# In Acta apostolorum (homiliae 1-55) 2.1-46

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Acta apostolorum (homiliae 1-55), Εἶπε δὲ ὁ Παῦλος· Ἐγώ εἰμι ἄνθρωπος Ἰουδαῖος, Ταρσεὺς τῆς Κιλικίας, οὐκ ἀσήμου πόλεως πολίτης· δέομαι δέ σου, ἐπίτρεψόν μοι λαλῆσαι πρὸς τὸν λαόν. Ἐπιτρέψαντος δὲ αὐτοῦ, ὁ Παῦλος ἑστὼς ἐπὶ τῶν ἀναβαθμῶν κατέσεισε τῇ χειρὶ τὸν λαόν. Πολλῆς δὲ σιγῆς γενομένης, προσεφώνησε τῇ Ἑβραΐδι διαλέκτῳ, λέγων.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-acta-apostolorum-homiliae-1-55/2.1-46

Βλέπε δὲ αὐτοῦ καὶ τὴν ἀπολογίαν οὐ δειλίας οὖσαν, ἀλλὰ διδασκαλίας μᾶλλον καὶ κατηχήσεως. Εἰ γὰρ μὴ λίθοι ἦσαν οἱ ἀκούοντες, προσεῖχον ἂν τοῖς λεγομένοις. Μέχρι γὰρ τούτου μάρτυρας εἶχεν αὐτοὺς, τὰ δὲ λοιπὰ ἀμάρτυρα. Παρ' ὧν καὶ ἐπιστολὰς δεξάμενος, πρὸς τοὺς ἀδελφοὺς εἰς Δαμασκὸν ἐπορευόμην, ἄξων καὶ τοὺς ἐκεῖσε ὄντας δεδεμένους εἰς Ἱερουσαλὴμ, ἵνα τιμωρηθῶσιν. Ἐγένετο δὲ πορευομένῳ μοι καὶ ἐγγίζοντι τῇ Δαμασκῷ, περὶ μεσημβρίαν ἐξαίφνης ἐκ τοῦ οὐρανοῦ περιαστράψαι φῶς ἱκανὸν περὶ ἐμὲ, ἔπεσόν τε εἰς τὸ ἔδαφος, καὶ ἤκουον φωνῆς λεγούσης μοι· Σαοὺλ, Σαοὺλ, τί με διώκεις; Ἐγὼ δὲ ἀπεκρίθην· Τίς εἶ, Κύριε; Εἶπέ τε πρός με· Ἐγώ εἰμι Ἰησοῦς ὁ Ναζωραῖος, ὃν σὺ διώκεις. Μάλιστα μὲν οὖν καὶ ταῦτα ἀξιόπιστα ἔδει εἶναι ἀπὸ τῶν προλαβόντων· οὐ γὰρ ἂν μετεστράφη. Τί οὖν, εἰ κομπάζει; φησίν; Οὐδαμῶς. Διὰ τί γὰρ τοσοῦτον ἐξαίφνης ἔῤῥιψε ζῆλον; εἰπέ μοι. Τιμὴν προσδοκῶν; Καὶ μὴν τἀναντία ὑπέμεινεν· ἀλλ' ἄνεσιν; Οὐδὲ τοῦτο· ἀλλὰ τί ἕτερον; Ἀλλ' οὐδὲν ἀπὸ λογισμῶν εὑρεῖν δυνατόν. Ταῦτα τοίνυν ἀφεὶς αὐτοῖς συλλέγειν, τὰ πράγματα διηγεῖται. Ἐγγίζοντί μοι, φησὶ, τῇ Δαμασκῷ, περὶ μεσημβρίαν ἐξαίφνης ἐκ τοῦ οὐρανοῦ περιαστράψαι φῶς ἱκανὸν περὶ ἐμὲ, ἔπεσόν τε εἰς τὸ ἔδαφος. Ὅρα πόση ἡ ὑπερβολὴ τοῦ φωτός. Καὶ ὅτι οὐ κομπάζω, οἱ συνόντες μαρτυροῦσιν, οἱ χειραγωγοῦντες, οἱ τὸ φῶς θεασάμενοι. Οἱ δὲ σὺν ἐμοὶ ὄντες τὸ μὲν φῶς ἐθεάσαντο, καὶ ἔμφοβοι ἐγένοντο, τὴν δὲ φωνὴν οὐκ ἤκουσαν τοῦ λαλοῦντός μοι. Μηδὲν ξενισθῇς, εἰ ἐνταῦθα μὲν οὕτως, ἑτέρωθι δὲ λέγει, ὅτι Εἱστήκεισαν τὴν μὲν φωνὴν ἀκούοντες, μηδένα δὲ θεωροῦντες. Οὐκ ἔστι τοῦτο ἐναντίον. Φωναὶ γὰρ δύο ἦσαν, ἡ Παύλου καὶ ἡ τοῦ Κυρίου· τὴν φωνὴν τοίνυν ἐκεῖ τοῦ Παύλου λέγει, ἐνταῦθα δὲ καὶ προσέθηκεν εἰπὼν, Τὴν φωνὴν οὐκ ἤκουσαν τοῦ λαλοῦντός μοι. Οὐκοῦν τὸ, Μηδένα θεωροῦντες, οὐ τοῦ ἰδεῖν, ἀλλὰ τοῦ μὴ ἀκοῦσαι δηλωτικόν ἐστιν. Οὐ γὰρ εἶπεν ὅτι τὸ φῶς οὐκ ἔβλεπον· ἀλλὰ, Μηδένα θεωροῦντες εἱστήκεισαν· τουτέστι, λαλοῦντα. Εἰκότως δὲ τοῦτο ἐγένετο· αὐτὸν γὰρ ἔδει τῆς φωνῆς καταξιωθῆναι ἐκείνης. Εἰ γὰρ ἤκουσαν κἀκεῖνοι, οὐκ ἂν τοσοῦτον ἐγένετο τὸ θαῦμα. Ἐπειδὴ τοίνυν οἱ παχύτεροι ὄψει πείθονται μᾶλλον, διὰ τοῦτο καὶ ἐκεῖνοι τὸ φῶς εἶδον μόνον, ὅπερ ἱκανὸν ἦν αὐτοὺς πεῖσαι· ὅθεν καὶ ἔμφοβοι γίνονται. Ἄλλως δὲ οὐ περὶ αὐτοὺς τὸ φῶς τοσοῦτον εἰργάσατο, ὅσον περὶ τοῦτον· καὶ γὰρ ἐπήρωσεν αὐτοῦ τὰς ὄψεις, διὰ τῶν εἰς τοῦτον συμβαινόντων κἀκείνοις διδοὺς ἀναβλέψαι, εἴ γε ἤθελον. Ἐμοὶ γοῦν δοκεῖ καὶ οἰκονομικῶς ἐκείνους μὴ πιστεῦσαι, ὥστε εἶναι μάρτυρας ἀξιοπίστους. Εἶπέ τε, φησὶ, πρὸς ἐμέ· Ἐγώ εἰμι Ἰησοῦς ὁ Ναζωραῖος, ὃν σὺ διώκεις. Καλῶς καὶ ἡ πόλις πρόσκειται, ὥστε ἐπιγνῶναι αὐτούς. Καὶ οἱ ἀπόστολοι οὕτως ἔλεγον· Ἰησοῦν τὸν ἀπὸ Ναζαρέθ. Ὅρα, καὶ αὐτὸς μαρτυρεῖ, ὅτι ἐδιώκετο. Οἱ δὲ σὺν ἐμοὶ ὄντες τὸ μὲν φῶς ἐθεάσαντο, καὶ ἔμφοβοι ἐγένοντο, τὴν δὲ φωνὴν οὐκ ἤκουσαν τοῦ λαλοῦντός μοι. Εἶπον δέ· Τί ποιήσω, Κύριε; Ὁ δὲ Κύριος εἶπε πρός με· Ἀναστὰς πορεύου εἰς Δαμασκὸν, κἀκεῖ σοι λαληθήσεται τί σε δεῖ ποιῆσαι. Ὡς δὲ οὐκ ἐνέβλεπον ἀπὸ τῆς δόξης τοῦ φωτὸς ἐκείνου, χειραγωγούμενος ὑπὸ τῶν συνόντων μοι, ἦλθον εἰς Δαμασκόν. Ἀνανίας δέ τις ἀνὴρ εὐλαβὴς κατὰ τὸν νόμον, μαρτυρούμενος ὑπὸ πάντων τῶν ἐν Δαμασκῷ Ἰουδαίων, ἐλθὼν πρός με καὶ ἐπιστὰς, εἶπέ μοι· Σαοὺλ ἀδελφὲ, ἀνάβλεψον. Κἀγὼ αὐτῇ τῇ ὥρᾳ ἀνέβλεψα εἰς αὐτόν. Εἴσελθε, φησὶν, εἰς τὴν πόλιν, κἀκεῖ σοι λαληθήσεται τί σε δεῖ ποιῆσαι. Ἰδοὺ πάλιν ἄλλος μάρτυς. Καὶ ὅρα πῶς αὐτὸν καὶ ἀξιόπιστον ποιεῖ. Ἀνανίας δέ τις, φησὶν, ἀνὴρ εὐλαβὴς κατὰ τὸν νόμον, μαρτυρούμενος ὑπὸ πάντων τῶν Ἰουδαίων, εἰσελθὼν πρός με καὶ ἐπιστὰς, εἶπέ μοι· Ἀνάβλεψον. Οὕτως οὐδὲν ἀλλότριόν ἐστι. Κἀγὼ αὐτῇ τῇ ὥρᾳ ἀνέβλεψα. Εἶτα ἡ διὰ τῶν πραγμάτων μαρτυρία. Καὶ ὅρα διὰ προσώπων καὶ πραγμάτων αὐτὴν πλεκομένην, προσώπων οἰκείων τε καὶ ἀλλοτρίων. Πρόσωπα οἱ ἱερεῖς, οἱ πρεσβύτεροι, οἱ συνοδεύοντες τὰ πράγματα ἃ ἐποίει, ἃ ἔπαθε· καὶ πράγματα πράγμασι μαρτυρεῖ, οὐχὶ πρόσωπα μόνον. Ἢ καὶ ἑτέρως· ἀλλότριος ὁ Ἀνανίας· εἶτα τὸ πρᾶγμα αὐτὸ, ἡ ἀνάβλεψις· εἶτα προφητεία μεγάλη. Ὁ δὲ εἶπε, φησίν· Ὁ Θεὸς τῶν πατέρων ἡμῶν προεχειρίσατό σε γνῶναι τὸ θέλημα αὐτοῦ, καὶ ἰδεῖν τὸν δίκαιον. Καλῶς εἶπε, Τῶν πατέρων, ἵνα δείξῃ αὐτοὺς οὐκ ὄντας Ἰουδαίους, ἀλλὰ ἀλλοτρίους τοῦ νόμου, καὶ φθόνῳ, οὐχὶ ζήλῳ ποιοῦντας. Γνῶναι, φησὶ, τὸ θέλημα αὐτοῦ, καὶ ἰδεῖν τὸν δίκαιον. Οὐκοῦν αὐτοῦ θέλημα τοῦτο. Ὅρα πῶς ἐν τάξει διηγήσεως διδασκαλία ἐστί. Καὶ ἀκοῦσαι φωνὴν ἐκ τοῦ στόματος αὐτοῦ, ὅτι ἔσῃ μάρτυς αὐτοῦ πρὸς πάντας ἀνθρώπους, ὧν ἑώρακας καὶ ἤκουσας. Καὶ ἰδεῖν, φησὶ, τὸν δίκαιον· τέως τοῦτο λέγει. Εἰ δὲ δίκαιος, οὗτοι ὑπεύθυνοι. Καὶ ἀκοῦσαι φωνὴν ἐκ τοῦ στόματος αὐτοῦ. Ὅρα πῶς τὸ πρᾶγμα ἐπαίρει. Ὅτι ἔσῃ, φησὶ, μάρτυς αὐτοῦ. Οὐκοῦν διὰ τοῦτο οὐ προδώσεις τὴν ὄψιν, καὶ τὴν ἀκρόασιν, ὧν τε ἑώρακας ὧν τε ἤκουσας· δι' ἑκατέρων τῶν αἰσθήσεων αὐτὸν πιστοῦται. Καὶ νῦν τί μέλλεις; Ἀναστὰς βάπτισαι, καὶ ἀπόλουσαι τὰς ἁμαρτίας σου, ἐπικαλεσάμενος τὸ ὄνομα αὐτοῦ.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Acta apostolorum (homiliae 1-55). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg154.local001/.
