Ancient Greek · ~18 min
Παραγενόμενος δὲ ὁ Σαῦλος εἰς Ἱερουσαλὴμ, ἐπειρᾶτο κολλᾶσθαι τοῖς μαθηταῖς· καὶ πάντες ἐφοβοῦντο αὐτὸν, μὴ πιστεύοντες, ὅτι ἐστὶ μαθητής. Βαρνάβας δὲ ἐπιλαβόμενος αὐτοῦ, ἤγαγε πρὸς τοὺς ἀποστόλους, καὶ διηγήσατο αὐτοῖς, πῶς ἐν τῇ ὁδῷ εἶδε τὸν Κύριον.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Acta apostolorum (homiliae 1-55) 3.1-21
Not analysed yet
Ὅρα τὸ ἄτυφον τοῦ Πέτρου καὶ τὸ ἐπιεικὲς, πῶς οὐ παρὰ ταύτῃ μένει, οὐδὲ παρὰ ἄλλῳ τινὶ τῶν ἐπισήμων, ἀλλὰ παρὰ βυρσεῖ· διὰ πάντων εἰς ταπεινοφροσύνην ἐνάγων, καὶ οὔτε τοὺς εὐτελεῖς αἰσχύνεσθαι ἀφιεὶς, οὔτε τοὺς μεγάλους ἐπαίρεσθαι· ὃς καὶ διὰ τοῦτο ἔκρινε διελθεῖν, ἐπειδὴ τῆς αὐτοῦ διδασκαλίας ἐδέοντο οἱ πιστεύσαντες. Ἴδωμεν τοίνυν ἄνωθεν τὰ εἰρημένα. Ἐπειρᾶτο, φησὶ, κολλᾶσθαι τοῖς μαθηταῖς. Οὐκ ἀναισχύντως προσῆλθεν, ἀλλ' ὑπεσταλμένως. Μαθητὰς δὲ καλεῖ, καὶ τοὺς μὴ τελοῦντας εἰς τὸν χορὸν τῶν δώδεκα· διότι μαθηταὶ πάντες ἐκαλοῦντο τότε διὰ τὴν πολλὴν ἀρετήν· ἦν γὰρ ἡ εἰκὼν τῶν μαθητῶν δήλη. Καὶ πάντες ἐφοβοῦντο αὐτὸν, φησίν. Ὅρα, πῶς ἐφοβοῦντο τοὺς κινδύνους, πῶς ἔτι τὸ δέος ἐνήκμαζε. Βαρνάβας δὲ ἐπιλαβόμενος αὐτοῦ, ἤγαγε πρὸς τοὺς ἀποστόλους, καὶ διηγήσατο αὐτοῖς. Ἐμοὶ δοκεῖ ὁ Βαρνάβας ἄνωθεν αὐτῷ εἶναι φίλος· διὸ καὶ πάντα διηγεῖται τὰ κατ' αὐτόν. Οὐδὲν δὲ τούτων αὐτὸς λέγει· οἶμαι δὲ, ὅτι καὶ εἰς τοὺς ἄλλους οὐκ ἂν ἐξήνεγκεν ὕστερον, εἰ μή τις ἀνάγκη γέγονεν αὐτῷ. Καὶ ἦν μετ' αὐτῶν εἰσπορευόμενος εἰς Ἱερουσαλὴμ, καὶ παῤῥησιαζόμενος ἐν τῷ ὀνόματι τοῦ Κυρίου Ἰησοῦ. Τοῦτο καὶ τοῖς ἄλλοις ἐδίδου θαῤῥεῖν. Ὁρᾷς καὶ ἐκεῖ καὶ ἐνταῦθα τοὺς ἄλλους προμηθουμένους, καὶ κατασκευάζοντας ὥστε αὐτὸν ἀπελθεῖν, καὶ οὐδαμοῦ τέως ἀπολαύοντα αὐτὸν θείας ῥοπῆς; Οὕτω γοῦν αὐτοῦ δείκνυται καὶ τὸ σφοδρόν. Ὥστε οὐ διὰ γῆς ἐμοὶ δοκεῖ τὴν πορείαν αὐτὸν ποιεῖσθαι, ἀλλὰ καὶ ἔπλει λοιπόν. Καὶ τοῦτο δὲ οἰκονομικῶς γίνεται, εἰς τὸ αὐτὸν καὶ ἐκεῖ κηρῦξαι. Ἄρα καὶ αἱ ἐπιβουλαὶ ὑπὲρ αὐτῶν, καὶ τὸ εἰς Ἱεροσόλυμα ἐλθεῖν οἰκονομικῶς, ἵνα μηκέτι ἀπιστῆται τὰ κατ' αὐτόν. Ἐλάλει τε καὶ συνεζήτει πρὸς τοὺς Ἑλληνιστάς. Καὶ εἶχον, φησὶν, εἰρήνην αἱ Ἐκκλησίαι, οἰκοδομούμεναι καὶ πορευόμεναι τῷ φόβῳ τοῦ Κυρίου· τουτέστιν, ηὔξησαν καὶ τὴν εἰρήνην αὐτὴν δήπου πρὸς ἑαυτὴν, τὴν ὄντως εἰρήνην. Εἰκότως· σφόδρα γὰρ αὐτοὺς ὁ πόλεμος ἐκάκωσεν ὁ ἔξωθεν. Καὶ τῇ παρακλήσει τοῦ ἁγίου Πνεύματος ἐπληθύνοντο. Παρεκάλει αὐτοὺς τὸ Πνεῦμα καὶ διὰ τῶν θαυμάτων, καὶ διὰ τῶν ἔργων· καὶ χωρὶς δὲ τούτων, καὶ καθ' ἑαυτὸν ἕκαστον. Ἐγένετο δὲ Πέτρον διερχόμενον κατελθεῖν πρὸς Λύδδαν. Εὗρε δὲ ἐκεῖ ἄνθρωπον κατακείμενον, καὶ εἶπεν αὐτῷ· Αἰνέα, ἰᾶταί σε Ἰησοῦς ὁ Χριστός. Οὐκ ἐπιδεικνυμένου τὸ ῥῆμα, ἀλλὰ θαῤῥοῦντος ὅτι ἔσται. Ἐμοὶ δὲ σφόδρα δοκεῖ, ὅτι τούτῳ ἐπίστευσε τῷ ῥήματι ὁ ἀσθενῶν, καὶ γέγονεν ὑγιής. Ὅτι δὲ ἄτυφος, καὶ ἐκ τῶν ἑξῆς δῆλον. Οὐ γὰρ εἶπεν· Ἐν τῷ ὀνόματι Ἰησοῦ· ἀλλ' ὡς σημεῖον μᾶλλον αὐτὸ διηγεῖται. Εἶδον δὲ οἱ κατοικοῦντες Λύδδαν, καὶ ἐπέστρεψαν ἐπὶ Κύριον. Ἄρα οὐ μάτην ἔλεγον, ὅτι εἰς τὸ πεῖσαι καὶ παρακαλέσαι τὰ θαύματα ἐτελεῖτο. Ἐν Ἰόππῃ δέ τις ἦν μαθήτρια, φησὶν, ὀνόματι Ταβηθά. Ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις ἀσθενήσασαν αὐτὴν ἀποθανεῖν. Εἶδες πανταχοῦ τὰ σημεῖα γινόμενα; Οὐχ ἁπλῶς ἀπέθανεν ἡ Ταβηθὰ, ἀλλ' ἐν ἀῤῥωστίᾳ γενομένη. Διὸ καὶ οὐ καλοῦσι Πέτρον, ἕως ὅτε ἐτελεύτησεν. Ἀκούσαντες δὲ οἱ μαθηταὶ, ἀπέστειλαν παρακαλοῦντες μὴ ὀκνῆσαι διελθεῖν ἕως αὐτῶν. Ὅρα, δι' ἑτέρων πέμπουσι καὶ καλοῦσιν. Ὁ δὲ πείθεται καὶ ἥκει, οὐχ ὕβριν τὸ πρᾶγμα νομίζων, τὸ κληθῆναι· οὕτω μέγα ἡ θλῖψις ἀγαθόν· τοῦτο συγκροτεῖ τὰς ἡμετέρας ψυχάς. Οὐδαμοῦ κοπετὸς ἐκεῖ, οὐδαμοῦ θρῆνος. Λούσαντες αὐτὴν, φησὶν, Ἔθηκαν ἐν ὑπερῴῳ· τουτέστι, τὰ ἐπὶ νεκρῷ πάντα ἐποίησαν. Ἀναστὰς δὲ Πέτρος συνῆλθεν αὐτοῖς. Καὶ ἀνελθὼν εἰς τὸ ὑπερῷον, θεὶς τὰ γόνατα προσηύξατο, καὶ ἐπιστρέψας πρὸς τὸ σῶμα εἶπεν· Ταβηθὰ, ἀνάστηθι. Οὐ πάντα συγχωρεῖ ὁ Θεὸς μετὰ τῆς αὐτῆς εὐκολίας τὰ σημεῖα ἐργάζεσθαι. Τοῦτο δὲ αὐτοὺς ὠφέλει. Οὐ γὰρ δὴ μόνον τῆς τῶν ἄλλων ἐφρόντιζε σωτηρίας, ἀλλὰ καὶ τῆς αὐτῶν. Ὁ γοῦν τῇ σκιᾷ τοσούτους θεραπεύων, νῦν τοσαῦτα πρὸς τὸ ἐξαναστῆσαι ποιεῖ. Ἔστι δὲ ὅπου καὶ ἡ πίστις τῶν προσιόντων συνήργει. Ταύτην οὖν πρώτην νεκρὰν ἀνίστησι, καλῶν ἐξ ὀνόματος· ἢ καὶ ὥσπερ ἐξ ὕπνου ἐγερθεῖσα, πρῶτον ἤνοιξε τοὺς ὀφθαλμοὺς, εἶτα εὐθὺς ἰδοῦσα τὸν Πέτρον ἀνεκάθισε, καὶ τελευταῖον ἀπὸ τῆς χειρὸς τῆς ἁφῆς στερεοῦται. Σὺ δέ μοι σκόπει, τὸ κέδρος πῶς πάλιν καὶ τὸν καρπὸν οὐ πρὸς ἐπίδειξιν ὄντα. Διὰ τοῦτο γοῦν καὶ ἐκβάλλει πάντας ἔξω, τὸν Διδάσκαλον κἀν τούτῳ μιμούμενος. Ἔνθα γὰρ δάκρυα, τοιοῦτον μυστήριον οὐ δεῖ τελεῖσθαι· μᾶλλον δὲ, ἔνθα θαύματα, οὐ δεῖ δάκρυα παρεῖναι. Ἀκούσατε, παρακαλῶ, εἰ καὶ μὴ τοιοῦτόν τι γίνεται, ἀλλὰ καὶ ἐν τοῖς νῦν νεκροῖς μέγα τελεῖται μυστήριον. Εἰπὲ δή μοι, εἰ καθημένων ἡμῶν ἔπεμψεν ὁ βασιλεύς τινα καλῶν εἰς τὰ βασίλεια, κλαίειν ἔδει καὶ θρηνεῖν; Ἄγγελοι πάρεισιν ἐξ οὐρανῶν ἀπεσταλμένοι κἀκεῖθεν ἥκοντες, παρ' αὐτοῦ πεμφθέντες τοῦ βασιλέως τὸν σύνδουλον καλέσαι τὸν αὐτῶν· καὶ σὺ κλαίεις; Οὐκ οἶδας οἷον μυστήριόν ἐστι τὸ γινόμενον; πῶς φρικτὸν καὶ φοβερὸν, καὶ ὕμνων ἄξιον ὄντως καὶ χαρᾶς;