# In Acta apostolorum (homiliae 1-55) 3.1-3

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Acta apostolorum (homiliae 1-55), Τότε ὑπέστρεψαν οἱ ἀπόστολοι εἰς Ἱερουσαλὴμ ἀπὸ ὄρους τοῦ καλουμένου Ἐλαιῶνος, ὅ ἐστιν ἐγγὺς Ἱερουσαλὴμ, σαββάτου ἔχον ὁδόν.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-acta-apostolorum-homiliae-1-55/3.1-3

Αὕτη πρόνοια διδασκάλου. Πρῶτος οὗτος διδάσκαλον κατέστησεν. Οὐκ εἶπεν, ὅτι Ἀρκοῦμεν ἡμεῖς· οὕτω πάσης κενοδοξίας ἐκτὸς ἦν, καὶ πρὸς ἓν ἑώρα μόνον, καίτοι οὐδὲ ἰσότυπον ἅπασιν εἶχε τὴν κατάστασιν ἀλλ' εἰκότως ταῦτα ἐγένετο διὰ τὴν ἀρετὴν τοῦ ἀνδρός· καὶ ὅτι τότε ἡ ἐπιστασία ἦν, οὐ τιμὴ, ἀλλὰ πρόνοια τῶν ἀρχομένων. Τοῦτο οὔτε τοὺς αἱρουμένους ἐποίει ἐπαίρεσθαι· ἐπὶ γὰρ κινδύνους ἐκαλοῦντο· οὔτε τοὺς μὴ αἱρεθέντας ὡς ἀτιμασθέντας ἀλγεῖν. Ἀλλ' οὐχὶ νῦν οὕτω γίνεται, ἀλλ' ἅπαν τοὐναντίον. Ὅρα γὰρ, ἑκατὸν εἴκοσιν ἦσαν, καὶ ἕνα αἰτεῖ ἀπὸ παντὸς τοῦ πλήθους· εἰκότως. Πρῶτος τοῦ πράγματος αὐθεντεῖ, ἅτε αὐτὸς πάντας ἐγχειρισθείς. Πρὸς γὰρ τοῦτον εἶπεν ὁ Χριστός· Καὶ σύ ποτε ἐπιστρέψας, στήριξον τοὺς ἀδελφούς σου. Ὅτι Κατηριθμημένος ἦν, φησὶ, σὺν ἡμῖν. Διὰ τοῦτο προσήκει ἕτερον προβάλλεσθαι, ὥστε μάρτυρα γενέσθαι εἰς τὸν ἐκείνου τόπον. Καὶ ὅρα, πῶς τὸν διδάσκαλον μιμεῖται, πανταχοῦ ἀπὸ τῶν Γραφῶν διαλεγόμενος, καὶ οὐδὲν περὶ τοῦ Χριστοῦ λέγων οὐδέπω, ὅτι προεῖπε πολλάκις αὐτός. Καὶ οὐ λέγει, ἔνθα τῆς προδοσίας αὐτοῦ μέμνηται· οἷον, Στόμα ἁμαρτωλοῦ, καὶ στόμα δολίου ἐπ' ἐμὲ ἠνοίχθη· ἀλλ' ἔνθα τῆς τιμωρίας αὐτοῦ μόνον τὴν μνήμην ἐποιήσατο· τοῦτο γὰρ αὐτοὺς τέως ὠφέλει. Τοῦτο μάλιστα δείκνυσι πάλιν τοῦ Δεσπότου τὴν φιλανθρωπίαν. Ὅτι Κατηριθμημένος ἦν, φησὶ, σὺν ἡμῖν, καὶ ἔλαχε τὸν κλῆρον τῆς διακονίας ταύτης. Κλῆρον αὐτὸν πανταχοῦ καλεῖ, δεικνὺς τῆς τοῦ Θεοῦ χάριτος τὸ πᾶν ὂν, καὶ τῆς ἐκλογῆς, καὶ ἀναμιμνήσκων αὐτοὺς τῶν παλαιῶν, ὅτι ὁ Θεὸς αὐτὸν ἐκληρώσατο, καθάπερ τοὺς Λευΐτας, καὶ ἐνδιατρίβει τοῖς περὶ αὐτοῦ, ὁ τῆς προδοσίας μισθὸς αὐτὸς καὶ τῆς τιμωρίας γέγονε κήρυξ. Ἐκτήσατο γὰρ, φησὶ, χωρίον ἐκ μισθοῦ τῆς ἀδικίας. Ὅρα πῶς Θεοῦ οἰκονομία τὸ γεγονὸς ἦν. Τῆς ἀδικίας, φησί. Πολλαὶ αἱ ἀδικίαι, ἀλλὰ ταύτης οὐδὲν ἀδικώτερον γέγονέ ποτε, ὥστε ἀδικίας ἦν τὸ πρᾶγμα. Οὐχὶ δὲ μόνον τοῖς παροῦσι γέγονε δῆλον τὸ γενόμενον, ἀλλὰ καὶ πᾶσι τοῖς μετὰ ταῦτα, ὥστε ἄκοντες ὠνόμασαν οὐκ εἰδότες, καθάπερ καὶ Καϊάφας προεφήτευσεν οὐκ εἰδώς. Ὁ Θεὸς αὐτοὺς ἠνάγκασεν οὕτω καλέσαι Ἑβραϊστὶ Ἀκελδαμά. Ἀπὸ τούτου καὶ τὰ Ἰουδαίοις ἐπιέναι μέλλοντα κακὰ δῆλα ἦν· καὶ δείκνυσι τέως τὴν πρόῤῥησιν ἐξελθοῦσαν ἐκ μέρους, τὴν λέγουσαν· Καλὸν ἦν αὐτῷ, εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος. Καὶ περὶ τῶν Ἰουδαίων τὰ αὐτὰ ἁρμόζει λέγειν. Εἰ γὰρ ὁ γενόμενος ὁδηγὸς, πολλῷ μᾶλλον καὶ οὗτοι. Ἀλλ' οὐδὲν τούτων λέγει τέως, Εἶτα δεικνὺς, ὅτι περὶ αὐτοῦ εἰκότως ἂν λέγοιτο Ἀκελδαμὰ, ἐνάγει τὸν προφήτην λέγοντα, Γενηθήτω ἡ ἔπαυλις αὐτοῦ ἔρημος. Τί γὰρ ἐρημότερον τοῦ τάφον γενέσθαι; Ὥστε καὶ εἰκότως ἂν αὐτοῦ κληθείη τὸ χωρίον. Ὁ γὰρ τὸ τίμημα καταβαλὼν, εἰ καὶ ἕτεροι οἱ ἠγορακότες εἶεν, αὐτὸς ἂν εἴη δίκαιος λογίζεσθαι κύριος ἐρημώσεως μεγάλης. Αὕτη ἡ ἐρήμωσις προοίμιον τῆς Ἰουδαϊκῆς, εἴ γέ τις ἀκριβῶς ἐξετάσειε. Καὶ γὰρ ἐκεῖνοι ἑαυτοὺς ἀνεῖλον λιμῷ καὶ πολλοὺς ἀπέκτειναν, καὶ τάφος γέγονεν ἡ πόλις, τῶν ξένων, τῶν στρατιωτῶν· ἐκείνους γὰρ οὐδ' ἂν εἴασαν ταφῆναι, οὐδὲ γὰρ ταφῆς κατηξιώθησαν. Δεῖ οὖν τῶν συνελθόντων ἡμῖν, φησὶν, ἀνδρῶν. Ὅρα, πῶς βούλεται αὐτόπτας αὐτοὺς εἶναι. Καίτοιγε ἔμελλε παρέσεσθαι τὸ Πνεῦμα· ἀλλ' ὅμως πολλὴ σπουδὴ περὶ τούτου ἦν. Τῶν συνελθόντων ἡμῖν ἀνδρῶν, φησὶν, ἐν παντὶ χρόνῳ, ἐν ᾧ εἰσῆλθε καὶ ἐξῆλθεν ἐφ' ἡμᾶς ὁ Κύριος Ἰησοῦς. Δείκνυσιν αὐτοὺς συνῳκηκότας αὐτῷ οὐχ ἁπλῶς ὡς μαθητὰς παρόντας. Ἄρα καὶ ἐξ ἀρχῆς τότε πολλοὶ παρηκολούθουν αὐτῷ. Ὅρα γοῦν, πῶς τοῦτο δηλοῖ, ὅταν λέγῃ· Ἦν εἷς ἐκ τῶν δύο τῶν ἀκουσάντων παρὰ Ἰωάννου, καὶ ἀκολουθησάντων τῷ Ἰησοῦ. Ἐν παντὶ χρόνῳ, φησὶν, ἐν ᾧ εἰσῆλθε καὶ ἐξῆλθεν ἐφ' ἡμᾶς ὁ Κύριος Ἰησοῦς, ἀρξάμενος ἀπὸ τοῦ βαπτίσματος Ἰωάννου. Καλῶς. Τὰ γὰρ πρὸ τούτου οὐδεὶς ᾔδει μαθὼν, ἀλλὰ Πνεύματι ἐμάνθανον. Ἕως τῆς ἡμέρας, φησὶν, ἧς ἀνελήφθη ἀφ' ἡμῶν, μάρτυρα τῆς ἀναστάσεως αὐτοῦ σὺν ἡμῖν γενέσθαι ἕνα τούτων. Οὐκ εἶπε, Τῶν ἄλλων μάρτυρα, ἀλλὰ, Τῆς ἀναστάσεως μόνης μάρτυρα. Καὶ γὰρ ἀξιοπιστότερος ἦν ὁ δυνάμενος εἰπεῖν, ὅτι Ἐκεῖνος ὁ φαγὼν, καὶ πιὼν, καὶ σταυρωθεὶς, αὐτὸς ἀνέστη. Ὥστε οὔτε τῶν πρὸ τούτου χρόνων, οὔτε τῶν μετὰ ταῦτα ἔδει μάρτυρα εἶναι καὶ τῶν σημείων. Τὸ γὰρ ζητούμενον τοῦτο ἦν, ἡ ἀνάστασις· ἐπεὶ ἐκεῖνα δῆλα ἦν καὶ ὡμολογημένα, αὕτη δὲ λάθρα γέγονε, καὶ τούτοις μόνοις ἦν δήλη. Καὶ οὐ λέγουσιν, ὅτι Ἄγγελοι εἶπον ἡμῖν ἀλλ' ὅτι Ἑωράκαμεν ἡμεῖς. Πόθεν δῆλον; Ἐξ ὧν θαυματουργοῦμεν. Διὰ τοῦτο μάλιστα τότε αὐτοὺς ἀξιοπίστους ἔδει εἶναι. Καὶ ἔστησαν, φησὶ, δύο. Διατί μὴ πολλούς; Ἵνα μὴ μείζων ἡ ἀθυμία γένηται, μηδὲ εἰς πολλοὺς τὸ πρᾶγμα περιστῇ. Οὐχ ἁπλῶς δὲ προστίθησιν ἐκεῖνον, ἀλλὰ δεικνὺς, ὅτι πολλάκις ὁ παρὰ ἀνθρώποις τίμιος, παρὰ τῷ Θεῷ ἐλάττων ἐστί. Καὶ κοινῇ δὲ πάντες εὔχονται λέγοντες· Σὺ, Κύριε, καρδιογνῶστα πάντων, ἀνάδειξον. Σὺ, φησὶ, μὴ ἡμεῖς. Εὐκαίρως καρδιογνώστην καλοῦσιν, ἀπὸ γὰρ τούτου αἱρεῖσθαι ἐχρῆν, οὐχὶ τῶν ἔξωθεν. Οὕτως ἐθάῤῥουν, ὅτι πάντως ἕνα δεῖ γενέσθαι. Καὶ οὐκ εἶπον, Ἔκλεξαι, ἀλλὰ, Ἀνάδειξον τὸν ἐκλεγέντα, φησὶν, Ὃν ἐξελέξω· εἰδότες πάντα προωρίσθαι τῷ Θεῷ. Ἐκ τούτων τῶν δύο ἕνα λαχεῖν τὸν κλῆρον τῆς διακονίας ταύτης καὶ ἀποστολῆς. Ἦν γὰρ καὶ ἄλλη διακονία. Καὶ ἔδωκαν αὐτοῖς κλήρους. Οὔπω γὰρ ἑαυτοὺς ἀξίους ἡγοῦντο ἀφ' ἑαυτῶν ἐκλέξασθαι· διὸ καὶ αἰτοῦσι διά τινος σημείου μαθεῖν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Acta apostolorum (homiliae 1-55). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg154.local001/.
