Ancient Greek · ~18 min
Μετὰ δὲ τὸ σιγῆσαι αὐτοὺς, ἀπεκρίθη Ἰάκωβος, λέγων· Ἄνδρες ἀδελφοὶ, ἀκούσατέ μου. Συμεὼν ἐξηγήσατο καθὼς πρῶτον ὁ Θεὸς ἐπεσκέψατο λαβεῖν ἐξ ἐθνῶν λαὸν τῷ ὀνόματι αὐτοῦ Καὶ τούτῳ συμφωνοῦσιν οἱ λόγοι τῶν προφητῶν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Acta apostolorum (homiliae 1-55) 3.1-33
Not analysed yet
Ὅρα μηδὲν φορτικὸν κατ' ἐκείνων λέγοντας, ἀλλ' εἰς ἓν ὁρῶντας μόνον, ὥστε ἀνατρέψαι τὸ γεγενημένον· τοῦτο γὰρ καὶ τοὺς ἐκεῖ στασιάζοντας ὁμολογῆσαι ἐποίει. Οὐκ εἶπον, ὅτι οἱ ἀπατεῶνες, οἱ λυμεῶνες, καὶ ὅσα τοιαῦτα· καίτοι ἔνθα ἐχρῆν, ποιεῖ αὐτὸ Παῦλος, ὡς ὅταν λέγῃ· Ὢ πλήρης παντὸς δόλου· ἐνταῦθα δὲ κατορθωθέντος, οὐκ ἔτι χρεία ἦν. Καὶ ὅρα, οὐ τιθέασιν, ὅτι τινὲς ἐξ ἡμῶν ἐκέλευσαν ὑμᾶς τὸν νόμον τηρεῖν· ἀλλ', Ἐτάραξαν ὑμᾶς λόγοις ἀνασκευάζοντες. Οὐδὲν κυριώτερον τῆς λέξεως· οὐδεὶς οὕτως εἶπε. Τὰς ἤδη βεβαιωθείσας ψυχὰς, φησὶν, ἀνασκευάζοντες, καθάπερ ἐπὶ οἰκοδομῆς τὰ ὑπ' ἐκείνων γεγενημένα τιθέντες. Οἷς, φησὶν, οὐ διεστειλάμεθα. Ἔδοξεν οὖν ἡμῖν γενομένοις ὁμοθυμαδὸν σὺν τοῖς ἀγαπητοῖς. Εἰ ἀγαπητοὶ, οὐ καταφρονήσουσιν αὐτῶν· εἰ παρέδωκαν τὰς ψυχὰς, καὶ αὐτοὶ ἀξιόπιστοί εἰσιν. Ἀπεστάλκαμεν οὖν, φησὶν, Ἰούδαν καὶ Σίλαν, καὶ αὐτοὺς διὰ λόγου ἀπαγγέλλοντας τὰ αὐτά. Ἔδει γὰρ μὴ τὴν ἐπιστολὴν παρεῖναι μόνον, ἵνα μὴ λέγωσιν, ὅτι συνήρπασαν, ὅτι ἄλλα ἀντ' ἄλλων εἶπαν. Τὸ ἐγκώμιον τὸ περὶ Παῦλον ἐνέφραξεν αὐτῶν τὰ στόματα. Διὰ γὰρ τοῦτο οὔτε Παῦλος ἔρχεται μόνον οὔτε Βαρνάβας, ἀλλὰ καὶ ἄλλοι ἀπὸ τῆς Ἐκκλησίας, ἵνα μὴ ὕποπτος ᾖ, ἐπειδὴ αὐτὸς ἀντελαμβάνετο τοῦ δόγματος, οὔτε οἱ ἀπὸ Ἱεροσολύμων μόνοι. Δείκνυσι πῶς ἀξιόπιστοί εἰσιν· οὐκ ἐξισοῦντες ἑαυτοὺς, φησίν· οὐχ οὕτω μαίνονται. Διά τοι τοῦτο καὶ τὸ, Ἀνθρώποις παραδεδωκόσι τὰς ψυχὰς αὐτῶν ὑπὲρ τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, προσέθηκε· καὶ τίνος ἕνεκεν εἶπεν, Ἔδοξε τῷ ἁγίῳ Πνεύματι καὶ ἡμῖν, καίτοι ἤρκει εἰπεῖν, Τῷ ἁγίῳ Πνεύματι; Τὸ μὲν, Τῷ ἁγίῳ Πνεύματι, ἵνα μὴ νομίσωσιν ἀνθρώπινον εἶναι· τὸ δὲ, Ἡμῖν, ἵνα διδαχθῶσιν, ὅτι καὶ αὐτοὶ καὶ ἀποδέχονται, καὶ ἐν περιτομῇ ὄντες. Μηδὲν πλέον, φησὶν, ἐπιτίθεσθαι βάρος ὑμῖν. Ταῦτα λέγουσιν, ἐπειδὴ πρὸς ἀνθρώπους ἀσθενεῖς ἔτι ὁ λόγος ἦν, καὶ πεφοβημένους αὐτούς· διὰ τοῦτο καὶ τοῦτο πρόσκειται. Δείκνυσι δὲ οὐχὶ συγκαταβάσεως ὄντα τὸν λόγον, οὐδὲ ἐπειδὴ ἐφείδοντο αὐτῶν οὐδὲ ὡς ἀσθενῶν· ἀλλὰ τοὐναντίον· πολλὴ γὰρ καὶ τῶν διδασκάλων αἰδὼς ἦν· ἐκεῖνο γὰρ περιττὸν βάρος ἦν. Ὅρα βραχεῖαν ἐπιστολὴν οὐδὲν πλέον ἔχουσαν, οὐδὲ κατασκευὰς οὐδὲ συλλογισμοὺς, ἀλλ' ἐπίταγμα· Πνεύματος γὰρ ἦν νομοθεσία. Ἄνω καὶ κάτω βάρος καλοῦσι. Καὶ πάλιν συναγαγόντες τὸ πλῆθος, ἐπέδωκαν τὴν ἐπιστολήν. Μετὰ τὴν ἐπιστολὴν καὶ αὐτοὶ παρακαλοῦσι τῷ λόγῳ· ἔδει γὰρ καὶ τοῦτο, ὥστε πάσης ὑποψίας ἀπαλλαγῆναι. Καὶ αὐτοὶ, φησὶ, προφῆται ὄντες, διὰ λόγου πολλοῦ παρεκάλεσαν τοὺς ἀδελφούς. Τὸ ἀξιόπιστον ἐνταῦθα δείκνυσιν. Ἐδύνατο μὲν γὰρ καὶ Παῦλος· ἀλλὰ τούτους ἔδει. Ποιήσαντες δὲ χρόνον, ἀπελύθησαν μετ' εἰρήνης. Οὐκ ἔτι στάσις, οὐκ ἔτι ἀποστροφή. Ἐνταῦθά μοι δοκεῖ τὴν δεξιὰν αὐτοὺς εἰληφέναι, καθὼς αὐτός φησι, Δεξιὰς ἔδωκαν ἐμοὶ καὶ Βαρνάβᾳ κοινωνίας. Εἶτα λέγει, ὅτι Οὐδέν μοι προσανέθεντο. Τὴν γὰρ αὐτοῦ γνώμην ἐκύρωσαν· ἐπῄνεσαν αὐτὴν καὶ ἐθαύμασαν. Δείκνυσιν, ὅτι καὶ ἀπὸ ἀνθρωπίνων λογισμῶν τοῦτο δυνατὸν συνιδεῖν, μήτι γε ἀπὸ Πνεύματος μόνον, ὅτι ἥμαρτον ἁμαρτίαν οὐκ εὔκολον διορθωθῆναι· τὰ γὰρ τοιαῦτα οὐ Πνεύματος δεῖται. Δείκνυσιν, ὅτι τὰ ἄλλα οὐκ ἀναγκαῖα, ἀλλὰ περιττὰ, εἴ γε ταῦτα ἀναγκαῖα. Ἐξ ὧν διατηροῦντες ἑαυτοὺς, φησὶν, εὖ πράξετε. Δείκνυσιν, ὅτι οὐδὲν αὐτοῖς λείπει, ἀλλ' ἀρκεῖ τοῦτο. Ἠδύνατο μὲν γὰρ καὶ χωρὶς γραμμάτων, ἀλλ' ὥστε νόμον εἶναι ἔγγραφον, ἐπιστέλλουσι. Καὶ πάλιν, ὥστε πεισθῆναι τῷ νόμῳ, καὶ ἐκείνοις ἔλεγον, καὶ ἐκεῖνοι τοῦτο ἐποίουν, καὶ μετ' εἰρήνης. Μὴ δὴ σκανδαλιζώμεθα ἐπὶ τοῖς αἱρετικοῖς. Ὅρα γὰρ ἐν προοιμίοις τοῦ κηρύγματος πόσα σκάνδαλα· οὐ λέγω τὰ παρὰ τῶν ἔξωθεν· ταῦτα γὰρ οὐδὲν ἦν· ἀλλὰ τὰ ἔνδον. Οἷον πρῶτον, ὁ Ἀνανίας, ἔπειτα ὁ γογγυσμὸς, ἔπειτα Σίμων ὁ Μάγος, ἔπειτα οἱ ἐγκαλοῦντες Πέτρῳ διὰ Κορνήλιον, ἔπειτα ὁ λιμὸς, ἔπειτα αὐτὸ τοῦτο τὸ κεφάλαιον τῶν κακῶν. Οὐδὲ γὰρ ἔνι καλοῦ τινος γινομένου μὴ συνυφεστάναι καὶ πονηρόν. Μὴ δὴ θορυβώμεθα, εἴ τινες σκανδαλίζονται, ἀλλὰ καὶ ὑπὲρ τούτων εὐχαριστῶμεν τῷ Θεῷ, ὅτι εὐδοκιμωτέρους ἡμᾶς ποιεῖ. Οὐ γὰρ δὴ αἱ θλίψεις μόνον, ἀλλὰ καὶ αὐτοὶ οἱ πειρασμοὶ λαμπροτέρους ἡμᾶς ἐργάζονται. Ὁ μὲν γὰρ, μηδενὸς ὄντος τοῦ πλανῶντος, τῆς ἀληθείας ἐχόμενος, οὐκ ἂν εἴη σφοδρὸς ἐραστὴς τῆς ἀληθείας· ὁ δὲ πολλῶν ἀφελκόντων, οὗτος εὐδόκιμος. Τί οὖν; διὰ τοῦτο γίνεται τὰ σκάνδαλα; Οὐ λέγω, ὡς τοῦ Θεοῦ ταῦτα ποιοῦντος· μὴ γένοιτο· ἀλλὰ καὶ ὡς ἀπὸ τῆς ἐκείνων πονηρίας εὐεργετοῦντος ἡμᾶς· ἐπεὶ αὐτὸς οὐδέποτε ἐβούλετο γενέσθαι. Δὸς αὐτοῖς, φησὶν, ἵνα ἓν ὦσιν· ἐπειδὴ δὲ γίνεται τὰ σκάνδαλα, οὐδὲν τούτους βλάπτει, ἀλλὰ καὶ ὠφελεῖ. Ὥσπερ οὖν καὶ τοὺς μάρτυρας ἄκοντες ὠφελοῦσιν οἱ ἐπὶ τὸ μαρτύριον ἕλκοντες, οὐ μὴν ὑπὸ τοῦ Θεοῦ ὠθοῦνται πρὸς τοῦτο· οὕτω δὴ καὶ ἐνταῦθα, μὴ ἴδωμεν ὅτι σκανδαλίζονται. Τοῦτο αὐτὸ τεκμήριον τοῦ σπουδαῖον εἶναι τὸ δόγμα, τὸ πολλοὺς ὑποκρίνεσθαι καὶ μιμεῖσθαι· οὐ γὰρ ἂν, εἰ μὴ καλὸν ἦν, ὑπεκρίνοντο. Καὶ τοῦτο ἤδη ποιήσω ὑμῖν φανερόν.