπιτείνει τὴν κόλασιν, καὶ μετέρχεται τὸ αὐτοῖς ποθεινὸν, δεικνὺς τὸν νόμον ἐκβαλλόμενον, καὶ τῷ συμφέροντι ἐνδιατρίβει, ὅτι τε μεγάλα ἀγαθὰ ὑπακούουσι, καὶ ὅτι μεγάλα κακὰ παρακούουσιν ἔσται. Εἶτα περὶ τοῦ Δαυῒδ πάλιν λέγει, καὶ τοῦτο μετ' ἐγκωμίου. Δαυῒδ μὲν γὰρ, φησὶν, ἰδίᾳ γενεᾷ ὑπηρετήσας τῇ τοῦ Θεοῦ βουλῇ, προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ· καθὼς καὶ Πέτρος αὐτοῦ μνημονεύων ἔλεγεν· Ἐξὸν εἰπεῖν μετὰ παῤῥησίας περὶ τοῦ πατριάρχου Δαυΐδ. Καὶ οὐ λέγει, ὅτι ἐτελεύτησεν, ἀλλὰ, Προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ, ὅπερ ἦν εὐφημότερον. Καὶ ὅρα πῶς οὐδαμοῦ κατορθώματα αὐτῶν τίθησιν, ἀλλ' ἅπερ ἔχει κατηγορίαν. Τὸ γὰρ, ᾘτήσαντο καὶ ἔλαβον, μεγίστη κατηγορία αὐτῶν. Εἶτα τὰς εὐεργεσίας τοῦ Θεοῦ καταλέγει, Ἐξελέξατο εἰπὼν, Ὕψωσεν, Ἐτροποφόρησε. Ταῦτα δὲ οὐκ ἐκείνων ἐγκώμια, ἀλλὰ τοῦ Θεοῦ. Τὸν δὲ Δαυῒδ ἐγκωμιάζει μόνον, ἐπειδὴ ἐξ αὐτοῦ ὁ Χριστός. Εἴσοδον δὲ ὁ Ἰωάννης καλεῖ λέγων, Πρὸ προσώπου τῆς εἰσόδου αὐτοῦ, τὴν σάρκωσιν τοῦ Χριστοῦ, τὴν μετὰ σαρκὸς αὐτοῦ φανέρωσιν. Οὕτω καὶ ὁ Ἰωάννης τὸ Εὐαγγέλιον γράφων, ἐπὶ τοῦτον καταφεύγει συνεχῶς· ὄνομα γὰρ ἦν αὐτῷ πολὺ κατὰ τὴν οἰκουμένην ἅπασαν. Καὶ ὅρα· οὐ λέγει αὐτὸ ἐξ ἑαυτοῦ, ἀλλὰ τὴν ἐκείνου φέρει μαρτυρίαν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Acta apostolorum (homiliae 1-55). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg154.local001/.
