# In Acta apostolorum (homiliae 1-55) 2

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Acta apostolorum (homiliae 1-55), Παῦλος δὲ καὶ Βαρνάβας διέτριβον ἐν Ἀντιοχείᾳ, διδάσκοντες καὶ εὐαγγελιζόμενοι μετὰ καὶ ἑτέρων πολλῶν τὸν λόγον τοῦ Κυρίου Μετὰ δέ τινας ἡμέρας εἶπε Παῦλος πρὸς Βαρνάβαν· Ἐπιστρέψαντες δὴ ἐπισκεψώμεθα τοὺς ἀδελφοὺς κατὰ πᾶσαν πόλιν, ἐν αἷς κατηγγείλαμεν τὸν λόγον τοῦ Κυρίου, πῶς ἔχουσιν.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-acta-apostolorum-homiliae-1-55/2

Ἐμοὶ δοκεῖ καὶ κατὰ σύνεσιν γεγενῆσθαι τὸν χωρισμὸν, καὶ πρὸς ἀλλήλους εἰπεῖν, ὅτι Ἐπειδὴ ἐγὼ οὐ βούλομαι σὺ δὲ βούλει, ἵνα μὴ μαχώμεθα, διανειμώμεθα τοὺς τόπους. Ὥστε πάνυ εἴκοντες ἀλλήλοις τοῦτο ἐποίουν. Ἐβούλετο γὰρ στῆναι τὸ Παύλου Βαρνάβας· διὰ τοῦτο καὶ ἀνεχώρησεν· ἐβούλετο καὶ Παῦλος ὁμοίως τὸ ἐκείνου· διὰ τοῦτο καὶ αὐτὸς τὸ ἴσον ποιεῖ καὶ ἀναχωρεῖ. Εἴθε καὶ ἡμεῖς τοιούτους ἐχωριζόμεθα χωρισμοὺς, ὥστε ἐπὶ κήρυγμα ἀπιέναι. Παῦλος δὲ, φησὶν, ἐπιλεξάμενος τὸν Σίλαν, ἐξῆλθε παραδοθεὶς τῇ χάριτι τοῦ Θεοῦ ὑπὸ τῶν ἀδελφῶν. Θαυμαστός ἐστιν οὗτος ὁ ἀνὴρ, καὶ σφόδρα μέγας. Πάνυ δὲ ὠφέλει τὸν Μάρκον ἡ μάχη αὕτη. Τὸ μὲν γὰρ Παύλου φοβερὸν ἐπέστρεψεν αὐτὸν, τὸ δὲ Βαρνάβα χρηστὸν ἐποίει μηκέτι ἀπολειφθῆναι· ὥστε μάχονται μὲν, πρὸς ἓν δὲ τέλος ἀπαντᾷ τὸ κέρδος. Καὶ γὰρ Παῦλον ὁρῶν αἱρούμενον ἀποστῆναι, πάνυ ἂν ἐφοβήθη καὶ κατέγνω ἑαυτοῦ· καὶ πάλιν Βαρνάβαν ὁρῶν οὕτως αὐτοῦ ἀντεχόμενον, πάνυ ἂν αὐτὸν ἐφίλησε· καὶ διωρθοῦτο ὁ μαθητὴς διὰ τῆς μάχης τῶν διδασκάλων· τοσοῦτον ἀπεῖχε τοῦ σκανδαλισθῆναι. Εἰ μὲν γὰρ διὰ τὴν εἰς ἑαυτοὺς τιμὴν τοῦτο ἔπραττον, εἰκότως· εἰ δὲ διὰ τὴν αὐτοῦ σωτηρίαν, καὶ δι' ἓν φιλονεικοῦσιν ὥστε δεῖξαι τὸν τιμήσαντα. αὐτὸν καλῶς βεβουλευμένον, τί ἄτοπον;

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Acta apostolorum (homiliae 1-55). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg154.local001/.
