Ancient Greek · ~22 min
Ἐλάλησε δὲ οὕτως ὁ Θεὸς λέγων, ὅτι Ἔσται τὸ σπέρμα αὐτοῦ πάροικον ἐν γῇ ἀλλοτρίᾳ, καὶ δουλώσουσιν αὐτὸ καὶ κακώσουσιν ἔτη τετρακόσια· καὶ τὸ ἔθνος, ᾧ ἐὰν δουλεύσωσι, κρινῶ ἐγὼ, εἶπεν ὁ Θεός· καὶ μετὰ ταῦτα ἐξελεύσονται, καὶ λατρεύσουσί μοι ἐν τῷ τόπῳ τούτῳ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Acta apostolorum (homiliae 1-55) 3.1-16
Not analysed yet
Ὁρᾷς, πῶς οὐδὲ χρόνῳ διακόπτεται ἡ οἰκονομία; Ὅτε γὰρ φυγὰς ἦν, ὅτε ξένος, ὅτε πολὺν χρόνον ἐπὶ τῆς ἀλλοτρίας πεποίηκεν, ὡς καὶ παῖδας ποιῆσαι δύο, ὅτε οὐκέτι προσεδόκησεν ἀναστρέφειν, τότε ἄγγελος αὐτῷ ἐπιφαίνεται. Τὸν Υἱὸν τοῦ Θεοῦ ἄγγελον καλεῖ, καθάπερ καὶ ἄνθρωπον. Καὶ ποῦ φαίνεται; Ἐν τῇ ἐρήμῳ, οὐκ ἐν ναῷ. Ὁρᾷς, πόσα γίνεται θαύματα, καὶ οὐδαμοῦ ναὸς, οὐδαμοῦ θυσία; Καὶ οὐδὲ ἐνταῦθα ἐν τῇ ἐρήμῳ ἁπλῶς, ἀλλ' ἐν τῇ βάτῳ. Ὁ δὲ Μωϋσῆς ἰδὼν, ἐθαύμασε τὸ ὅραμα· προσερχομένου δὲ αὐτοῦ κατανοῆσαι, ἐγένετο φωνὴ Κυρίου. Ἰδοὺ καὶ φωνῆς ἠξιώθη. Ἐγὼ ὁ Θεὸς τῶν πατέρων σου, ὁ Θεὸς Ἀβραὰμ, καὶ ὁ Θεὸς Ἰσαὰκ, καὶ ὁ Θεὸς Ἰακώβ. Οὐ μόνον ἐνταῦθα δείκνυσιν, ὅτι ὁ ὀφθεὶς αὐτῷ ἄγγελος ἦν ὁ μεγάλης βουλῆς Ἄγγελος· ἀλλὰ δείκνυσι καὶ τὴν φιλανθρωπίαν ὅσην ποιεῖται ὁ Θεὸς διὰ τῆς ἐπιφανείας. Ἔντρομος δὲ γενόμενος Μωϋσῆς, οὐκ ἐτόλμα κατανοῆσαι. Εἶπε δὲ αὐτῷ ὁ Κύριος· Λῦσον τὸ ὑπόδημα τῶν ποδῶν σου. Ὁ γὰρ τόπος, ἐν ᾧ ἕστηκας, γῆ ἁγία ἐστίν. Οὐδαμοῦ ναὸς, καὶ ὁ τόπος ἅγιος τῇ ἐπιφανείᾳ καὶ ἐνεργείᾳ τοῦ Χριστοῦ. Πολλῷ θαυμασιώτερον τοῦτο τοῦ τόπου ἐν τοῖς Ἁγίοις τῶν ἁγίων· ἐκεῖ γὰρ οὐδαμοῦ ἐφάνη οὕτως ὁ Θεὸς, οὐδαμοῦ οὕτως ἔντρομος γέγονε Μωϋσῆς. Εἶδες τὴν φιλανθρωπίαν; Ὅρα λοιπὸν καὶ τὴν κηδεμονίαν. Ἰδὼν εἶδον τὴν κάκωσιν τοῦ λαοῦ μου, φησὶ, τοῦ ἐν Αἰγύπτῳ, καὶ τοῦ στεναγμοῦ αὐτῶν ἤκουσα, καὶ κατέβην ἐξελέσθαι αὐτούς. Καὶ νῦν δεῦρο, ἀποστείλω σε εἰς Αἴγυπτον. Ὅρα, πῶς δείκνυσιν, ὅτι καὶ δι' εὐεργεσιῶν, καὶ διὰ κολάσεων καὶ διὰ θαυμάτων ἐπήγετο αὐτούς· οἱ δὲ οἱ αὐτοὶ ἦσαν. Οὕτως ἐντεῦθεν μανθάνομεν, ὅτι πανταχοῦ πάρεστιν ὁ Θεός. Ταῦτα ἀκούοντες, καὶ ἡμεῖς ἐν ταῖς θλίψεσι πρὸς αὐτὸν καταφεύγωμεν. Καὶ τοῦ στεναγμοῦ γὰρ αὐτῶν, φησὶν, ἤκουσα. Οὐχ ἁπλῶς εἶπεν, Ἤκουσα, ἀλλὰ, διὰ τὰς συμφοράς. Εἰ δέ τις λέγοι, Καὶ τίνος ἕνεκεν αὐτοὺς εἴασε κακωθῆναι οὕτως; ἀκουέτω, ὅτι μάλιστα μὲν οὖν παντὶ δικαίῳ αἱ κακώσεις αἴτιαι μισθῶν γίνονται· ἢ καὶ διὰ τοῦτο αὐτοὺς ἀφῆκε κακοῦσθαι, ἵνα τὴν αὐτοῦ δύναμιν καὶ ἐντεῦθεν δείξῃ διαλάμπουσαν, κἀκείνους δι' ὧν ἐκακοῦντο εἰς πάντα παιδεύσῃ φιλοσοφεῖν. Ὅρα γοῦν, ὅτε ἦσαν ἐν τῇ ἐρήμῳ, οὐ μόνον ἐλιπάνθησαν, ἐπαχύνθησαν, ἐπλατύνθησαν, ἀλλὰ καὶ ἐγκατέλιπον τὸν Θεόν. Πανταχοῦ γὰρ ἡ ἄνεσις, ἀγαπητὲ, κακόν. Διὰ τοῦτο καὶ ἐξ ἀρχῆς τῷ Ἀδὰμ ἔλεγεν· Ἐν ἱδρῶτι τοῦ προσώπου σου φάγῃ τὸν ἄρτον σου. Ἵνα τοίνυν ἐκ τῆς πολλῆς κακώσεως εἰς ἄνεσιν ἐλθόντες μὴ ὑβρίσωσι, θλίβεσθαι αὐτοὺς συγχωρεῖ· μέγα γὰρ ἡ θλῖψις ἀγαθόν. Καὶ ὅτι ἀγαθὸν, ἄκουε τοῦ Δαυῒδ λέγοντος· Ἀγαθόν μοι ὅτι ἐταπείνωσάς με. Εἰ δὲ τοῖς μεγάλοις καὶ θαυμαστοῖς ἀνδράσι μέγα ἡ θλῖψις, πολλῷ μᾶλλον ἡμῖν. Εἰ βούλεσθε δὲ, καὶ αὐτὴν ἐφ' ἑαυτῆς τὴν θλῖψιν ἐξετάσωμεν. Ἔστω τις χαίρων σφόδρα καὶ γεγηθὼς καὶ διαχεόμενος· τί ἀσχημονέστερον, τί ἀνοητότερον τούτου; Ἔστω τις ἀλγῶν καὶ ἀθυμῶν· τί τούτου φιλοσοφώτερον; Διὰ τοῦτο καὶ ὁ σοφὸς παραινεῖ λέγων· Κρεῖττον εἰς οἰκίαν πένθους εἰσελθεῖν, ἢ εἰς οἰκίαν γέλωτος. Τάχα καὶ διαμωκᾶσθε τὰ λεγόμενα. Πλὴν ἴδωμεν, οἷος ἦν ὁ Ἀδὰμ ἐν παραδείσῳ, καὶ οἷος μετὰ ταῦτα ἦν· οἷος ἦν ὁ Κάϊν πρὸ τούτου, καὶ οἷος ἦν μετὰ ταῦτα. Οὐχ ἕστηκεν ἐπὶ τῆς οἰκείας ἕδρας ἡ ψυχὴ, ἀλλ' ὥσπερ ὑπό τινος πνεύματος αἴρεται τῆς ἡδονῆς καὶ κουφίζεται, οὐδὲν ἔχουσα βέβαιον. Καὶ γὰρ καὶ πρὸς ἐπαγγελίας ἐστὶν εὔκολος, καὶ πρὸς ὑποσχέσεις πρόχειρος, καὶ πολὺς ὁ σάλος τῶν λογισμῶν. Ἐντεῦθεν ἄκαιρος γέλως, φαιδρότης οὐκ ἔχουσα λόγον, ῥημάτων ὕθλος πολὺς καὶ περιττός. Καὶ τί λέγω τοὺς ἄλλους; Τῶν ἁγίων ἕνα προχειρισώμεθα, καὶ ἴδωμεν τίς μὲν ἦν ἐν ἡδονῇ ζῶν, τίς δὲ πάλιν ἐν ἀθυμίᾳ. Βούλεσθε οὖν τὸν Δαυῒδ ἴδωμεν; Ὅτε τοίνυν οὗτος ἐν ἡδονῇ ἦν καὶ ἐν χαρᾷ ἀπὸ τῶν πολλῶν τροπαίων, ἀπὸ τῆς νίκης, ἀπὸ τῶν στεφάνων, ἀπὸ τῆς τρυφῆς, ἀπὸ τοῦ θαῤῥεῖν, ὅρα, οἷα καὶ εἶπε καὶ ἔπραξεν· Ἐγὼ δὲ εἶπα ἐν τῇ εὐθηνίᾳ μου, Οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα. Ἐπειδὴ δὲ ἐν θλίψει γέγονεν, ἄκουσον τί λέγει· Καὶ ἐὰν εἴπῃ μοι· οὐ τεθέληκά σε, ἰδοὺ ἐγὼ, ποιείτω μοι τὸ ἀρεστὸν ἐνώπιον αὐτοῦ. Τί τούτων φιλοσοφώτερον τῶν ῥημάτων; Ὅ τι ἂν ᾖ τῷ Θεῷ, φησὶ, φίλον, ταύτῃ ἔστω. Καὶ πάλιν τῷ Σαοὺλ, ἔλεγεν· Εἰ δὲ Κύριος ἐπισείει σε ἐπ' ἐμὲ, ὀσφρανθείη ἡ θυσία σου. Καὶ τότε μὲν ἐν θλίψει ὢν, καὶ ἐχθρῶν ἐφείδετο· μετὰ δὲ ταῦτα οὐδὲ φίλων, οὐδὲ τῶν ἠδικηκότων οὐδέν. Πάλιν ὁ Ἰακῶβ, ὅτε ἐν θλίψει γέγονεν, ἔλεγεν· Ἐὰν δῷ μοι Κύριος ἄρτον φαγεῖν, καὶ ἱμάτιον περιβαλέσθαι. Καὶ ὁ τοῦ Νῶε υἱὸς πρὸ μὲν τούτου οὐδὲν τοιοῦτον ἐποίησεν· ἐπειδὴ δὲ ἐθάῤῥησεν ὑπὲρ τῆς σωτηρίας, ἀκούεις οἷος γέγονεν ὑβριστής. Καὶ ὁ Ἐζεκίας ὅτε μὲν ἦν ἐν θλίψει, ὅρα οἷα ἐποίει ὑπὲρ τῆς σωτηρίας· σάκκον γὰρ περιεβάλετο, καὶ εἰς γῆν ἐκάθισεν· ἐπειδὴ δὲ γέγονεν ἐν ἡδονῇ, ἔπεσεν ἀπὸ τοῦ ὕψους τῆς καρδίας αὐτοῦ. Διὰ τοῦτο καὶ Μωϋσῆς παραινεῖ λέγων· Φαγὼν καὶ πιὼν καὶ ἐμπλησθεὶς, μνήσθητι Κυρίου τοῦ Θεοῦ σου. Ἀπόκρημνος γάρ ἐστιν ὁ τόπος ὁ τῆς τρυφῆς, καὶ λήθην τοῦ Θεοῦ ἐμποιεῖ. Ὅτε ἐθλίβοντο οἱ Ἰσραηλῖται, πολλῷ πλείους ἐγίνοντο· ἐπειδὴ δὲ αὐτοὺς εἴασε, τότε πάντες ἀπώλοντο. Καὶ τί λέγω ἀπὸ τῶν παλαιῶν τὰ παραδείγματα; Ἴδωμεν ἀφ' ἡμῶν, εἰ δοκεῖ. Ἡμῶν ὅταν ἐν εὐπραγίᾳ ὦσιν οἱ πλείους, τετυφωμένοι γίνονται, πᾶσιν ἐχθροὶ, ὀργίλοι τῆς ἐξουσίας παρούσης· ἀφαιρεθείσης δὲ, ἥμεροι, ταπεινοὶ, πρᾶοι, τῆς οἰκείας φύσεως εἰς ἔννοιαν ἔρχονται. Καὶ ὅτι οὕτως ἔχει, δείκνυσι καὶ ὁ Δαυῒδ λέγων· Ἐκράτησεν αὐτοὺς ἡ ὑπερηφανία εἰς τέλος· ἐξελεύσεται ὡς ἐκ στέατος ἡ ἀδικία αὐτῶν. Ταῦτα δή μοι εἴρηται, ἵνα μὴ ἐκ παντὸς τρόπου τὴν χαρὰν ζητῶμεν. Καὶ πῶς, φησὶν, ὁ Παῦλος λέγει, Χαίρετε πάντοτε; Οὐχ ἁπλῶς εἶπε, Χαίρετε, ἀλλὰ προσέθηκεν, Ἐν Κυρίῳ.