Ancient Greek · ~16 min
Τῇ δὲ ἡμέρᾳ τῶν σαββάτων ἐξήλθομεν ἔξω τῆς πόλεως παρὰ ποταμὸν, οὗ ἐνομίζετο προσευχὴ εἶναι, καὶ καθίσαντες ἐλαλοῦμεν ταῖς συνελθούσαις γυναιξί. Καί τις γυνὴ, ὀνόματι Λυδία, πορφυρόπωλις, πόλεως Θυατείρων, σεβομένη τὸν Θεὸν, ἤκουσεν· ἧς ὁ Κύριος ἤνοιξε τὴν καρδίαν προσέχειν τοῖς λαλουμένας ὑπὸ τοῦ Παύλου.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Acta apostolorum (homiliae 1-55) 3.1-35
Not analysed yet
Οὐ περὶ τῶν φύσει ὄντων τοῦτο λέγω, ἀλλὰ περὶ τῶν ἐκ τῆς τρυφῆς τοιαῦτα κατασκευασάντων τὰ σώματα, περὶ τῶν λεπτῶν κατὰ φύσιν. Ἀνέτειλεν ὁ ἥλιος, λαμπρὰς ἀφῆκε πανταχοῦ τὰς ἀκτῖνας, ἤγειρεν ἕκαστον ἐπὶ τὰ ἔργα· ὁ γεωργὸς τὴν δίκελλαν λαβὼν ἔξεισιν, ὁ χαλκοτύπος τὴν σφῦραν, καὶ τὸ κατάλληλον ἕκαστος τῶν δημιουργῶν, καὶ εὑρήσεις ἕκαστον τὰ οἰκεῖα ὄργανα μεταχειριζόμενον· ἡ γυνὴ ἠλακάτην ἢ τὰ ὑφάσματα· αὐτὸς δὲ καθάπερ ὁ χοῖρος εὐθέως ἀπὸ πρωῒ ἐπὶ βοσκὴν ἔξεισι τῆς γαστρὸς, ζητῶν πῶς τράπεζαν πολυτελῆ κατασκευάσει. Καίτοι τῶν ἀλόγων ἐστὶ μόνον ἀπὸ πρωῒ τρέφεσθαι, ἐπειδὴ πρὸς οὐδέν ἐστι χρήσιμα, ἀλλὰ πρὸς τὸ σφάζεσθαι. Τὰ δὲ νωτοφόρα αὐτῶν καὶ ἐργασίαν ἀναδεχόμενα καὶ αὐτὰ ἀπὸ νυκτῶν ἐπὶ τὸ ἔργον ἔξεισιν. Οὗτος δὲ ἀπὸ τῆς εὐνῆς ἀναστὰς, τοῦ ἡλίου τὴν ἀγορὰν ἐμπλήσαντος, καὶ πάντων κορεσθέντων τῆς οἰκείας ἐργασίας, ἀνίσταται διατεινόμενος, καθάπερ ὄντως ὗς πιαινόμενος, τὸ κάλλιστον τῆς ἡμέρας ἐν σκότει καταναλώσας. Εἶτα κάθηται πολὺν ἐπὶ τῆς εὐνῆς καιρὸν, πολλάκις οὐδὲ ἀνενεγκεῖν δυνάμενος ἀπὸ τῆς ἑσπερινῆς μέθης, καταναλώσας τὸν πλείονα καιρὸν ἐν τούτοις. Εἶτα καλλωπίζει ἑαυτὸν, καὶ πρόεισιν ἀσχημοσύνης θέατρον, οὐδὲν ἔχων ἀνθρώπου, ἀλλὰ πάντα θηρίου ἀνθρωπομόρφου· οἱ ὀφθαλμοὶ δίυγροι, οἴνου τὸ στόμα ἀπόζον, ἡ ταλαίπωρος ψυχὴ καθάπερ ἐπὶ κλίνης βεβλημένη ὑπὸ τῆς ἀμέτρως ἐγχεομένης ἑωλοκρασίας, τὸ μέγεθος τῶν σαρκῶν περιφέρουσα καθάπερ ἐλέφας. Εἶτα ἐλθὼν κάθηται ἐν τόποις, καὶ λέγει τοιαῦτα καὶ ποιεῖ, ὡς βέλτιον εἶναι ἔτι καθεύδειν αὐτὸν ἢ ἐγρηγορέναι. Ἂν δεινὰ ἐπαγγελθῇ, παντὸς κορασίου μαλακώτερος γίνεται· ἂν χρηστὰ, παντὸς παιδίου χαυνότερος· χάσμης αὐτῷ ἡ ὄψις γέμει. Πᾶσι πρόκειται τοῖς βουλομένοις κακῶς ποιεῖν, εἰ καὶ μὴ τοῖς ἀνθρώποις, ἀλλὰ τοῖς πάθεσι· καὶ θυμὸς τὸν τοιοῦτον ἐγείρει ῥᾳδίως, καὶ ἐπιθυμία, καὶ βασκανία, καὶ πάντα. Πάντες κολακεύουσι, πάντες θεραπεύουσι, μαλακωτέραν ἤ ἐστιν ἐργαζόμενοι τὴν ψυχήν· καὶ καθ' ἑκάστην ἡμέραν πρόεισι, πολύ τι τῆς νόσου προσλαμβάνων. Ἂν εἰς πραγμάτων ἐμπέσῃ περίστασιν, τέφρα καὶ κόνις γίνεται, καὶ οὐδὲν αὐτῷ τὰ σηρικὰ ἱμάτια συμβάλλεται. Ταῦτα ἡμῖν οὐχ ἁπλῶς εἴρηται, ἀλλ' ἵνα παιδεύσωμεν μηδένα ἀργῶς ζῇν μηδὲ εἰκῇ. Ἡ γὰρ ἀργία καὶ ἡ τρυφὴ πρὸς ἐργασίαν ἀνεπιτήδειον, πρὸς δόξαν μόνον, πρὸς ἡδονήν. Πῶς πάντες τὸν τοιοῦτον οὐ καταγνώσονται, καὶ οἰκεῖοι καὶ φίλοι καὶ συγγενεῖς; τίς δὲ οὐ δικαίως ἐρεῖ, ἄχθος οὗτος ἀρούρας, εἰκῇ παρῆλθεν εἰς τὸν κόσμον ὁ τοιοῦτος· μᾶλλον δὲ οὐκ εἰκῇ, ἀλλὰ καὶ ἐπὶ κακῷ τῆς ἑαυτοῦ κεφαλῆς, ἐπὶ λύμῃ ἰδίᾳ, ἐπὶ βλάβῃ ἑτέρων; Τί οὖν ἥδιον αὐτῇ, ἴδωμεν· τοῦτο γάρ ἐστι τὸ ζητούμενον, σχολὴ καὶ ἀπραξία. Καὶ τί ἀηδέστερον γένοιτ' ἂν ἀνθρώπου οὐδὲν ἔχοντος ποιεῖν; τί μοχθηρότερον, τί ταλαιπωρότερον; μυρίων οὐ χεῖρον τοῦτο δεσμῶν, χασμᾶσθαι καὶ κεχηνέναι διαπαντὸς ἐπὶ τῆς ἀγορᾶς καθήμενον ὁρῶντα τοὺς παριόντας; Ἡ γὰρ ψυχὴ φύσιν ἔχουσα τοῦ κινεῖσθαι διαπαντὸς, οὐκ ἀνέχεται ἠρεμεῖν. Ἔμπρακτον τὸ ζῶον τοῦτο ἐποίησεν ὁ Θεὸς, καὶ κατὰ φύσιν αὐτῷ ἐστι τὸ ἐργάζεσθαι, παρὰ φύσιν δὲ τὸ ἀργεῖν. Μὴ ἀπὸ τῶν νοσούντων τὰ πράγματα δοκιμάζωμεν, ἀλλὰ τοῦ πράγματος πεῖραν λάβωμεν. Οὐδὲν σχολῆς μοχθηρότερον, οὐδὲν ἀργίας· Διὰ τοῦτο εἰς ἀνάγκην ἡμᾶς κατέστησεν ἐργασίας ὁ Θεός. Πάντα γὰρ ἡ ἀργία βλάπτει, καὶ τὰ μέλη τοῦ σώματος αὐτὰ βλάπτει πως ἡ ἀργία. Καὶ γὰρ καὶ ὀφθαλμὸς εἰ μὴ ἐργάζοιτο τὸ αὐτοῦ, καὶ στόμα, καὶ γαστὴρ καὶ πᾶν, ὅ τι ἂν εἴποι τις τῶν μελῶν, εἰς νόσον ἐμπίπτει τὴν ἐσχάτην· οὐδὲν δὲ οὕτως, ὡς ἡ ψυχή. Ὥσπερ δὲ ἀργία κακὸν, οὕτω καὶ ἐργασία ἡ μὴ προσήκουσα. Καθάπερ γὰρ εἴ τις μὴ ἐσθίει, εἰς τοὺς ὀδόντας βλάπτεται, κἂν ἐσθίῃ τὰ μὴ προσήκοντα, ποιεῖ αὐτοὺς αἱμωδιᾷν· οὕτω δὴ καὶ ἐνταῦθα, ἄν τε μὴ ἐργάζηται, ἄν τε ἐργάζηται τὰ μὴ προσήκοντα, τὴν οἰκείαν ἀπόλλυσιν ἰσχύν. Οὐκοῦν ἀμφότερα φεύγειν σπουδάζωμεν, καὶ ἀργίαν καὶ ἐργασίαν ἀργίας χαλεπωτέραν. Ποία δὲ αὕτη ἐστί; Πλεονεξίαι, θυμὸς, βασκανίαι, τὰ λοιπὰ τῶν παθῶν. Ἐν τούτοις τὴν ἀργίαν μεταδιώκωμεν, ἵνα τῶν ἐπηγγελμένων ἡμῖν ἀγαθῶν τύχωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.