# In Acta apostolorum (homiliae 1-55) 3.1-4

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Acta apostolorum (homiliae 1-55), Καὶ ἐν τῷ συμπληροῦσθαι τὴν ἡμέραν τῆς Πεντηκοστῆς, ἦσαν ὁμοθυμαδὸν ἐπὶ τὸ αὐτό· καὶ ἐγένετο ἄφνω ἐκ τοῦ οὐρανοῦ ἦχος.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-acta-apostolorum-homiliae-1-55/3.1-4

Ἅτε δὲ ὄντων ἐν αἰχμαλωσίᾳ τῶν Ἰουδαίων, εἰκὸς αὐτοῖς συμπαρεῖναι τηνικαῦτα πολλοὺς τῶν ἐθνῶν· ἢ ὅτι καὶ πρὸς τὰ ἔθνη τὰ τῶν δογμάτων ἤδη κατέσπαρτο. Καὶ διὰ τοῦτο πολλοὶ καὶ ἐξ αὐτῶν παρῆσαν ἐκεῖ κατὰ μνήμην, ὧν ἤκουσαν. Πάντοθεν τοίνυν ἀναντίῤῥητος ἡ μαρτυρία, παρὰ τῶν πολιτῶν, παρὰ τῶν ξένων, παρὰ τῶν προσηλύτων. Ἀκούομεν λαλούντων αὐτῶν ταῖς ἡμετέραις γλώσσαις τὰ μεγαλεῖα τοῦ Θεοῦ. Οὐ γὰρ ἁπλῶς ἐλάλουν, ἀλλά τινα θαυμαστὰ ἔλεγον. Εἰκότως τοίνυν ἠπόρουν· οὐδέποτε γὰρ γέγονέ τι τοιοῦτον. Ὅρα εὐγνωμοσύνην ἀνθρώπων. Ἐξίσταντο καὶ διηπόρουν λέγοντες· Τί θέλει τοῦτο εἶναι; Ἕτεροι δὲ διαχλευάζοντες ἔλεγον, ὅτι Γλεύκους μεμεστωμένοι εἰσίν. Ὢ τῆς ἀναισχυντίας. εἰ διὰ τοῦτο ἐχλεύαζον. Καὶ τί θαυμαστόν; ὅπου γε καὶ αὐτὸν τὸν Δεσπότην δαίμονας ἐλαύνοντα, δαίμονα ἔχειν λέγουσιν. Ἔνθα γὰρ ἂν ᾖ ἰταμότης, ἓν ζητεῖ μόνον, εἰπεῖν ὅ τι δήποτε, οὐχ ὅπως τι λόγου πρᾶγμα ἐχόμενον εἴποι, ἀλλ' ὅπως εἴποι ὅ τι δήποτε. Γλεύκους μεμεστωμένοι εἰσί. Πάνυ γε· ὅτι ἄνθρωποι ἐν τοσούτοις κινδύνοις, περὶ τῶν ἐσχάτων τρέμοντες, ἐν τοσαύτῃ ὄντες ἀθυμίᾳ, τοιαῦτα φθέγγεσθαι τολμῶσι. Καὶ ὅρα· ἐπειδὴ τοῦτο ἀπίθανον ἦν, παραλογιζόμενοι τοὺς ἀκούοντας, καὶ δεικνύντες, ὅτι ἐμεθύσθησαν, τῇ ποιότητι τὸ πᾶν ἐπιγράφουσι, καί φασι· Γλεύκους μεμεστωμένοι εἰσί. Σταθεὶς δὲ ὁ Πέτρος σὺν τοῖς ἔνδεκα, ἐπῆρε τὴν φωνὴν αὐτοῦ, καὶ ἀπεφθέγξατο αὐτοῖς. Ὁρᾷς ἐκεῖ τὴν κηδεμονίαν, ἐνταῦθα δὲ τὴν ἀνδρείαν. Εἰ γὰρ ἐθαύμαζον, εἰ γὰρ ἐξεπλήττοντο, οὐχὶ καὶ οὕτω θαυμαστὸν ἦν, τὸ δυνηθῆναι μεταξὺ τοσούτων ῥῆξαι φωνὴν ἄνθρωπον ἀγράμματον καὶ ἰδιώτην; Εἰ γὰρ ἐν οἰκείοις τις λέγων ταράττεται, πολλῷ μᾶλλον ἐπὶ ἐχθρῶν καὶ φονώντων. Ὅτι δὲ οὐ μεθύουσιν, εὐθέως ἀπὸ τῆς φωνῆς ἐδήλωσεν· ὅτι οὐκ ἐξεστήκασι, καθάπερ οἱ μάντεις, ὅτι οὐκ ἀνάγκῃ κατείχοντο. Τί δέ ἐστι, Σὺν τοῖς ἕνδεκα; Κοινὴν προεβάλλοντο φωνὴν, φησὶ, καὶ πάντων αὐτὸς ἦν τὸ στόμα. Παρεστήκασι δὲ οἱ ἕνδεκα μαρτυροῦντες τοῖς λεγομένοις. Ἐπῆρε τὴν φωνὴν αὐτοῦ, φησί· τουτέστι, Μετὰ πολλῆς εἶπε τῆς παῤῥησίας. Τοῦτο δὲ ποιεῖ, ἵνα μάθωσι τοῦ Πνεύματος τὴν χάριν. Ὁ γὰρ μὴ ἐνεγκὼν ἐρώτησιν κορασίου εὐτελοῦς, οὗτος ἐν μέσῳ δήμων, φονώντων ἁπάντων, μετὰ τοσαύτης διαλέγεται παῤῥησίας, ὡς ἀναμφισβήτητον τῆς ἀναστάσεως γενέσθαι τοῦτο τεκμήριον· μεταξὺ γὰρ γελώντων ἀνθρώπων, καὶ τὰ τοιαῦτα διαχλευαζόντων παῤῥησιάζεται. Πόσης εἶναι νομίζεις ἰταμότητος τοῦτο, πόσης ἀσεβείας, πόσης ἀναισχυντίας, τὸ μέθης λογίζεσθαι ἔργον τῶν γλωσσῶν τὸ παράδοξον; Ἀλλ' οὐδὲν τοῦτο τοὺς ἀποστόλους ἐλύπησεν, οὐδ' ἀτολμοτέρους εἰργάσατο τότε τὰ τῆς χλεύης ἀκούοντας. Τῇ γὰρ παρουσίᾳ τοῦ Πνεύματος ἤδη μετεσκευάσθησαν, καὶ ἀνώτεροι τῶν σωματικῶν πάντων ὑπῆρχον. Ἔνθα δὲ ἂν παραγένηται τὸ Πνεῦμα τὸ ἅγιον, χρυσοῦς ἀντὶ πηλίνων ἐργάζεται. Ὅρα μοι λοιπὸν τὸν Πέτρον, καὶ ἐξέταζε τὸν δειλὸν, τὸν ἀσύνετον, καθάπερ ὁ Χριστός φησιν· Ἀκμὴν καὶ ὑμεῖς ἀσύνετοί ἐστε· τὸν μετὰ τὴν ὁμολογίαν ἐκείνην τὴν θαυμαστὴν Σατᾶν κληθέντα. Σκόπει δὲ καὶ τῶν ἀποστόλων τὴν ὁμόνοιαν. Αὐτοὶ παραχωροῦσιν αὐτῷ τῆς δημηγορίας· οὐ γὰρ ἔδει πάντας φθέγγεσθαι. Καὶ ἐπῆρε, φησὶ, τὴν φωνὴν αὐτοῦ, καὶ ἀπεφθέγξατο αὐτοῖς μετὰ πολλῆς τῆς παῤῥησίας. Τοιοῦτόν ἐστιν ἄνδρα εἶναι πνευματικόν. Μόνον καὶ ἡμεῖς ἀξίους ἑαυτοὺς καταστήσωμεν τῆς ἄνωθεν χάριτος, καὶ πάντα εὔκολα ἔσται. Καθάπερ γὰρ πύρινος ἄνθρωπος εἰς μέσην καλάμην ἐμπεσὼν, οὐδὲν ἂν πάθοι δεινὸν, ἀλλὰ μᾶλλον ἐργάσεται· οὐ γὰρ αὐτός τι πάσχει, ἀλλ' αὐτοὶ ἑαυτοὺς οἱ πυκτεύοντες διαφθείρουσιν· οὕτω καὶ νῦν ἐγένετο. Μᾶλλον δὲ ὥσπερ ἂν εἴ τις πῦρ ἐπιφερομένῳ χόρτον ἔχων πυκτεύοι· οὕτω δὴ καὶ οὗτοι τούτους προσίεσαν μετὰ πολλῆς τῆς ἀνδρείας. Τί γὰρ αὐτοὺς ἔβλαψε τὸ τοσοῦτον πλῆθος; Εἰπὲ γάρ μοι, οὐχὶ πενίᾳ ἐμάχοντο καὶ λιμῷ; οὐχὶ ἀτιμίᾳ καὶ δόξῃ πονηρᾷ; (πλάνοι γὰρ εἶναι ἐνομίζοντο·) οὐχὶ γέλωτι καὶ χλεύῃ τῶν παρόντων ὑπέκειντο; Ἐπ' αὐτῶν γὰρ τὰ ἑκάτερα συνέπιπτεν· οἱ μὲν γὰρ αὐτοὺς ἐγέλων, οἱ δὲ καὶ ἐχλεύαζον. Οὐχὶ θυμοῖς, οὐχὶ μανίαις ὁλοκλήρων πόλεων, οὐχὶ στάσεσι καὶ ἐπιβουλαῖς προέκειντο; οὐχὶ πυρὶ καὶ σιδήρῳ, καὶ θηρίοις; οὐχὶ πάντοθεν αὐτοὺς μυρίος περιειστήκει πόλεμος; οὐχὶ ὡς ὄναρ ταῦτα ὁρῶντες τὰ δεινὰ ἢ ἐν γραφῇ, οὕτω διέκειντο; Τί δαί; οὐκ ἀνάλωσαν αὐτῶν τοὺς θυμούς; οὐκ εἰς ἑαυτοὺς τὴν ἀπορίαν περιέτρεψαν; οὐχὶ καὶ θυμῷ, καὶ δέει πάντων μάλιστα ἐκεῖνοι συνείχοντο; οὐχὶ ἐναγώνιοι ἦσαν, καὶ ἐφοβοῦντο, καὶ ἔτρεμον; Ἄκουε γὰρ αὐτῶν λεγόντων· Θέλετε ἐπαγαγεῖν ἐφ' ἡμᾶς τὸ αἷμα τοῦ ἀνθρώπου τούτου. Καὶ τὸ θαυμαστὸν, ὅτι γυμνῷ τῷ σώματι παρετάττοντο πρὸς ὡπλισμένους, πρὸς ἄρχοντας κατὰ αὐτῶν ἔχοντας ἐξουσίαν, ἄπειροι, ἄγλωττοι, καὶ ἰδιωτικώτερον διακείμενοι, πρὸς γόητας, πρὸς πλάνους, πρὸς σοφιστῶν, πρὸς ῥητόρων, πρὸς φιλοσόφων πλῆθος, τῶν κατασαπέντων ἐν Ἀκαδημίᾳ καὶ Περιπάτοις, ἐνίσταντό τε καὶ ἀπεμάχοντο. Καὶ ὁ περὶ λίμνας ἠσχολημένος οὕτως αὐτῶν ἐκράτησεν, ὡς οὐδὲ εἰ πρὸς ἰχθῦς ἀγλώττους ὁ ἀγὼν ἦν αὐτῷ· καθάπερ γὰρ ὄντως ἁλιεὺς ἰχθύων ἀφωνοτέρων, οὕτω τούτων περιεγένετο. Καὶ ὁ μὲν πολλὰ ληρήσας Πλάτων, σεσίγηκεν· οὗτος δὲ φθέγγεται, οὐχὶ παρ' οἰκείοις μόνοις, ἀλλὰ καὶ παρὰ Πάρθοις, παρὰ Μήδοις, παρὰ Ἐλαμίταις, καὶ ἐν Ἰνδίᾳ, καὶ πανταχοῦ γῆς, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης. Ποῦ νῦν τῆς Ἑλλάδος ὁ τῦφος; ποῦ τῶν Ἀθηνῶν τὸ ὄνομα; ποῦ τῶν φιλοσόφων ὁ λῆρος; Ὁ ἀπὸ Γαλιλαίας, ὁ ἀπὸ Βηθσαϊδᾶ, ὁ ἀγροῖκος, πάντων ἐκείνων περιεγένετο. Οὐκ αἰσχύνεσθε, εἰπέ μοι, ἐπὶ τῷ ὀνόματι τῆς πατρίδος τοῦ νενικηκότος ὑμᾶς; Ἂν δὲ καὶ τὸ ὄνομα αὐτοῦ ἀκούσητε, καὶ ὅτι Κηφᾶς ἐλέγετο, πολλῷ μᾶλλον ἐγκαλύψεσθε. Τοῦτο γὰρ ὑμᾶς, τοῦτο ἀπολώλεκεν, ὅτι τοῦτο ὄνειδος εἶναι νομίζετε, καὶ εὐγλωττίαν ἐγκώμιον, καὶ ἀπειρίαν εὐγλωττίας, ὄνειδος. Οὐκ ἤλθετε ἣν ἐλθεῖν ὑμᾶς ἔδει, ἀλλὰ τὴν βασιλικὴν ἀφέντες ὁδὸν τὴν εὔκολον καὶ λείαν, τὴν τραχεῖαν καὶ ἀνάντη καὶ χαλεπὴν ἐβαδίσατε. Διὰ τοῦτο οὐδὲ ἐφθάσατε πρὸς τὴν βασιλείαν τῶν οὐρανῶν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Acta apostolorum (homiliae 1-55). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg154.local001/.
