# In Acta apostolorum (homiliae 1-55) 2.1-36

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Acta apostolorum (homiliae 1-55), Διοδεύσαντες δὲ τὴν Ἀμφίπολιν καὶ Ἀπολλωνίαν, ἦλθον εἰς Θεσσαλονίκην, ὅπου ἦν ἡ συναγωγὴ τῶν Ἰουδαίων. Κατὰ δὲ τὸ εἰωθὸς τῷ Παύλῳ, εἰσῆλθε πρὸς αὐτοὺς, καὶ ἐπὶ σάββατα τρία διελέγετο αὐτοῖς ἀπὸ τῶν Γραφῶν, διανοίγων καὶ παρατιθέμενος, ὅτι τὸν Χριστὸν ἔδει παθεῖν, καὶ ἀναστῆναι ἐκ νεκρῶν, καὶ ὅτι Οὗτός ἐστι Χριστὸς Ἰησοῦς, ὃν ἐγὼ καταγγέλλω ὑμῖν.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-acta-apostolorum-homiliae-1-55/2.1-36

Καὶ πῶς, φησὶ, προηγουμένως εἰς τὰς συναγωγὰς εἰσῄει; Ἀλλ' Ἕλληνας ἔπειθε διὰ τῶν Ἰουδαίων, ἐξ ὧν Ἰουδαίοις διελέγετο. ᾜδει δὲ, ὅτι τοῦτο μάλιστα ἔθνεσιν ἦν πρὸς πίστιν προσαγωγόν. Διὰ τοῦτο ἔλεγεν, Ἐφ' ὅσον εἰμὶ ἐγὼ ἐθνῶν ἀπόστολος. Καὶ αἱ ἐπιστολαὶ δὲ αὐτοῦ πρὸς Ἰουδαίους πᾶσαί εἰσιν ἀπομαχόμεναι. Ὅτι τὸν Χριστὸν, φησὶν, ἔδει παθεῖν. Εἰ παθεῖν ἔδει, πάντως καὶ ἀναστῆναι· πολλῷ γὰρ ἐκείνου θαυμασιώτερον τοῦτο. Εἰ γὰρ τὸν οὐδὲν ἠδικηκότα εἰς θάνατον ἐξέδωκε, πολλῷ μᾶλλον ἀνέστησεν αὐτόν. Προσλαβόμενοι δέ τινας τῶν ἀγοραίων οἱ ἀπειθοῦντες Ἰουδαῖοι, ἐθορύβουν τὴν πόλιν, φησίν. Ὥστε πλείους ἦσαν οἱ Ἕλληνες. Καὶ προσλαμβάνουσί τινας, ἐπειδὴ οὐκ ἐνόμισαν ἑαυτοὺς ἀρκεῖν πρὸς τὴν στάσιν οἱ Ἰουδαῖοι, καὶ ἐπειδὴ οὐκ εἶχον αἰτίαν εὔλογον. Θορύβῳ ἀεὶ τὰ τοιαῦτα ἀνύουσι, καὶ προσλήψει ἀνδρῶν πονηρῶν. Μὴ εὑρόντες δὲ αὐτοὺς, φησὶν, ἔσυραν τὸν Ἰάσονα. Ὢ τῆς τυραννίδος. ἀπὸ τῶν οἰκιῶν εἷλκον αὐτοὺς ἁπλῶς. Οὗτοι πάντες ἀπέναντι τῶν τοῦ Καίσαρος δογμάτων πράσσουσι, βασιλέα, φησὶ, λέγοντες ἕτερον εἶναι Ἰησοῦν. Ἐπειδὴ οὐδὲν ἐναντίον ἔλεγον τοῖς δεδογμένοις, οὐδὲ παρεκίνουν τὴν πόλιν, ἐφ' ἕτερον ἔγκλημα αὐτοὺς ἄγουσι, καὶ εἰς καθοσίωσιν διαβάλλουσι. Καὶ τί φοβεῖσθε, εἴ γε τέθνηκεν; Ὅρα τοὺς διωγμοὺς πανταχοῦ τὸ κήρυγμα ἐκτείνοντας. Οὗτοι μὲν οὖν, φησὶν, εὐγενέστεροι ἦσαν τῶν ἐν Θεσσαλονίκῃ· τουτέστιν, οὐδὲν πονηρὸν πράττοντες· ἀλλ' οἱ μὲν ἐπείσθησαν, οὗτοι δὲ καὶ τὸ ἐναντίον ποιοῦσι θορυβοῦντες αὐτούς. Πολλοὶ μὲν οὖν ἐξ αὐτῶν ἐπίστευσαν καὶ τῶν Ἑλληνίδων, φησὶ, γυναικῶν. Πάλιν ἐνταῦθα πιστεύουσιν Ἕλληνες. Σὺ δέ μοι θέα, ὅτι οἰκονομικῶς ἔφυγον οὐ δειλιῶντες· ἦ γὰρ ἂν ἐπαύσαντο κηρύττοντες, καὶ οὐχὶ μᾶλλον παρώξυναν. Ἀλλ' ἐκ τούτου δύο ἐγένετο· καὶ ἐκείνων ὁ θυμὸς ἐσβέννυτο, καὶ τὸ κήρυγμα ἐπεδίδου. Ἀξίως δὲ τῆς ἀταξίας αὐτῶν εἶπεν· ὅτι ἦλθον κἀκεῖ σαλεύοντες τοὺς ὄχλους, τὴν ἀκάθεκτον μανίαν αὐτῶν αἰνιττόμενος. Εὐθέως δὲ ἐξαπέστειλαν τὸν Παῦλον οἱ ἀδελφοὶ πορεύεσθαι, φησὶν, ὡς ἐπὶ τὴν θάλασσαν. Ἐνταῦθα λοιπὸν τὸν Παῦλον πέμπουσι μόνον· περὶ γὰρ αὐτοῦ ἐδεδοίκεισαν, μή τι πάθῃ, τὸ κεφάλαιον αὐτῶν αὐτὸ ὄν· οὕτως οὐ πανταχοῦ ἡ χάρις ἐνήργει, ἀλλ' εἴα αὐτοὺς καὶ ἀνθρώπινα ποιεῖν, διανιστῶσα αὐτοὺς καὶ διυπνίζουσα, καὶ εἰς μέριμναν ἐμβάλλουσα. Ὅρα γοῦν, ἕως Φιλίππων ἔσωσε μόνον, ἐντεῦθεν δὲ οὐκ ἔτι. Καὶ λαβόντες ἐντολὴν, φησὶ, πρὸς τὸν Σίλαν καὶ τὸν Τιμόθεον, ἵνα ὡς τάχιστα ἔλθωσι πρὸς αὐτὸν, ἐξῄεσαν. Καὶ τοῦτο εἰκότως. Εἰ γὰρ καὶ Παῦλος ἦν, ὅμως ἐδεῖτο ἐκείνων. Ἄρα καλῶς ἠπείγοντο εἰς Μακεδονίαν ὑπὸ τοῦ Θεοῦ· λαμπρὰ γὰρ ἦν καὶ ἡ Ἑλλὰς λοιπόν· ἐπεὶ καὶ ἄλλα περιττὰ ἐποίει. Ὁ Χριστὸς διέταξεν ἐκ τοῦ εὐαγγελίου ζῇν, οὗτος δὲ αὐτὸ οὐκ ἐποίει· ὁ Χριστὸς οὐκ ἀπέστειλεν αὐτὸν βαπτίζειν, οὗτος δὲ ἐβάπτιζεν. Ὅρα πῶς ἀντίῤῥοπος πάντων ἦν Πέτρος εἰς τὴν περιτομὴν, οὗτος εἰς τὰ ἔθνη, εἰς τὸ πλέον μέρος. Καὶ λαβόντες τὸ ἱκανὸν, φησὶ, παρὰ τοῦ Ἰάσονος, ἀπέλυσαν αὐτούς. Ὅρα πῶς ἱκανὰ δοὺς Ἰάσων ἐξέπεμψε Παῦλον, ὥστε τὴν ψυχὴν αὐτοῦ ἔδωκεν ὑπὲρ αὐτοῦ. Οὗτοι, φησὶν, ἦσαν εὐγενέστεροι τῶν ἐν Θεσσαλονίκῃ· τουτέστι, κατὰ τὴν ἀρετὴν ὄντες τοῦτο καὶ τὴν πρὸς τὸν Θεὸν πίστιν. Οἵτινες ἐδέξαντο τὸν λόγον μετὰ πάσης προθυμίας, φησὶ, τὸ καθ' ἡμέραν ἀνακρίνοντες τὰς Γραφὰς, εἰ ἔχοι ταῦτα οὕτως. Οὐχ ἁπλῶς ῥύμῃ οὐδὲ ζήλῳ. Καίτοι μείζων ἡ πόλις ἦν, ἀγοραῖοι ἄνθρωποι ἦσαν ἐν αὐτῇ· θαυμαστὸν δὲ οὐδὲν καὶ εἰ ἐν μείζονι χείρους εἰσί. Μάλιστα μὲν οὖν εἰς τὴν μείζονα χείρους εἶναι εἰκὸς, ἔνθα πολλαὶ τῶν ταραχῶν αἱ ἀφορμαί. Καθάπερ γὰρ ἐν σώματι, ὅταν ἡ νόσος χαλεπωτέρα ᾖ, πλείονα ἔχει τὴν ὕλην καὶ τὴν τροφήν· οὕτω δὴ καὶ ἐνταῦθα, ὅπερ ἐν Ἰκονίῳ γέγονε, καὶ νῦν γίνεται. Καὶ ἐξέρχεται ὁ Παῦλος, ἵνα καὶ τῆς ἑτέρων ἀπωλείας δίκην δῶσι. Διὰ τοῦτο καὶ Παῦλος ἔλεγε· Κωλυόντων ἡμᾶς τοῖς ἔθνεσι λαλεῖν. Καὶ διὰ τί μὴ ἐνέμειναν, φησὶν, ἐνταῦθα; διὰ τί μὴ σημεῖα ἐποίησαν; Εἰ γὰρ ἐκεῖ, ἔνθα ἐλιθάζετο, ἔμενεν ἱκανὸν χρόνον, πολλῷ μᾶλλον ἐνταῦθα. Διὰ τί; Οὐκ ἀεὶ ἐβούλετο τούτους σημεῖα ποιεῖν Θεός· τοῦ γὰρ σημεῖα ποιεῖν οὐχ ἧττον σημεῖον τὸ διωκομένους περιγενέσθαι χωρὶς σημείων. Ὥστε καθάπερ νῦν χωρὶς σημείων κρατεῖ, οὕτω καὶ τότε πολλαχοῦ ἐβούλετο κρατεῖν. Οὐ τοίνυν οὐδὲ οἱ ἀπόστολοι ἐπέτρεχον τοῖς σημείοις, ὅπερ οὖν καὶ αὐτός φησιν· Ἡμεῖς δὲ κηρύσσομεν Χριστὸν ἐσταυρωμένον. Τοῖς σημεῖα ζητοῦσι, τοῖς σοφίαν, ταῦτα διδόαμεν, ἃ μηδὲ μετὰ σημείων δύναται πεῖσαι, καὶ πείθομεν. Ὥστε μέγα τοῦτο σημεῖον ἦν. Ὅρα γοῦν ἐπιταθέντος τοῦ κηρύγματος, πῶς ταχέως ἐπιτρέχουσι τοῖς σημείοις. Ἔδει γὰρ λοιπὸν διὰ τοὺς πιστεύσαντας μείζονα εἶναι σημεῖα τῶν λοιπῶν· διὸ καὶ γίνονται· ἀλλὰ τῷ ὑποχωρεῖν καὶ ἐπιέναι ταῦτα ἐποίουν. Ἐξαπέστειλαν αὐτὸν, φησὶν, ὡς ἐπὶ τὴν θάλασσαν. Τί δήποτε; Ὥστε μὴ γενέσθαι αὐτοῖς εὔκολον τὴν κατάληψιν. Οὕτω γὰρ καθ' ἑαυτοὺς μέγα τι ἔπραξαν ἂν, καὶ μετ' ἐκείνου πολλὰ ἤνυσαν καὶ κατώρθωσαν. Τέως ἐκεῖνον ἐξαρπάσαι ἐβούλοντο.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Acta apostolorum (homiliae 1-55). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg154.local001/.
