# In Acta apostolorum (homiliae 1-55) 2.1-41

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Acta apostolorum (homiliae 1-55), Ὡς δὲ ἐπληρώθη ταῦτα, ἔθετο ὁ Παῦλος ἐν τῷ Πνεύματι, διελθὼν τὴν Μακεδονίαν καὶ Ἀχαΐαν, πορεύεσθαι εἰς Ἱερουσαλὴμ, εἰπὼν, ὅτι Μετὰ τὸ γενέσθαι με ἐκεῖ, δεῖ με καὶ Ῥώμην ἰδεῖν. Ἀποστείλας δὲ εἰς τὴν Μακεδονίαν δύο τῶν διακονούντων αὐτῷ, Τιμόθεον καὶ Ἔραστον, αὐτὸς ἐπέσχε χρόνον εἰς τὴν Ἀσίαν. Ἐγένετο δὲ κατὰ τὸν καιρὸν ἐκεῖνον τάραχος οὐκ ὀλίγος περὶ τῆς ὁδοῦ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-acta-apostolorum-homiliae-1-55/2.1-41

Ἁπλῶς πάλιν ἐπίασιν ὡς ἐπὶ Ἰάσονος Ἰουδαῖοι, καὶ πανταχοῦ αὐτοῖς πρόκεινται· οὕτως οὐδὲν εἶχον κόμπου γέμον οὐδὲ δόξης. Τοῦ δὲ Παύλου βουλομένου εἰσελθεῖν εἰς τὸν δῆμον, οὐκ εἴων αὐτὸν οἱ μαθηταί. Τινὲς δὲ τῶν Ἀσιαρχῶν ὄντες αὐτῷ φίλοι, πέμψαντες πρὸς αὐτὸν παρεκάλουν μὴ δοῦναι ἑαυτὸν εἰς τὸ θέατρον. Παρακαλοῦσιν, ὅτι ἄτακτος ἦσαν δῆμος ἀλογίστῳ ῥύμῃ πάντα τολμῶντες. Καὶ ὁ Παῦλος πείθεται· οὐ γὰρ ἦν κενόδοξος, οὐδὲ φιλότιμος. Ἄλλοι μὲν οὖν ἄλλο τι ἔκραζον· ἦν γὰρ ἡ ἐκκλησία συγκεχυμένη. Τοιοῦτον γὰρ τὸ πλῆθος· ἁπλῶς ἕπεται καθάπερ πῦρ εἰς ὕλην ἐμπεσόν. Καὶ οἱ πλείους οὐκ ᾔδεισαν, τίνος ἕνεκεν συνεληλύθεισαν. Ἐκ δὲ τοῦ ὄχλου προεβίβασαν Ἀλέξανδρον, προβαλόντων αὐτὸν τῶν Ἰουδαίων. Προεβάλοντο Ἰουδαῖοι οἰκονομικῶς, ἵνα μηδὲν ἔχωσιν ὕστερον ἀντιλέγειν. Οὗτος καὶ προβάλλεται, καὶ φθέγγεται, καὶ τί, ἄκουε· Ὁ δὲ Ἀλέξανδρος κατασείσας τῇ χειρὶ, ἤθελεν ἀπολογεῖσθαι τῷ δήμῳ. Ἐπιγνόντες δὲ, ὅτι Ἰουδαῖός ἐστι, φωνὴ ἐγένετο μία ἐκ πάντων, ὡς ἐπὶ ὥρας δύο κραζόντων· Μεγάλη ἡ Ἄρτεμις Ἐφεσίων. Παιδικὴ ὄντως ἡ διάνοια· καθάπερ φοβούμενοι, μὴ σβεσθῇ τὸ σέβας αὐτῶν, συνεχῶς ἐβόων. Δύο ἔτη ἐκάθισεν ἐκεῖ, καὶ ὅρα πόσοι ἔτι Ἕλληνες ἦσαν. Καταστείλας δὲ ὁ γραμματεὺς τὸν ὄχλον, φησίν· Ἄνδρες Ἐφέσιοι, τίς γάρ ἐστιν ἄνθρωπος, ὃς οὐ γινώσκει τὴν Ἐφεσίων πόλιν νεωκόρον οὖσαν τῆς μεγάλης θεᾶς Ἀρτέμιδος καὶ τοῦ Διοπετοῦς; Τούτῳ πρώτῳ τὸν θυμὸν αὐτῶν ἔσβεσε. Καὶ τοῦ διοπετοῦς. Τοῦτο λέγει, ὡς οὐκ ὄντος δήλου τοῦ πράγματος. Ἱερὸν δὲ ἕτερον οὕτω ἐκαλεῖτο Διοπετές· ἤτοι τὸ εἴδωλον τοίνυν τῆς Ἀρτέμιδος Διοπετὲς ἔλεγον, ὡς ἐκ τοῦ Διὸς τὸ ὄστρακον ἐκεῖνο πεπτωκὸς, καὶ οὐχ ὑπὸ ἀνθρώπου γενόμενον· ἢ ἕτερον ἄγαλμα παρ' αὐτοῖς οὕτως ἐλέγετο. Ἀναντιῤῥήτων οὖν ὄντων τούτων, δέον ἐστὶν ὑμᾶς κατεσταλμένους ὑπάρχειν, καὶ μηδὲν προπετὲς πράσσειν. Ἠγάγετε γὰρ τοὺς ἄνδρας τούτους, οὔτε ἱεροσύλους, οὔτε βλασφημοῦντας τὴν θεὰν ὑμῶν. Ἄρα τὸ πᾶν ψεῦδος· ταῦτα δὲ πρὸς τὸν δῆμον, ὥστε κἀκείνους ἐπιεικεστέρους γενέσθαι, φησίν. Εἰ μὲν οὖν Δημήτριος καὶ οἱ σὺν αὐτῷ τεχνῖται ἔχουσι πρός τινα λόγον, ἀγοραῖοι ἄγονται, καὶ ἀνθύπατοί εἰσιν· ἐγκαλείτωσαν ἀλλήλοις. Εἰ δέ τι περὶ ἑτέρων ἐπιζητεῖτε, ἐν τῇ ἐννόμῳ ἐκκλησίᾳ ἐπιλυθήσεται. Καὶ γὰρ κινδυνεύομεν ἐγκαλεῖσθαι στάσεως περὶ τῆς σήμερον, μηδενὸς αἰτίου ὑπάρχοντος, περὶ οὗ [οὐ] δυνησόμεθα ἀποδοῦναι λόγον τῆς συστροφῆς ταύτης. Καὶ ταῦτα εἰπὼν, ἀπέλυσε τὴν ἐκκλησίαν. Ἔννομον ἐκκλησίαν, φησὶ, διότι τρεῖς ἐκκλησίαι ἐγίνοντο κατὰ νόμον καθ' ἕκαστον μῆνα· αὕτη δὲ ἦν παράνομος. Εἶτα καὶ ἐφόβησεν αὐτοὺς εἰπών· Κινδυνεύομεν ἐγκαλεῖσθαι στάσεως. Ἀλλ' ἴδωμεν ἄνωθεν τὰ εἰρημένα. Ὡς δὲ ἐπληρώθη ταῦτα, φησὶν, ἔθετο ὁ Παῦλος ἐν τῷ Πνεύματι, διελθὼν τὴν Μακεδονίαν καὶ Ἀχαΐαν, πορεύεσθαι εἰς Ἱεροσόλυμα. Οὐκ ἔτι ἀνθρωπίνως ἐνταῦθα ποιεῖ, ἀλλὰ Πνεύματι, ᾧ καὶ προείλετο διελθεῖν. Τοῦτο γάρ ἐστι τὸ, Ἔθετο, καὶ τοιαύτην ὁ λόγος ἔννοιαν ἔχει. Τίνος δὲ ἕνεκεν ἀποστέλλει Τιμόθεον καὶ Ἔραστον, οὐ λέγει· ἐμοὶ δὲ δοκεῖ καὶ περὶ τούτου εἰπεῖν τὸ, Ἐν Πνεύματι. Διὸ μηκέτι στέγοντες, εὐδοκήσαμεν καταλειφθῆναι ἐν Ἀθήναις μόνοι. Καὶ ὅρα, δύο τῶν διακονούντων αὐτῷ ἀπέστειλε, τήν τε παρουσίαν ἀπαγγεῖλαι καὶ προθυμοτέρους ποιῆσαι. Μάλιστα πάντων τῇ Ἀσίᾳ ἐνδιατρίβει· εἰκότως· ἐκεῖ γὰρ ἦν ἡ πολλὴ φατρία τῶν φιλοσόφων. Καὶ ἐλθὼν, πάλιν αὐτοῖς διελέγετο· καὶ γὰρ πολλὴ ἦν ἐκεῖ ἡ δεισιδαιμονία. Δημήτριος γάρ τις, φησὶν, ἀργυροκόπος, συναθροίσας τοὺς περὶ τὰ τοιαῦτα ἐργάτας, εἶπεν· Ἄνδρες, ἐπίστασθε καὶ θεωρεῖτε καὶ ἀκούετε· οὕτω κατάδηλον ἦν τὸ γινόμενον· Ὅτι οὗτος, φησὶν, ὁ Παῦλος πείσας μετέστησεν ἱκανὸν ὄχλον. Ὥστε οὐ βιαίως, εἰ ἔπεισεν· οὕτω δεῖ πείθειν πόλιν. Εἶτα ἐπάγει ὅπερ αὐτῶν καθήπτετο, ὅτι Οὐκ εἰσὶ θεοὶ οἱ διὰ χειρῶν γινόμενοι. Τί ἐστι τοῦτο; Ἀνατρέπει, φησὶ, τὴν τέχνην τὴν ἡμετέραν. Καὶ ἵνα μὴ ἐννοήσωσι, καὶ εἴπωσιν, ὅτι μόνος ἄνθρωπος τοιαῦτα ἰσχύει, καὶ εἰ τοσοῦτον ἰσχύει, αὐτῷ δεῖ πείθεσθαι, ἐπήγαγεν· Ἣν ὅλη ἡ Ἀσία καὶ ἡ οἰκουμένη σέβεται. Τὴν φωνὴν αὐτῶν ᾤοντο ἐπιτειχίζειν τῷ Πνεύματι τῷ θείῳ, ὄντες παῖδες Ἕλληνες. Ἐκ ταύτης τῆς ἐργασίας, φησὶν, ἡ εὐπορία ἡμῶν ἐστι. Καὶ εἰ ἀπὸ ταύτης τῆς ἐργασίας εὐπορία ὑμῖν περιγίνεται, πῶς ἔπεισεν ἄνθρωπος εὐτελής; πῶς τοσαύτης ἐκράτησε συνηθείας; τί ποιῶν ἢ τί λέγων; Οὐκ ἔστι Παύλου, οὐκ ἔστιν ἀνδρός. Καὶ τοῦτο ἀρκεῖ τὸ εἰπεῖν, ὅτι Οὐκ εἰσὶ θεοί. Εἰ μὲν οὖν οὕτως εὐφώρατον τὸ τῆς ἀσεβείας, πάλαι καταγνωσθῆναι ἔδει· εἰ δὲ ἰσχυρὸν, οὐχ οὕτως ἀναιρεθῆναι ταχέως. Οὐ μόνον δὲ, φησὶ, τοῦτο κινδυνεύει ἡμῖν τὸ μέρος. Ὡς δή τί ποτε μεῖζον λέγων, τοῦτο ἐπήγαγεν. Ἀκούσαντες δὲ καὶ γενόμενοι πλήρεις θυμοῦ ἔκραζον· Μεγάλη ἡ Ἄρτεμις Ἐφεσίων. Κατὰ πόλιν γὰρ αὐτοῖς ἦσαν θεοί. Καὶ οὕτω διέκειντο, ὡς διὰ τῆς φωνῆς ἀνακτώμενοι τὸ σέβας αὐτῆς, καὶ τὰ γεγενημένα ἀναλύοντες.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Acta apostolorum (homiliae 1-55). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg154.local001/.
