Ancient Greek
Ἀπὸ δὲ τῆς Μιλήτου πέμψας εἰς Ἔφεσον, μετεκαλέσατο τοὺς πρεσβυτέρους τῆς Ἐκκλησίας. Ὡς δὲ παρεγένοντο πρὸς αὐτὸν, εἶπεν αὐτοῖς· Ὑμεῖς ἐπίστασθε ἀπὸ πρώτης ἡμέρας, ἧς ἐπέβην εἰς τὴν Ἀσίαν, ὡς μεθ' ὑμῶν πάντα τὸν χρόνον ἐγενόμην, δουλεύων τῷ Κυρίῳ μεθ' ὑμῶν μετὰ πάσης ταπεινοφροσύνης καὶ πολλῶν δακρύων καὶ πειρασμῶν τῶν συμβάντων μοι ἐν ταῖς ἐπιβουλαῖς τῶν Ἰουδαίων, ὡς οὐδὲν ὑπεστειλάμην τῶν συμφερόντων τοῦ μὴ ἀναγγεῖλαι ὑμῖν, καὶ διδάξαι ὑμᾶς δημοσίᾳ, καὶ κατ' οἴκους, διαμαρτυρόμενος Ἰουδαίοις τε καὶ Ἕλλησι τὴν εἰς Θεὸν μετάνοιαν, καὶ πίστιν τὴν εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Acta apostolorum (homiliae 1-55) 2.1-43
Not analysed yet
Τί διαμαρτύρῃ; Ὥστε βίου ἐπιμεληθῆναι· ὥστε μετανοῆσαι καὶ προσελθεῖν τῷ Θεῷ. Οὐδὲ γὰρ Ἰουδαῖοι ᾔδεσαν αὐτὸν, διά τε τὸν Υἱὸν ἀγνοεῖν, διά τε τὰ ἔργα καὶ πίστιν μὴ ἔχειν τὴν εἰς τὸν Κύριον Ἰησοῦν. Τίνος οὖν ἕνεκεν ταῦτα λέγεις; τίνος ἕνεκεν ταῦτα ὑπομιμνήσκεις; τί γέγονε; μή τι ἔχεις ἐγκαλεῖν; Πρότερον κατασείσας αὐτῶν τὴν διάνοιαν, τότε ἐπάγει· Καὶ νῦν ἰδοὺ ἐγὼ δεδεμένος τῷ Πνεύματι πορεύομαι εἰς Ἱερουσαλὴμ, τὰ ἐν αὐτῇ συναντήσοντά μοι μὴ εἰδώς· πλὴν ὅτι τὸ Πνεῦμά μοι τὸ ἅγιον κατὰ πόλιν διαμαρτύρεται, λέγον, ὅτι δεσμά με καὶ θλίψεις μένουσιν. Ἀλλ' οὐδενὸς λόγον ποιοῦμαι· οὐδὲ ἔχω τὴν ψυχὴν τιμίαν ἐμαυτῷ, ὡς τελειῶσαι τὸν δρόμον μου μετὰ χαρᾶς, καὶ τὴν διακονίαν, ἣν ἔλαβον παρὰ τοῦ Κυρίου Ἰησοῦ, διαμαρτύρασθαι τὸ Εὐαγγέλιον τῆς χάριτος τοῦ Θεοῦ. Διὰ τί ταῦτα λέγει; Παρασκευάζων αὐτοὺς ἀεὶ ἑτοίμους εἶναι πρὸς κινδύνους καὶ δήλους καὶ ἀδήλους, καὶ πάντα τῷ Πνεύματι πείθεσθαι. Δείκνυσι δὲ, ὅτι ἐπὶ μεγάλοις ἀπάγεται. Πλὴν ὅτι τὸ Πνεῦμά μοι, φησὶ, τὸ ἅγιον κατὰ πόλιν διαμαρτύρεται, λέγον. Ἵνα δείξῃ, ὅτι ἑκὼν ἀπέρχεται, καὶ ἵνα μὴ δεσμὸν ἢ ἀνάγκην νομίσῃς, τὸ Κατὰ πόλιν εἶπεν. Εἶτα ἐπάγει, ὅτι Οὐκ ἔχω τιμίαν τὴν ἐμαυτοῦ ψυχὴν, ὡς τελειῶσαι τὸν δρόμον μου μετὰ χαρᾶς, καὶ τὴν διακονίαν, ἢν ἔλαβον παρὰ τοῦ Κυρίου Ἰησοῦ. Ὁρᾷς ὅτι οὐκ ἀποδυρομένου ἦν τὰ ῥήματα, ἀλλὰ μετριάζοντος καὶ παιδεύοντος ἐκείνους καὶ συμπάσχοντος τοῖς γινομένοις; Οὐκ εἶπεν, ὅτι Ἀλγῶμεν, ἀνάγκη δὲ φέρειν· ἀλλ' οὐδὲ, Ἡγοῦμαι. Τοῦτο πάλιν λέγει, οὐκ ἐπαίρων ἑαυτὸν, ἀλλ' ἐκείνους διδάσκων, διὰ μὲν τῶν προτέρων τὴν ταπεινοφροσύνην, διὰ δὲ τούτων τὴν ἀνδρείαν, τὴν παῤῥησίαν· ὡσεὶ ἔλεγεν· Οὐ φιλῶ αὐτὴν πρὸ ταύτης· προτιμότερον ἡγοῦμαι τὸ τελέσαι τὸν δρόμον, τὸ διαμαρτύρασθαι. Καὶ οὐκ εἶπε, Κηρῦξαι, Διδάξαι· ἀλλὰ τί; Διαμαρτύρασθαι τὸ Εὐαγγέλιον τῆς χάριτος τοῦ Θεοῦ. Μέλλει τι φορτικώτερον λέγειν, ὅτι Καθαρὸς ἐγὼ ἀπὸ τοῦ αἵματος πάντων· διὰ τοῦτο προκατασκευάζει, καὶ δείκνυσιν, ὅτι οὐδὲν ἐλλείπεται. Ἐπεὶ οὖν ἔμελλεν αὐτοῖς ἐπιτιθέναι τὸ βάρος ἅπαν καὶ τὸ φορτίον, πρότερον κατεμάλαξεν αὐτῶν τὴν διάνοιαν, λέγων· Καὶ νῦν ἰδοὺ ἐγὼ οἶδα, ὅτι οὐκ ἔτι ὄψεσθε τὸ πρόσωπόν μου. Εἶτα τότε ἐπήγαγε τὸ, Καθαρὸς ἐγὼ ἀπὸ τοῦ αἵματος πάντων. Διπλῆ ἡ λύπη· τό τε, Τὸ πρόσωπον αὐτοῦ οὐκ ἔτι ὄψεσθαι, καὶ τὸ, Αὐτοὺς πάντας. Οὐκ ἔτι γὰρ, φησὶν, ὄψεσθε τὸ πρόσωπόν μου ὑμεῖς πάντες, ἐν οἷς διῆλθον κηρύσσων τὴν βασιλείαν. Ὥστε εἰκότως διαμαρτύρομαι ὑμῖν, ἅτε μηκέτι παραγινόμενος, Ὅτι καθαρὸς ἐγὼ ἀπὸ τοῦ αἵματος πάντων. Οὐ γὰρ ὑπεστειλάμην τοῦ μὴ ἀναγγεῖλαι ὑμῖν πᾶσαν τὴν βουλὴν τοῦ Θεοῦ. Ὁρᾷς πῶς φοβεῖ, καὶ πεπονημένας αὐτῶν τὰς ψυχὰς καὶ τεθλιμμένας ἐπιτρίβει; Καλῶς, ὅτι ἀναγκαῖον ἦν. Οὐ γὰρ ὑπεστειλάμην τοῦ μὴ ἀναγγεῖλαι ὑμῖν, φησὶ, πᾶσαν τὴν βουλὴν τοῦ Θεοῦ. Ἄρα ὁ μὴ λέγων, ὑπεύθυνός ἐστι τοῦ αἵματος· τουτέστι, τῆς σφαγῆς. Οὐδὲν τούτου φοβερώτερον. Δείκνυσιν, ὅτι κἀκεῖνοι, ἂν μὴ ποιῶσιν, ὑπεύθυνοί εἰσι τοῦ αἵματος. Καὶ δοκεῖ μὲν ἀπολογεῖσθαι, ἐκείνους δὲ φοβεῖ. Προσέχετε οὖν ἑαυτοῖς καὶ παντὶ τῷ ποιμνίῳ, ἐν ᾧ ὑμᾶς τὸ Πνεῦμα τὸ ἅγιον ἔθετο ἐπισκόπους ποιμαίνειν τὴν Ἐκκλησίαν τοῦ Θεοῦ, ἣν περιεποιήσατο διὰ τοῦ ἰδίου αἵματος. Ὁρᾷς; δύο προσέταξεν. Οὔτε οὖν τὸ ἑτέρους κατορθοῦν μόνον ἔχει τι κέρδος (Φοβοῦμαι γὰρ, φησὶ, μή πως ἄλλοις κηρύξας αὐτὸς ἀδόκιμος γένωμαι), οὔτε τὸ ἑαυτοῦ μόνον ἐπιμελεῖσθαι. Ὁ γὰρ τοιοῦτος φίλαυτος καὶ τὸ ἑαυτοῦ ζητεῖ μόνον, καὶ τοῦ τὸ τάλαντον καταχώσαντος ἴσος ἐστί. Ταῦτα λέγει, οὐκ ἐπειδὴ προτιμοτέρα ἡ ἡμετέρα σωτηρία τοῦ ποιμνίου, ἀλλ' ἐπειδὴ, ὅταν ἑαυτοῖς προσέχωμεν, τότε καὶ τὸ ποίμνιον κερδαίνει. Ἐν ᾧ ὑμᾶς τὸ Πνεῦμα τὸ ἅγιον ἔθετο ἐπισκόπους ποιμαίνειν τὴν Ἐκκλησίαν τοῦ Θεοῦ. Ὅρα πόσαι ἀνάγκαι. Παρὰ τοῦ Πνεύματος τὴν χειροτονίαν ἔχετε, φησί· τοῦτο γάρ ἐστι τὸ, Ἔθετο. Μία αὕτη ἀνάγκη· εἶτα, Ποιμαίνειν τὴν Ἐκκλησίαν τοῦ Θεοῦ. Ἰδοὺ καὶ δευτέρα· καὶ τρίτη, Ἥν φησιν ὅτι περιεποιήσατο διὰ τοῦ ἰδίου αἵματος. Πολὺ δείκνυσι δι' ὧν εἶπε τίμιον τὸ πρᾶγμα, καὶ ὅτι οὐχ ὑπὲρ μικρῶν ὁ κίνδυνος, εἴ γε ὁ Δεσπότης ὑπὲρ τῆς Ἐκκλησίας, οὐδὲ τοῦ αἵματος ἐφείσατο τοῦ ἑαυτοῦ, ἡμεῖς δὲ τῆς τῶν ἀδελφῶν σωτηρίας καταφρονοῦμεν. Καὶ ἐκεῖνος μὲν ἵνα ἐχθροὺς καταλλάξῃ, καὶ τὸ αἷμα ἐξέχεε· σὺ δὲ οὐδὲ φίλους γενομένους ἰσχύεις κατασχεῖν. Ἐγὼ γὰρ οἶδα τοῦτο, ὅτι εἰσελεύσονται μετὰ τὴν ἄφιξίν μου λύκοι βαρεῖς εἰς ὑμᾶς, μὴ φειδόμενοι τοῦ ποιμνίου. Πάλιν ἄλλοθεν αὐτοὺς ἐπιστρέφει ἀπὸ τῶν ἐσομένων· ὥσπερ ὅταν ἀλλαχοῦ λέγῃ· Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα. Ὅτι εἰσελεύσονται, φησὶ, μετὰ τὴν ἄφιξίν μου λύκοι βαρεῖς εἰς ὑμᾶς. Διπλοῦν τὸ κακὸν, ὅτι τε αὐτὸς οὐ πάρεστι, καὶ ὅτι ἕτεροι ἐπιθήσονται. Τί οὖν ἀπέρχῃ, εἰ τοῦτο προοῖδας; Τὸ Πνεῦμά με ἕλκει, φησί.