Ancient Greek · ~19 min
Καὶ ἐν τῷ συμπληροῦσθαι τὴν ἡμέραν τῆς Πεντηκοστῆς, ἦσαν ὁμοθυμαδὸν ἐπὶ τὸ αὐτό· καὶ ἐγένετο ἄφνω ἐκ τοῦ οὐρανοῦ ἦχος.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Acta apostolorum (homiliae 1-55) 2.1-4
Not analysed yet
Ὢ τῆς ἀνοίας. ὢ τῆς κακίας τῆς πολλῆς. Καίτοι οὐδὲ καιρὸς ἦν οὗτος τοῦ γλεύκους· Πεντηκοστὴ γὰρ ἦν. Καὶ τὸ δεινότερον, ὅτι πάντων ὁμολογούντων, Ῥωμαίων ὄντων, προσηλύτων ὄντων, τῶν σταυρωσάντων ἴσως, ἐκεῖνοι μετὰ τοσαῦτα λέγουσιν, ὅτι Γλεύκους μεμεστωμένοι εἰσίν. Ἀλλ' ἴδωμεν ἄνωθεν τὰ εἰρημένα. Ἐπλήρωσε, φησὶ, τὸν οἶκον. Ἡ πνοὴ καθάπερ κολυμβήθρα γέγονεν ὕδατος. Τῆς δαψιλείας δὲ τοῦτο τεκμήριον καὶ τῆς σφοδρότητος τὸ πῦρ. Οὐδαμοῦ τοιοῦτο γέγονεν ἐπὶ τῶν προφητῶν· ἀλλὰ τότε μὲν οὕτως ἐκείνοις, τοῖς προφήταις δὲ ἑτέρως. Κεφαλὶς γὰρ βιβλίου δίδοται τῷ Ἰεζεκιὴλ, καὶ ἐσθίει ἃ ἔμελλε λέγειν· Ἐγένετο γὰρ, φησὶν, ἐν τῷ στόματι αὐτοῦ ὡς μέλι γλυκάζον. Καὶ πάλιν ἡ χεὶρ ἅπτεται τοῦ Θεοῦ τῆς γλώσσης ἑτέρου προφήτου. Ἐνταῦθα δὲ αὐτὸ τὸ Πνεῦμα τὸ ἅγιον· οὕτως ὁμότιμον τυγχάνει Πατρὶ καὶ Υἱῷ. Καὶ πάλιν ἑτέρωθι ἄλλως· Κατάλεγμα, καὶ μέλος, καὶ οὐαί. Ἐκείνοις μὲν οὖν εἰκότως ἐν βιβλίῳ· ἔτι γὰρ αὐτοῖς παραδειγμάτων ἔδει· πρὸς ἓν ἔθνος εἶχον ἐκεῖνοι μόνον, καὶ τοὺς οἰκείους· οὗτοι δὲ καὶ πρὸς τὴν οἰκουμένην ἅπασαν, καὶ τοὺς οὐδέποτε γνωρισθέντας. Ἑλισσαῖος δὲ διὰ μηλωτῆς λαμβάνει τὴν χάριν, ἄλλος δι' ἐλαίου, ὡς ὁ Δαυῒδ, Μωϋσῆς δὲ, διὰ πυρὸς τῆς βάτου καλεῖται. Ἀλλ' ἐνταῦθα οὐχ οὕτως, ἀλλ' αὐτὸ τὸ πῦρ ἐνεκάθισε. Διατί δὲ μὴ ἐφάνη πῦρ τὸν οἶκον πληροῦν; Ὅτι ἐξέστησαν ἄν. Ἀλλὰ δείκνυσιν ὅτι τοῦτο ἐκεῖνό ἐστι. Μὴ γὰρ τῷ λέγειν, ὅτι Ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι, πρόσχῃς· ἀλλ' ὅτι πυρός. Τοσοῦτον πῦρ μυρίαν ὕλην ἀνάψαι δύναται. Καὶ καλῶς εἶπε, Διαμεριζόμεναι. Ἐκ μιᾶς γὰρ ἦν ῥίζης· ἵνα μάθῃς; ὅτι ἐνέργειά ἐστιν ἀπὸ τοῦ Παρακλήτου πεμφθεῖσα. Ὅρα δὲ καὶ ἐκείνους πρῶτον δειχθέντας ἀξίους, καὶ τότε Πνεύματος καταξιωθέντας· οἷον ὥσπερ ὁ Δαυΐδ· ἅπερ γὰρ ἐν ταῖς ποίμναις εἰργάζετο, ταῦτα καὶ μετὰ τὴν νίκην καὶ τὸ τρόπαιον, ἵνα δειχθῇ αὐτοῦ γυμνὴ ἡ πίστις. Ὅρα πάλιν τὸν Μωϋσέα καὶ αὐτὸν καταφρονοῦντα βασιλείων, καὶ μετὰ τεσσαράκοντα ἔτη τῆς δημαγωγίας ἁπτόμενον· τὸν Σαμουὴλ ἀνατρεφόμενον ἐν τῷ ναῷ· τὸν Ἐλισσαῖον πάντα ἀφιέντα· τὸν Ἰεζεκιὴλ πάλιν. Ὅτι δὲ οὕτω συνέβαινε, καὶ ἐκ τῶν μετὰ ταῦτα δῆλον· καὶ γὰρ καὶ οὗτοι πάντα εἴασαν τὰ αὐτῶν. Διὰ τοῦτο τότε τὸ Πνεῦμα λαμβάνουσιν, ὅτε τὴν οἰκείαν ἀρετὴν ἐπεδείξαντο. Ἔμαθον καὶ τὴν ἀνθρωπίνην ἀσθένειαν, δι' ὧν ἔπαθον· ἔμαθον, ὅτι οὐκ εἰκῆ ταῦτα κατώρθωσαν. Οὕτω καὶ Σαοὺλ πρότερον μαρτυρηθεὶς ἀγαθὸς εἶναι, τότε τὸ Πνεῦμα ἔλαβεν. Ἀλλ' οὕτως οὐδεὶς, οὐδὲ ὁ μείζων τῶν προφητῶν Μωϋσῆς. Ἐκεῖνος γὰρ ὅτε ἔδει ἑτέρους γενέσθαι πνευματικοὺς, ἠλαττοῦτο αὐτός. Ἀλλ' ἐνταῦθα οὐχ οὕτως· ἀλλ' ὥσπερ ἐπὶ τοῦ πυρὸς, ὅσους ἄν τις θέλοι λύχνους ἀνάπτει, τὸ πῦρ οὐδὲν ἐλαττῶν· οὕτω καὶ ἐπὶ τῶν ἀποστόλων συνέβαινε τότε. Καὶ γὰρ διὰ τοῦ πυρὸς οὐ μόνον τὸ δαψιλὲς τῆς χάριτος ἐδείκνυτο, ἀλλὰ καὶ πηγὴν ἕκαστος ἐλάμβανε Πνεύματος· ὥσπερ οὖν καὶ αὐτὸς πηγὴν ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον ἔφησεν ἕξειν τοὺς πιστεύοντας ἐπ' αὐτόν· καὶ μάλα εἰκότως. Οὐ γὰρ τῷ Φαραὼ διαλεξόμενοι ἀπῄεσαν, ἀλλὰ τῷ διαβόλῳ παλαίσοντες. Καὶ τὸ δὴ θαυμαστότερον, ὅτι πεμπόμενοι οὐδὲν ἀντεῖπον, οὐδὲ εἶπον ἰσχνόφωνοι εἶναι, καὶ βραδύγλωσσοι· Μωϋσῆς γὰρ αὐτοὺς εἰς τοῦτο ἐπαίδευσεν. Οὐκ εἶπον εἶναι νεώτεροι· Ἱερεμίας γὰρ αὐτοὺς ἐσωφρόνισε. Καίτοι πολλὰ ἤκουσαν φοβερὰ, καὶ πολλῷ μείζονα ἐκείνων· ἀλλ' ὅμως ἐφοβοῦντο ἀντειπεῖν. Ἐκ τούτου δῆλον, ὅτι καὶ φωτὸς ἄγγελοι ἦσαν, καὶ τῶν ἄνωθεν πραγμάτων ὑπηρέται. Καὶ ἐκείνοις μὲν οὐδεὶς ἀπ' οὐρανοῦ φαίνεται τὰ ἐν τῇ γῇ διώκουσιν ἔτι· ἐπειδὴ δὲ ἀνῆλθεν ἄνθρωπος ἄνω, καὶ Πνεῦμα ἄνωθεν φέρεται, Ὡσεὶ φερομένης, φησὶ, πνοῆς βιαίας. Διὰ τούτου δῆλον ποιεῖ, ὅτι οὐδὲν αὐτοῖς ἀντιστῆναι δυνήσεται, ἀλλ' ὥσπερ χοῦν τοὺς ὑπεναντίους λικμήσουσι. Καὶ ἐπλήρωσεν ὅλον τὸν οἶκον. Ἡ οἰκία τοῦ κόσμου σύμβολον ἦν. Καὶ ἐκάθισεν ἐφ' ἕνα ἕκαστον αὐτῶν. Καὶ συνῆλθε τὸ πλῆθος, καὶ συνεχύθη. Ὁρᾷς τὴν τούτων εὐλάβειαν, καὶ πῶς οὐκ εὐθέως ἀποφαίνονται, ἀλλ' ἐν ἀπορίᾳ εἰσίν; Ἐκεῖνοι δὲ οἱ ἀγνώμονες ἀποφαίνονται λέγοντες, ὅτι Γλεύκους εἰσὶ μεμεστωμένοι. Ἐπεὶ ἐξῆν αὐτοῖς κατὰ τὸν νόμον τρὶς τοῦ ἐνιαυτοῦ φαίνεσθαι ἐν τῷ ναῷ, διὰ τοῦτο ᾤκουν ἐκεῖ ἀπὸ πάντων τῶν ἐθνῶν εὐλαβεῖς ἄνδρες. Ὅρα ἐντεῦθεν τὸν γράφοντα, πῶς αὐτοὺς οὐ κολακεύει. Οὐ γὰρ εἶπεν, ὅτι ἀπεφήναντο· ἀλλὰ τί; Γενομένης δὲ τῆς φωνῆς ταύτης συνῆλθε τὸ πλῆθος, καὶ συνεχύθη. Εἰκότως· ἐνόμιζον γὰρ αὐτοῖς τέλος ἔχειν τὸ πρᾶγμα διὰ τὴν γενομένην τόλμαν κατὰ τοῦ Χριστοῦ. Ἄλλως δὲ καὶ τὸ συνειδὸς κατέσειεν αὐτῶν τὰς ψυχὰς, ἐν χερσὶν οὔσης ἔτι τῆς σφαγῆς, καὶ πάντα αὐτοὺς ἐπτόει. Οὐκ ἰδοὺ, φησὶ, πάντες οὗτοί εἰσιν οἱ λαλοῦντες Γαλιλαῖοι; Καλῶς οὕτως εἶπε· καὶ γὰρ τοῦτο εἶναι ὡμολογοῦντο. Οὕτως αὐτοὺς ἐπτόησεν ὁ ἦχος, ὅτι καὶ τὸ πλέον τῆς οἰκουμένης ἐνταῦθα κατέλαβε. Τοῦτο δὲ αὐτοὺς ἐνεύρου τοὺς ἀποστόλους, ὅτι τί ποτε Παρθιστὶ ἦν φθέγγεσθαι οὐκ ᾔδεσαν, ἀλλὰ παρ' ἐκείνων τότε ἐμάνθανον. Ἐθνῶν δὲ μέμνηται πολεμίων αὐτοῖς, Κρητῶν, Ἀράβων, Αἰγυπτίων, Περσῶν, δηλῶν ὅτι πάντων τούτων κρατήσουσιν.