# In Acta apostolorum (homiliae 1-55) 2.1-6

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Acta apostolorum (homiliae 1-55), Ἄνδρες Ἰσραηλῖται, ἀκούσατέ μου τοὺς λόγους τούτους.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-acta-apostolorum-homiliae-1-55/2.1-6

Ταῦτα δὲ λέγει, ἵνα κἂν διὰ τὴν εἰς ἐκεῖνον τιμὴν καὶ τὸ γένος δέξωνται τὸν περὶ τῆς ἀναστάσεως λόγον· ὡς καὶ τῆς προφητείας βλαπτομένης εἰ μὴ τοῦτο εἴη, καὶ τῆς εἰς αὐτοὺς τιμῆς. Καὶ εἰδὼς, φησὶν, ὅτι ὅρκῳ ὤμωσεν αὐτῷ ὁ Θεός. Οὐκ εἶπεν, Ἐπηγγείλατο ἁπλῶς, ἀλλ' ὃ πλέον ἦν, Ὅρκῳ ὤμοσε, Ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ τὸ κατὰ σάρκα ἀναστήσειν τὸν Χριστὸν, καθίσαι ἐπὶ τοῦ θρόνου αὐτοῦ. Ὅρα τὸ ὑψηλὸν πῶς πάλιν ᾐνίξατο. Ἐπειδὴ γὰρ αὐτοὺς κατεπράϋνε τοῖς λόγοις, θαῤῥῶν τοῦτο παρενέθηκεν τοῦ προφήτου, καὶ περὶ τῆς ἀναστάσεως διαλέγεται. Ὅτι οὔτε ἡ ψυχὴ αὐτοῦ ἐγκατελείφθη εἰς ᾅδου, οὔτε ἡ σὰρξ αὐτοῦ εἶδε διαφθοράν. Τοῦτο πάλιν θαυμαστόν· δείκνυσι γὰρ, ὅτι οὐχ ὁμοία τοῖς ἄλλοις ἡ ἀνάστασις. Κατέσχε μὲν γὰρ αὐτὸν, οὐκ εἰργάσατο δὲ τὸ αὐτοῦ τότε ὁ θάνατος. Καὶ τὸ μὲν ἁμάρτημα εἶπε συσκιάσας, τὴν δὲ τιμωρίαν οὐκ ἐπήγαγεν· ἀλλ' ὅτι μὲν ἀνεῖλον, ἐδήλωσε· λοιπὸν δὲ ἐπὶ τὸ σημεῖον ἔρχεται τὸ τοῦ Θεοῦ. Ὅταν δὲ ἀποδειχθῇ, ὅτι δίκαιος ὁ ἀναιρεθεὶς, καὶ ὅτι Θεῷ φίλος, κἂν σιωπήσῃς τὴν κόλασιν, μᾶλλόν σου καταγνώσεται ἑαυτοῦ ὁ ἡμαρτηκώς. Πάντα τοίνυν ἀνατίθησι τῷ Πατρὶ, ἵνα δέξωνται τὰ λεγόμενα. Εἶτα τὸ, Οὐ δυνατὸν, ἀπὸ τῆς προφητείας ἐπάγει· ἴδωμεν τοίνυν ἄνωθεν πάλιν τὰ εἰρημένα. Ἰησοῦν, φησὶ, τὸν Ναζωραῖον, ἄνδρα ἀποδεδειγμένον ἀπὸ τοῦ Θεοῦ εἰς ὑμᾶς· τουτέστιν, οὐκ ἀμφισβητούμενον, ἀλλ' ἀποδεδειγμένον διὰ τῶν ἔργων. Οὕτω καὶ ὁ Νικόδημος ἔλεγε· Τὰ σημεῖα ταῦτα οὐδεὶς δύναται ποιεῖν, ἃ σὺ ποιεῖς. Δυνάμεσι, φησὶ, καὶ τέρασι καὶ σημείοις, οἷς ἐποίησε δι' αὐτοῦ ὁ Θεὸς ἐν μέσῳ ὑμῶν. ὥστε οὐ λάθρα, εἰ ἐν μέσῳ. Πρῶτον ἀπὸ τῶν ἐκείνοις γνωρίμων ἄρχεται, καὶ τότε ἐπὶ τὰ ἄδηλα ἔρχεται. Ἔπειτα λέγων, Τῇ τοῦ Θεοῦ βουλῇ, δείκνυσιν, ὅτι οὐκ αὐτοὶ ἴσχυσαν, καὶ ὅτι σοφόν τι τὸ γινόμενον ἦν καὶ οἰκονομία, εἴ γε παρὰ τοῦ Θεοῦ ἦν. Καὶ τὸ φορτικὸν ταχέως παρῆλθε. Σπουδὴ γὰρ αὐτοῖς πανταχοῦ, δεῖξαι, ὅτι τέθνηκε. Κἂν ὑμεῖς ἀρνήσησθε, φησὶν, ἐκεῖνοι μαρτυρήσουσιν. Ὁ δὲ τῷ θανάτῳ πράγματα παρέχων, πολλῷ μᾶλλον τοῖς σταυρώσασιν· ἀλλ' οὐδὲν τοιοῦτον λέγει, ὅτι Ἠδύνατο ὑμᾶς ἀνελεῖν, ἀλλ' ἁπλῶς μόνον ἐνέφηνε. Τέως δὲ μανθάνομεν καὶ ἡμεῖς διὰ τῶν εἰρημένων τί ἐστι τὸ κατέχειν. Ὁ γὰρ ὠδίνων οὐ κατέχει τὸ κατεχόμενον, οὐδὲ δρᾷ, ἀλλὰ πάσχει καὶ ῥῖψαι σπεύδει. Καὶ καλῶς εἶπε· Δαυῒδ γὰρ λέγει εἰς αὐτὸν, ἵνα μὴ εἰς τὸν προφήτην ἑλκύσῃς τὸ εἰρημένον. Ὁρᾷς, πῶς ἑρμηνεύει λοιπὸν τὴν προφητείαν καὶ γυμνὴν τίθησι, δηλῶν πῶς ἐκάθισεν ἐπὶ τοῦ θρόνου αὐτοῦ; ἡ γὰρ κατὰ Πνεῦμα βασιλεία ἐν οὐρανοῖς. Ὅρα, πῶς μετὰ τῆς ἀναστάσεως καὶ τὴν βασιλείαν ἐνέφηνεν ἐν τῷ ἀναστῆναι. Δείκνυσιν, ὅτι ἀνάγκην εἶχεν ὁ προφήτης· περὶ γὰρ αὐτοῦ ἦν ἡ προφητεία. Διὰ τί μὴ εἶπε, Περὶ τῆς βασιλείας αὐτοῦ· ἀλλὰ, Περὶ τῆς ἀναστάσεως αὐτοῦ; Μέγα τοῦτο ἦν. Πῶς δὲ ἐπὶ τοῦ θρόνου ἐκάθισε; Βασιλεύων Ἰουδαίων. Εἰ δὲ Ἰουδαίων, πολλῷ μᾶλλον τῶν σταυρωσάντων αὐτόν. Οὐ γὰρ ἡ σὰρξ αὐτοῦ εἶδε, φησὶ, διαφθοράν. Τοῦτο τῆς ἀναστάσεως δοκεῖ μὲν ἧττον εἶναι, πλὴν τὸ αὐτό ἐστι. Τοῦτον τὸν Ἰησοῦν ἀνέστησεν ὁ Θεός. Ὅρα, πῶς οὐ καλεῖ αὐτὸν ἑτέρως. Οὗ πάντες ἡμεῖς ἐσμεν μάρτυρες. Τῇ δεξιᾷ οὖν τοῦ Θεοῦ ὑψωθείς. Πάλιν ἐπὶ τὸν Πατέρα καταφεύγει, καίτοι γε ἤρκει εἰπεῖν τὸ πρότερον· ἀλλ' οἶδεν ὅσον τοῦτό ἐστιν. Ἐνταῦθα καὶ περὶ τῆς ἀναλήψεως ᾐνίξατο, καὶ ὅτι ἐν τοῖς οὐρανοῖς ἐστιν, ἀλλ' οὐδὲ αὐτὸ φανερῶς λέγει. Τήν τε ἐπαγγελίαν, φησὶ, τοῦ Πνεύματος τοῦ ἁγίου λαβών. Ὅρα, πῶς ἀρχόμενος μὲν οὐχ ἑαυτὸν ἔφη αὐτὸ καταπεπομφέναι, ἀλλὰ τὸν Πατέρα· ἐπειδὴ δὲ ἐμνήσθη τῶν σημείων αὐτοῦ καὶ τῶν εἰς αὐτὸν γεγενημένων παρὰ Ἰουδαίων, καὶ περὶ τῆς ἀναστάσεως διελέχθη, θαῤῥῶν λοιπὸν καὶ τὸν περὶ τούτων εἰσάγει λόγον, πάλιν αὐτοὺς μάρτυρας δι' ἑκατέρων τῶν αἰσθήσεων παράγων· καὶ τῆς μὲν ἀναστάσεως συνεχῶς μέμνηται, τοῦ δὲ τολμήματος αὐτῶν ἅπαξ, ἵνα μὴ αὐτοὺς βαρήσῃ. Τήν τε ἐπαγγελίαν, φησὶ, τοῦ Πνεύματος τοῦ ἁγίου λαβών. Τοῦτο πάλιν μέγα. Οἶμαι δὲ νῦν ἐπαγγελίαν αὐτὸν λέγειν τὴν πρὸ τοῦ παθεῖν. Ὅρα, πῶς αὐτοῦ ποιεῖ αὐτὸ λοιπὸν ὅλον, μέγα λανθανόντως αὐτὸ ἐργαζόμενος. Εἰ γὰρ αὐτὸς ἐξέχεε, περὶ αὐτοῦ ὁ προφήτης εἴρηκεν ἀνωτέρω· Ἐν ταῖς ἐσχάταις ἡμέραις ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ τοὺς δούλους μου καὶ ἐπὶ τὰς δούλας μου, καὶ δώσω τέρατα ἐν τῷ οὐρανῷ ἄνω. Ὅρα οἷα κεκρυμμένος ἐντίθησιν. Ἀλλ' ἐπειδὴ μέγα ἦν, πάλιν αὐτὸ συσκιάζει τῷ παρὰ τοῦ Πατρὸς λαβεῖν. Εἶπε τὰ γεγενημένα ἀγαθὰ, τὰ σημεῖα· εἶπεν, ὅτι βασιλεύς ἐστιν· ὅτι εἰς αὐτοὺς ἧκεν· εἶπεν, ὅτι αὐτὸς τὸ Πνεῦμα δίδωσιν. Ὅσα γὰρ ἂν εἴπῃ τις, εἰ μὴ εἰς τὸ συμφέρον τελευτήσει, εἰκῆ λέγει. Ὥσπερ καὶ Ἰωάννης ποιεῖ, Οὗτος ὑμᾶς, λέγων, βαπτίσει ἐν Πνεύματι ἁγίῳ. Καὶ δείκνυσιν, ὅτι ὁ σταυρὸς οὐ μόνον αὐτὸν οὐκ ἠλάττωσεν, ἀλλὰ καὶ λαμπρότερον εἰργάσατο, εἴ γε πάλαι μὲν ἐπηγγέλλετο ὁ Θεὸς αὐτῷ, τότε δὲ ἔδωκεν. Ἢ ἐπαγγελίαν, φησὶν, ἣν ἡμῖν ἐπηγγείλατο. Οὕτω προῄδει ἐσομένην, καὶ μείζονα ἡμῖν μετὰ τὸν σταυρὸν ἐχαρίσατο. Καὶ, Ἐξέχεε, φησίν. Ἐνταῦθα τὸ ἀξίωμα ἐμφαίνει· καὶ ὅτι οὐχ ἁπλῶς, ἀλλὰ καὶ μετὰ δαψιλείας. Διὸ καὶ αὐτὸ τοῦτο δῆλον ποιῶν, ἐπάγει τὰ ἑξῆς. Λοιπὸν γὰρ θαῤῥούντως μετὰ τὴν τοῦ Πνεύματος δόσιν, καὶ περὶ τῆς εἰς τοὺς οὐρανοὺς ἀναλήψεως διαλέγεται· καὶ οὐχ ἁπλῶς, ἀλλὰ πάλιν τὸν μάρτυρα παράγων, καὶ ἐκείνου ἀναμιμνήσκων περὶ οὗ ὁ Χριστὸς εἶπεν. Οὐ γὰρ Δαυῒδ ἀνέβη, φησὶν, εἰς τοὺς οὐρανούς.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Acta apostolorum (homiliae 1-55). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg154.local001/.
