Ancient Greek
Διέτριβον δὲ ἐκεῖ, φησὶ, χρόνον οὐκ ὀλίγον σὺν τοῖς μαθηταῖς. Καί τινες κατελθόντες ἀπὸ τῆς Ἰουδαίας, ἐδίδασκον τοὺς ἀδελφοὺς, ὅτι Ἐὰν μὴ περιτέμνησθε τῷ ἔθει Μωϋσέως, οὐ δύνασθε σωθῆναι.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Acta apostolorum (homiliae 1-55) 2.1-32
Not analysed yet
Ὅρα πῶς εἰς φοβερὸν κατέληξεν. Οὐδὲν ἀπὸ τῶν. προφητῶν αὐτοῖς διαλέγεται, ἀλλ' ἀπὸ τῶν παρόντων πραγμάτων, ὧν αὐτοὶ μάρτυρες ἦσαν. Εἰκότως καὶ αὐτοὶ λοιπὸν ἐπιμαρτυροῦσι, καὶ τὸν λόγον ἰσχυρότερον ποιοῦσι τοῖς ἤδη γενομένοις. Καὶ ὅρα, ἐν τῇ Ἐκκλησίᾳ συγχωρεῖ πρῶτον ζήτησιν γενέσθαι, καὶ τότε λέγει. Ἐπεὶ οὖν οὐκ εἶπε, Τῶν ἐκ περιτομῆς, ἀλλὰ, Τῶν ἐθνῶν (τοῦτο γὰρ κατὰ μικρὸν ἐπαγόμενον ἐγίνετο ἰσχυρότερον, ἐκεῖνο δὲ ἦν πειράζοντος, εἰ δύναται καὶ μετὰ νόμον σῶσαι), ὅρα τί ποιεῖ· δείκνυσιν αὐτοὺς ἐν κινδύνῳ, εἴ γε ὅπερ οὐκ ἴσχυσεν ὁ νόμος, ἴσχυσεν ἡ πίστις· ταύτης δὲ ἐκπιπτούσης, ἀνάγκη αὐτοὺς ἐν ἀπωλείᾳ εἶναι. Καὶ οὐκ εἶπεν, Ἀπιστεῖτε, ὅπερ ἦν φορτικώτερον, καὶ ταῦτα ἐληλεγμένου τοῦ πράγματος. Ἐν μὲν οὖν τοῖς Ἱεροσολύμοις οὐκ ἦσαν ἐξ ἐθνῶν τινες, ἐν δὲ Ἀντιοχείᾳ εἰκὸς εἶναι. Διὰ τοῦτο καὶ ἀπέρχονται, καὶ διατρίβουσι χρόνον οὐκ ὀλίγον ἐκεῖ. Ἐξανέστησαν δέ τινες τῶν Φαρισαίων, ἔτι νοσοῦντες τὴν φιλαρχίαν, καὶ βουλόμενοι πρὸς αὐτοὺς ἔχειν τοὺς ἐξ ἐθνῶν. Καίτοι καὶ Παῦλος νομομαθὴς ἦν, ἀλλ' οὐκ ἔπασχε τοῦτο· ἐπειδὴ δὲ ἐκεῖθεν ἦλθε, καὶ τὸ δόγμα ἀκριβέστερον ἐγένετο. Εἰ γὰρ οἱ ἐν Ἱεροσολύμοις ὄντες οὐδὲν τοιοῦτον ἐπιτάττουσι, πολλῷ μᾶλλον οὗτοι. Ὁρᾷς ὅσοι μὴ φιλαρχοῦσι, χαίρουσιν ἐν τῇ πίστει; Οὐ φιλοτιμίας τοίνυν τὰ διηγήματα οὐδὲ ἐπιδείξεως ἦν, ἀλλὰ ἀπολογίας τοῦ εἰς τὰ ἔθνη κηρύγματος· διὸ καὶ οὐδὲν λέγουσι τῶν εἰς τοὺς Ἰουδαίους συμβεβηκότων. Πολλὴ ἡ ἐπιτριβὴ τῶν Φαρισαίων, καὶ μετὰ τὴν πίστιν ἔτι νομοθετούντων, καὶ οὐ πειθομένων τοῖς ἀποστόλοις. Ἀλλ' ὅρα ἐκείνους, πῶς ἐπιεικῶς καὶ οὐ μετὰ αὐθεντείας διαλέγονται· τὰ γὰρ τοιαῦτα ἐπιθυμητὰ, καὶ πέπηγε μᾶλλον. Ὁρᾷς οὐδαμοῦ λόγων ἐπίδειξιν, ἀλλὰ τὴν διὰ τῶν πραγμάτων, τὴν διὰ τοῦ Πνεύματος; Ἀλλ' ὅμως καὶ τοιαῦτα ἔχοντες τεκμήρια, ἔτι ἐπιεικῶς διαλέγονται. Καὶ ὅρα· οὐκ ἀπέρχονται διαβάλλοντες τοὺς ἐν Ἀντιοχείᾳ, ἀλλ' ἐκεῖθεν πάλιν λαμβάνουσιν ἀφορμήν. Οὕτως ἐμελέτων τὸ φιλαρχεῖν, οἳ καὶ οὐκ εἰδότων τῶν ἀποστόλων ἐμέμφθησαν. Ἀλλ' ὅμως οὐδὲν τούτων οὗτοι προήνεγκαν· ἀλλ' ὅτε ἀπέδειξαν, τότε σφοδρότερον γράφουσι. Μέγα γὰρ ἡ ἐπιείκεια πανταχοῦ καλόν· ἐπιείκεια λέγω, οὐ ψυχρότης· ἐπιείκεια, οὐ κολακεία· πολὺ γὰρ ταῦτα διέστηκεν ἀπ' ἀλλήλων. Οὐδὲν ἐτράχυνε Παῦλον, οὐδὲν Πέτρον. Ὅταν ἔχῃς ἀποδείξεις, τί ὀργίζῃ; ἢ ἵνα καὶ ταύτας ἀκύρους ποιήσῃς; Οὐκ ἔστι τὸν ὀργιζόμενον πεῖσαί ποτε. Καὶ χθὲς περὶ ὀργῆς διελέχθημεν· οὐδὲν δὲ κωλύει καὶ τήμερον· ἡ γὰρ συνέχεια ἴσως ἐργάσεταί τι. Καὶ γὰρ φάρμακον τὸ δύναμιν ἔχον ἀφανίσαι τραῦμα, ἂν μὴ συνεχῶς ἐπιτεθῇ, τὸ πᾶν ἀπώλεσε. Μὴ δὴ νομίζετε, κατάγνωσιν ὑμῶν εἶναι, τὸ συνεχῶς περὶ τῶν αὐτῶν διαλέγεσθαι· εἰ γὰρ κατεγνώκειμεν, οὐκ ἂν διελέχθημεν· νῦν δὲ ἐλπίζοντες μεγάλα ἡμᾶς κερδαίνειν, ταῦτα φθεγγόμεθα. Εἴθε γὰρ συνεχῶς περὶ τῶν αὐτῶν ἐλέγομεν. εἴθε μηδὲ ἦν ἄλλη τις λόγων ὑπόθεσις ἢ φροντὶς, ἀλλ' ὅπως τῶν παθῶν κρατήσωμεν τῶν ἡμετέρων. Πῶς γὰρ οὐκ ἄτοπον, βασιλεῦσι μὲν ἐν τρυφῇ ζῶσι καὶ τοσαύτῃ τιμῇ μηδένα εἶναι λόγον, μήτε ἐπὶ τραπέζης, μηδὲ ἐν ἄλλῳ μηδενὶ καιρῷ, ἀλλὰ πῶς μόνον τῶν πολεμίων κρατῆσαι δεῖ, καὶ διὰ τοῦτο καθ' ἑκάστην ἡμέραν συλλόγους ποιεῖν, καὶ στρατηγοὺς καὶ στρατιώτας καταλέγειν, καὶ φόρους ἀπαιτεῖν, καὶ τῶν πολιτικῶν πραγμάτων ταύτας δύο αἰτίας ἀναγκαίας εἶναι ἡγεῖσθαι, ὅπως καὶ τῶν πολεμούντων κρατήσωσι, καὶ τοὺς οἰκείους ἐν εἰρήνῃ καταστήσωσιν· ἡμᾶς δὲ μηδὲ ὄναρ θέλειν τὰ τοιαῦτα διαλέγεσθαι, ἀλλ' ὅπως μὲν ἀγρὸν ὠνησώμεθα, καὶ ὅπως ἀνδράποδα, καὶ ὅπως πλείω τὴν οὐσίαν ποιήσωμεν, καθ' ἑκάστην ἡμέραν διαλεγόμενοι οὐ λαμβάνομεν κόρον· περὶ δὲ τῶν ἐν ἡμῖν πραγμάτων καὶ τῶν ὄντως ἡμῶν οὔτε αὐτοὶ λέγειν βουλόμεθα, οὐδὲ ἑτέρων λεγόντων ἀνεχόμεθα ἀκούειν; Περὶ τίνος οὖν, εἰπέ μοι, διαλέγεσθαι βούλει; περὶ ἀρίστου; Ἀλλὰ ταῦτα μαγείρων τὰ ῥήματα. Ἀλλὰ περὶ χρημάτων; Ἀλλὰ ταῦτα καπήλων καὶ ἐμπόρων. Ἀλλὰ περὶ κτισμάτων; Ἀλλὰ ταῦτα τεκτόνων καὶ οἰκοδόμων. Ἀλλὰ περὶ γῆς; Ἀλλὰ ταῦτα γεωργῶν. Ἡμῶν δὲ οὐδὲν ἕτερόν ἐστιν ἔργον, ἀλλ' ἢ πῶς πλοῦτον περιποιησόμεθα τῇ ψυχῇ. Μὴ τοίνυν προσκορὴς ὁ λόγος γινέσθω. Διὰ τί γὰρ μηδεὶς ἐγκαλεῖ τῷ ἰατρῷ περὶ ἰατρικῆς ἀεὶ διαλεγομένῳ, μηδὲ τοῖς ἄλλοις τοῖς δημιουργοῖς περὶ τῶν οἰκείων τεχνῶν λέγουσιν; Εἰ μὲν γὰρ οὕτως ἡμῖν ἦν κατωρθωμένα τὰ τῶν παθῶν, ὡς μὴ δεῖσθαι ὑπομνήσεως, εἰκότως ἄν τις ἡμῖν ἐνεκάλεσε φιλοτιμίαν καὶ ἐπίδειξιν· μᾶλλον δὲ οὐδὲ οὕτως. Εἰ γὰρ καὶ κατώρθωτο, καὶ οὕτως ἐχρῆν διαλέγεσθαι, ὥστε μὴ ἀναπεσεῖν· ἐπεὶ καὶ ἰατροὶ οὐχὶ νοσοῦσιν, ἀλλὰ καὶ ὑγιαίνουσι διαλέγονται, καὶ ἔστιν αὐτοῖς βιβλία τοιαύτης πραγματείας, τοῖς μὲν, ἵνα τῆς νόσου ἀπαλλάττωσι, τοῖς δὲ, ἵνα τὴν ὑγείαν διαφυλάττωσιν. Ὥστε εἰ καὶ ὑγιαίνομεν, οὐδὲ οὕτως ἀποστῆναι ἐχρῆν, ἀλλὰ πάντα ποιεῖν ὥστε διατηρηθῆναι τὴν ὑγείαν ἡμῖν.