Ancient Greek · ~22 min
Ἐγένετο δὲ μετὰ τρεῖς ἡμέρας, συγκαλέσασθαι τὸν Παῦλον τοὺς ὄντας τῶν Ἰουδαίων πρώτους. Συνελθόντων δὲ αὐτῶν, ἔλεγε πρὸς αὐτούς· Ἄνδρες ἀδελφοὶ, ἐγὼ οὐδὲν ἐναντίον ποιήσας τῷ λαῷ ἢ τοῖς ἔθεσι τοῖς πατρῴοις, δέσμιος ἐξ Ἱεροσολύμων παρεδόθην εἰς τὰς χεῖρας τῶν Ῥωμαίων· οἵτινες ἀνακρίναντές με, ἐβούλοντο ἀπολῦσαι, διὰ τὸ μηδεμίαν αἰτίαν θανάτου ὑπάρχειν ἐν ἐμοί. Ἀντιλεγόντων δὲ τῶν Ἰουδαίων, ἠναγκάσθην ἐπικαλέσασθαι Καίσαρα, οὐχ ὡς τοῦ ἔθνους μου ἔχων τι κατηγορῆσαι. Διὰ ταύτην οὖν τὴν αἰτίαν παρεκάλεσα ὑμᾶς ἰδεῖν καὶ προσλαλῆσαι· ἕνεκεν γὰρ τῆς ἐλπίδος τοῦ Ἰσραὴλ, τὴν ἅλυσιν ταύτην περίκειμαι.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Acta apostolorum (homiliae 1-55) 2.1-54
Not analysed yet
Ἀλλ' ἴδωμεν ἄνωθεν τὰ εἰρημένα. Διὰ ταύτην οὖν, φησὶ, τὴν αἰτίαν παρεκάλεσα ὑμᾶς ἰδεῖν· τουτέστι, διὰ τοῦτο ἠβουλήθην, ὥστε μὴ ἐξεῖναί τινι κατηγορεῖν καὶ τὰ παριστάμενα λέγειν, ὅτι δὴ τὰς χεῖρας αὐτῶν διαφυγὼν ἐπὶ τοῦτο ἦλθον· οὐ γὰρ ἑτέροις διδοὺς κακὰ, ἀλλ' αὐτὸς φεύγων κακὰ, ἦλθον. Οἱ δὲ πρὸς αὐτόν· Ἀξιοῦμεν ἀκοῦσαι παρὰ σοῦ ἃ φρονεῖς. Ὅρα καὶ αὐτοὺς ἡμερώτερον διαλεγομένους· Ἀξιοῦμεν, φησὶ, καὶ βούλονται ἀπολογήσασθαι καὶ ὑπὲρ ἐκείνων· διὸ καὶ ἧκον ταξάμενοι αὐτῷ ἡμέραν. Τοῦτο δὲ τοῦ σφόδρα ἑαυτῶν καταγνῶναι τεκμήριον καὶ τοῦ μὴ θαῤῥεῖν. Εἰ γὰρ ἐθάῤῥουν, κἂν τοῦτο ἐποίησαν καὶ συνῆλθον, ὥστε αὐτὸν συναρπάσαι. νῦν δὲ μὴ θαῥῥοῦντες, καὶ ἐλθεῖν ὤκνησαν· ἄλλως τε καὶ τῷ πολλάκις ἐπιχειρῆσαι ἔδειξαν, ὅτι οὐκ ἐθάῤῥουν. Καὶ οἱ μὲν ἐπείθοντο τοῖς λεγομένοις, φησὶν, οἱ δὲ ἠπίστουν, καὶ ἀσύμφωνοι ὄντες ἀπελύοντο· τουτέστι, μὴ πιστεύοντες ἀνεχώρουν. Ὅρα πῶς οὐ ῥάπτουσιν ἐπιβουλὰς νῦν κατ' αὐτοῦ, ἀλλ' ἐν τῇ Ἰουδαίᾳ, ἔνθα ὡς ἐν τυραννίδι ἦσαν. Τίνος οὖν ἕνεκεν ᾠκονόμησεν ἐκεῖ αὐτὸν ἀπελθεῖν, καίτοι εἶπε, Σπεῦσον, ἔξελθε ἐξ Ἱερουσαλήμ; Ἵνα δειχθῇ καὶ αὐτῶν ἡ κακία, καὶ ἡ προφητεία τοῦ Χριστοῦ ἀληθὴς, ὅτι οὐκ ἀνέχονται· καὶ ὥστε μαθεῖν πάντας, ὅτι ἕτοιμός ἐστι παθεῖν, καὶ ὥστε εἰς παράκλησιν τῶν ἐν Ἰουδαίᾳ γενέσθαι τὸ οἰκονομούμενον· καὶ γὰρ κἀκεῖ πολλὰ ἔπαθε δεινά. Εἰ δὲ κηρύττων τὰ Ἰουδαϊκὰ, ταῦτα ἔπασχεν, εἰ ἐκήρυττε τὰ τῆς δόξης τοῦ Χριστοῦ, πῶς ἂν ἠνέσχοντο; Ἁγνιζόμενος οὐκ ἐγένετο φορητὸς, καὶ πῶς κηρύσσων φορητὸς ἦν; Τί ἐγκαλεῖτε ὑμεῖς; τί ἠκούσατε; Οὐδὲν τοιοῦτον εἶπεν ἁπλῶς. Ὤφθη, καὶ πάντας παρώξυνεν. Εἰκότως ἄρα τοῖς ἔθνεσιν ἀπενεμήθη ἡ σωτηρία, εἰκότως μακρὰν ἐπέμφθη, κἀκεῖ μέλλων τοῖς ἔθνεσι διαλέγεσθαι. Σκόπει δέ· πρώτους Ἰουδαίους καλεῖ, ἔπειτα δείξας αὐτοῖς τὰ πράγματα, τότε ἐπὶ τὰ ἔθνη ἔρχεται. Τὸ δὲ οὕτως εἰπεῖν, ὅτι Εἶπε τὸ Πνεύμα, οὐδὲν θαυμαστόν· καὶ γὰρ ἄγγελος λέγεται λέγειν ἅπερ ἂν ὁ Κύριος εἴπῃ. Καλῶς εἶπε, φησὶ, τὸ Πνεῦμα τὸ ἅγιον· ἀλλ' ἐνταῦθα μὲν οὕτως, ἐκεῖ δὲ οὐκέτι. Ἄλλως δὲ καὶ ὅταν διηγῆταί τις περὶ τῶν ὑπὸ τοῦ ἀγγέλου λεχθέντων, οὐ λέγει, Καλῶς εἶπεν ὁ ἄγγελος, ἀλλὰ, Καλῶς εἶπεν ὁ Κύριος, καλῶς εἶπε τὸ Πνεῦμα· ὡσεὶ ἔλεγεν· Οὐκ ἐμοὶ ἀπιστεῖτε, ἀλλὰ τῷ Πνεύματι. Ὥστε ἄνωθεν τοῦτο προῄδει ὁ Θεός. Οἵτινες ἀνακρίναντές με, φησὶν, ἐβούλοντο ἀπολῦσαι· τουτέστιν, οὐδὲν εὑρόντες ἄξιον καταδίκης ἐν ἐμοὶ, ἀπολύειν ἤθελον. Καὶ δέον ἐκείνους ἐξελέσθαι, παρέδωκαν εἰς χεῖρας Ῥωμαίων· καὶ τοσαύτη ἡ περιουσία τῆς ἐλευθερίας, ὅτι οὐδὲ ἐκεῖνοι ἴσχυσαν κατακρῖναι, ἀλλὰ δέσμιον παρέδωκαν. Ἠναγκάσθην, φησὶν, ἐπικαλέσασθαι Καίσαρα, οὐχ ὡς τοῦ ἔθνους μου ἔχων τι κατηγορῆσαι· τουτέστιν, οὐχ ἵνα κακοῖς ἑτέρους περιβάλω, ἀλλ' ἵνα κακῶν ἐμαυτὸν ἀπαλλάξω, τοῦτο ἐποίησα, καὶ οὐχ ἑκὼν, ἀλλ' ἀναγκασθείς. Ὅρα οἰκειότητα ῥημάτων· οὐκ ἀλλοτριοῦται αὐτοὺς, ἀλλ' οἰκειοῦται τῷ εἰπεῖν, Τοῦ ἔθνους μου. Πάλιν δὲ κατασπείρει τὸ δόγμα. Καὶ οὐκ εἶπεν, Οὐ κατηγορῶ, ἀλλ', Οὐκ ἔχω τι κατηγορῆσαι, καίτοι τοιαῦτα παθὼν οὕτω δεινά. Οὐδὲν οὖν τούτων φησὶν, ἵνα μὴ φορτικὸν ποιήσῃ τὸν λόγον· οὐδὲ χαρίζεσθαι αὐτοῖς δοκεῖ. Καὶ διὰ τοῦτο οὐ λέγει, ἀλλ' αἰνίττεται μόνον καὶ παρατρέχει· τοῦτο γὰρ ἦν τέως τὸ σπουδαζόμενον, τὸ δεῖξαι ὅτι Ῥωμαίοις παρέδωκαν δέσμιον. Τοὺς δὲ καταδικάσαι δέον ἐκείνους, δέον κατηγορῆσαι, μᾶλλον ἀπολογοῦνται· δι' ὧν δὲ συμφαίνουσι τὴν ἀπολογίαν, κατηγοροῦσιν αὐτῶν. Γνωστόν ἐστιν ἡμῖν, ὅτι πανταχοῦ, φησὶν, ἀντιλέγεται. Ἀλλ' εἰ καὶ τοῦτο συμβαίνει, ὅμως καὶ πιστεύετε πανταχοῦ. Οἷς ἐξετίθετο, φησὶν, ἀπό τε νόμου καὶ προφητῶν. Ὅρα πάλιν οὐκ ἀπὸ σημείων, ἀλλ' ἀπὸ νόμου καὶ προφητῶν ἐπιστομίζοντα αὐτοὺς, καὶ πανταχοῦ τοῦτο ποιοῦντα· καίτοι γε ἐνῆν καὶ σημεῖα ποιῆσαι, ἀλλὰ λοιπὸν οὐκ ἔτι πιστὸν τὸ πρᾶγμα ἦν· μέγα γὰρ τοῦτο σημεῖον, τὸ ἀπὸ νόμου καὶ τῶν προφητῶν διαλέγεσθαι. Εἶτα ἵνα μὴ νομίσῃς παράδοξον εἶναι, τὸ μεῖναι αὐτοὺς ἀπειθοῦντας, ἐπάγει καὶ προφητείαν τὴν λέγουσαν· Ἀκοῇ ἀκούσετε, καὶ οὐ μὴ συνῆτε· μᾶλλον, φησὶ, νῦν ἢ τότε· καὶ ὄψεσθε, καὶ οὐ μὴ ἴδητε· μᾶλλον νῦν ἢ τότε. Πρὸς ἐκείνους εἴρηται ταῦτα τοὺς ἀπιστήσαντας, ἃ καὶ οὐχ ὑβρίζοντος ἦν, ἀλλὰ τὸ σκάνδαλον ἀναιροῦντος. Γνωστὸν οὖν ἔστω ὑμῖν, φησὶν, ὅτι τοῖς ἔθνεσιν ἀπεστάλη τὸ σωτήριον τοῦ Θεοῦ· αὐτοὶ καὶ ἀκούσονται. Τί οὖν ἡμῖν διαλέγῃ; ταῦτα οὐκ ᾔδεις; Ναὶ, ἀλλ' ὥστε πεισθῆναι ἀπολογοῦμαι, καὶ μηδενὶ δοῦναι λαβήν. Ἔμεινε δὲ ὁ Παῦλος διετίαν ὅλην, φησὶ, διδάσκων μετὰ πάσης παῤῥησίας ἀκωλύτως. Καλῶς τοῦτο προσέθηκεν· ἔνι γὰρ μετὰ παῤῥησίας λέγειν, ἀλλὰ κεκωλυμένως. Τὴν οὖν παῤῥησίαν Παύλου οὐδὲν ἐνέκοψεν, ἀλλὰ καὶ ἀκωλύτως ἔλεγεν. Ἔμεινε δὲ ὁ Παῦλος διετίαν ὅλην, φησὶν, ἐν ἰδίῳ μισθώματι· οὕτως ἦν ἀπέριττος, μᾶλλον δὲ οὕτω τὸν διδάσκαλον αὐτοῦ ἐμιμεῖτο ἐν πᾶσιν, ὅτι καὶ τὴν οἴκησιν εἶχεν, οὐκ ἐξ ἀλλοτρίων πόνων, ἀλλ' ἀφ' ὧν αὐτὸς εἰργάζετο· τοῦτο γὰρ σημαίνει τὸ, Ἐν ἰδίῳ μισθώματι. Ὅτι δὲ καὶ ὁ Δεσπότης οἰκίαν οὐκ ἐκέκτητο, ἄκουε αὐτοῦ λέγοντος πρὸς τὸν οὐκ ὀρθῶς εἰπόντα· Ἀκολουθήσω σοι, ὅπου ἂν ἀπέρχῃ· Αἱ ἀλώπεκες φωλεοὺς ἔχουσι, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις· ὁ δὲ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει, ποῦ τὴν κεφαλὴν κλίνῃ. Οὕτως ἐξ ἑαυτοῦ τὸ μηδὲν κεκτῆσθαι ἐπαίδευσε, μηδὲ σφόδρα τοῖς βιωτικοῖς προσηλῶσθαι. Καὶ ἀπεδέχετο τοὺς εἰσπορευομένους, φησὶ, πρὸς αὐτὸν, κηρύσσων τὴν βασιλείαν τοῦ Θεοῦ. Ὅρα οὐδὲν περὶ τῶν παρόντων, ἀλλὰ περὶ τῆς τοῦ Θεοῦ βασιλείας πάντα φθεγγόμενον. Ὁρᾷς οἰκονομίαν Θεοῦ; Μέχρι τούτων τὸν λόγον ἵστησιν ὁ συγγραφεὺς, καὶ ἀφίησι διψῶντα τὸν ἀκροατὴν, ὥστε τὸ λοιπὸν ἀφ' ἑαυτοῦ συλλογίζεσθαι. Τοῦτο καὶ οἱ ἔξω ποιοῦσι· τὸ γὰρ πάντα εἰδέναι, νωθῆ ποιεῖ καὶ ἐκλελυμένον. Τοῦτο δὲ ποιεῖ, καὶ οἷα τὰ μετὰ ταῦτα, οὐ λέγει, περιττὸν ὅσον πρὸς τοὺς ἐντυγχάνοντας τοῖς συγγραφεῖσιν ἡγούμενος, καὶ ἀπὸ τούτων μανθάνοντας τὸ προστιθέναι τῷ λόγῳ· πάντως γὰρ οἷα τὰ πρότερα, τοιαῦτα ἔσχε καὶ τὰ μετὰ τοῦτο. Ἄκουε δὲ καὶ οἷα μετὰ ταῦτα γράφων πρὸς Ῥωμαίους, φησὶν, Ὡς ἂν πορεύωμαι εἰς τὴν Ἱσπανίαν, ἐλεύσομαι πρὸς ὑμᾶς.