Ancient Greek · ~21 min
Ὡς δὲ ἐπληρώθη ταῦτα, ἔθετο ὁ Παῦλος ἐν τῷ Πνεύματι, διελθὼν τὴν Μακεδονίαν καὶ Ἀχαΐαν, πορεύεσθαι εἰς Ἱερουσαλὴμ, εἰπὼν, ὅτι Μετὰ τὸ γενέσθαι με ἐκεῖ, δεῖ με καὶ Ῥώμην ἰδεῖν. Ἀποστείλας δὲ εἰς τὴν Μακεδονίαν δύο τῶν διακονούντων αὐτῷ, Τιμόθεον καὶ Ἔραστον, αὐτὸς ἐπέσχε χρόνον εἰς τὴν Ἀσίαν. Ἐγένετο δὲ κατὰ τὸν καιρὸν ἐκεῖνον τάραχος οὐκ ὀλίγος περὶ τῆς ὁδοῦ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Acta apostolorum (homiliae 1-55) 3.1-41
Not analysed yet
Ὅρα ἄτακτον πλῆθος. Τοῦ δὲ Παύλου, φησὶ, βουλομένου εἰσελθεῖν εἰς τὸν δῆμον, οὐκ εἴων αὐτὸν οἱ μαθηταί. Ὁ μὲν οὖν Παῦλος ἐβούλετο εἰσελθεῖν δημηγορῆσαι· τοὺς γὰρ διωγμοὺς ἐλάμβανεν εἰς διδασκαλίαν· ἀλλ' οἱ μαθηταὶ οὐκ εἴων αὐτόν. Σκόπει, πόσῃ περὶ αὐτὸν προνοίᾳ κέχρηνται πανταχοῦ. Καὶ ἐξ ἀρχῆς αὐτὸν ἐξήγαγον, ὥστε μὴ περὶ τὰ καίρια λαβεῖν τὴν πληγήν· καίτοι γε ἤκουσαν, ὅτι δεῖ καὶ Ῥώμην ἰδεῖν· ὅμως κωλύουσιν. Οἰκονομικῶς δὲ προαγορεύει, ἵνα μὴ τῷ γενομένῳ θορυβηθῶσιν. Οὕτως οὐδὲ πάσχειν τι αὐτὸν ἐβούλοντο. Καὶ τῶν ἀσιαρχῶν δέ τινες παρεκάλουν αὐτὸν, φησὶ, μὴ εἰσελθεῖν εἰς τὸ θέατρον. Εἰδότες αὐτοῦ τὴν προθυμίαν, παρεκάλουν· οὕτω πάντες αὐτὸν ἐφίλουν οἱ πιστοί. Καὶ τίνος ἕνεκεν, φησὶν, ὁ Ἀλέξανδρος ἐβούλετο ἀπολογεῖσθαι; μὴ γὰρ αὐτὸς ἐνεκλήθη; Ὥστε καιρὸν εὑρεῖν, καὶ τὸ πᾶν καταστρέψαι καὶ ἐκκαῦσαι τοῦ δήμου τὸν θυμόν. Εἶδες θυμὸν ἄτακτον; Καλῶς καὶ ἐπιτιμητικῶς ὁ γραμματεὺς, Τίς ἔστι, φησὶν, ὃς οὐ γινώσκει τὴν Ἐφεσίων πόλιν; Οὕτως εἰπὼν περὶ οὗ ἐφοβοῦντο· ὡσεὶ ἔλεγεν· Οὐ θεραπεύετε αὐτήν; Καὶ οὐκ εἶπε, Τίς γάρ ἐστιν, ὃς οὐ γινώσκει τὴν Ἄρτεμιν; ἀλλὰ, Τὴν πόλιν τὴν ἡμετέραν· θεραπεύων αὐτούς. Ἀναντιῤῥήτων οὖν τούτων ὄντων, δέον ἐστὶν ὑμᾶς κατεσταλμένους ὑπάρχειν. Ταῦτα δῆθεν ἐγκαλεῖ, μονονουχὶ λέγων· Τί τοίνυν ζητεῖτε ὡς ἀδήλων ὄντων; φανερὸν, ὡς ἡ ὕβρις εἰς τὴν θεὸν διαβαίνει. Πρόσχημα τὴν εὐσέβειαν ἐβούλοντο ποιεῖν τοῦ χρηματισμοῦ. Εἶτα ἠρέμα καθάπτεται αὐτῶν, δεικνὺς, ὅτι ἀλογίστως συνῆλθον. Καὶ μηδὲν, φησὶ, προπετὲς πράττειν. Δεικνὺς, ὅτι προπετῶς ἔπραξαν, τοῦτο εἶπεν. Εἰ μὲν οὖν Δημήτριος καὶ οἱ σὺν αὐτῷ ἔχουσι πρός τινα λόγον, ἀνθύπατοί εἰσι. Καὶ τοῦτο λέγει ἐγκαλῶν, καὶ δεικνὺς ὅτι οὐκ ἔδει ἰδιωτικῶν ἐγκλημάτων ἕνεκεν κοινὴν ἐκκλησίαν ποιεῖσθαι. Καὶ γὰρ κινδυνεύομεν, φησὶν, ἐγκαλεῖσθαι. Τούτῳ σφόδρα αὐτοὺς διηπόρησεν. Οὐδενὸς αἰτίου, φησὶν, ὑπάρχοντος, περὶ οὗ δυνησόμεθα λόγον δοῦναι τῆς συστροφῆς ταύτης. Ὅρα πῶς οἱ ἄπιστοι φρονίμως ἀπολογοῦνται, πῶς συνετῶς. Οὕτως ἔσβεσε τὸν θυμόν. Ὥσπερ γὰρ ῥᾳδίως ἐξάπτεται, οὕτω καὶ ῥᾳδίως σβέννυται. Καὶ ταῦτα εἰπὼν, ἀπέλυσε τὴν ἐκκλησίαν, φησίν. Ὁρᾷς τὸν Θεὸν συγχωροῦντα τοὺς πειρασμοὺς, καὶ διεγείροντα καὶ ἀφυπνίζοντα τοὺς μαθητὰς τούτοις καὶ σφοδροτέρους ἐργαζόμενον; Μὴ δὴ καταπίπτωμεν τοῖς πειρασμοῖς· αὐτὸς γὰρ ποιήσει καὶ τὴν ἔκβασιν τοῦ δύνασθαι ὑπενεγκεῖν. Οὐδὲν οὕτω φίλους ποιεῖ καὶ συγκροτεῖ, ὡς θλῖψις· οὐδὲν οὕτω συνδεῖ καὶ ἐπισφίγγει τῶν πιστῶν τὰς ψυχάς· οὐδὲν ἡμῖν τοῖς διδασκάλοις οὕτως ἐπιτήδειον πρὸς τὸ τὰ παρ' ἡμῶν λεγόμενα ἀκούεσθαι. Ἐν μὲν γὰρ ἀνέσει τυγχάνων ἀκροατὴς, χαῦνός τέ ἐστι καὶ ῥᾴθυμος, καὶ ἐνοχλεῖσθαι δοκεῖ παρὰ τοῦ λέγοντος· ἐν δὲ θλίψει καὶ στενοχωρίᾳ εἰς πολλὴν ἐπιθυμίαν ἀκροάσεως ἐμπίπτει. Στενοχωρούμενος γὰρ τὴν ψυχὴν, πανταχόθεν ζητεῖ παραμυθίαν τῆς θλίψεως εὑρεῖν· οὐ μικρὰν δὲ φέρει λόγος παραμυθίαν. Τί οὖν, φησὶν, οἱ Ἰουδαῖοι; πῶς θλιβόμενοι ἀπὸ τῆς ὀλιγοψυχίας οὐκ ἤκουον; Ὅτι Ἰουδαῖοι ἦσαν, οἱ ἀεὶ ἀσθενεῖς καὶ ταλαίπωροι· ἄλλως τε καὶ ὅτι καὶ ἐκεῖ πολλὴ ἡ θλῖψις ἦν, ἡμῖν δὲ περὶ συμμέτρου ὁ λόγος. Ὅρα γάρ· προσεδόκησαν ἀπαλλάττεσθαι τῶν κατεχόντων αὐτοὺς κακῶν ἐκεῖνοι, καὶ μυρίοις περιέπεσον μᾶλλον δεινοῖς· τοῦτο δὲ οὐχ ὡς ἔτυχεν ἀπορεῖ ψυχήν. Αἱ θλίψεις ἀποσχίζουσιν ἡμᾶς τῆς συμπαθείας τῆς πρὸς τὸν παρόντα κόσμον· εὐθέως γοῦν τὸν θάνατον αἰτοῦμεν, καὶ οὐκ ἐσμὲν φιλοσώματοι· ὅπερ μέγιστον φιλοσοφίας μέρος ἐστὶ, μὴ κεχηνέναι μηδὲ προσδεδέσθαι τῇ παρούσῃ ζωῇ. Ἡ θλιβομένη ψυχὴ οὐ βούλεται περὶ πολλὰ εἶναι, ἀλλ' ἀναπαύσεώς τινος μόνον καὶ ἡσυχίας ἐρᾷ· ἀγαπητὸν αὐτῇ τῶν παρόντων ἀπαλλαγῆναι, κἂν μηδὲν ἕτερον ᾖ. Καθάπερ σῶμα πεπονηκὸς καὶ ταλαιπωρηθὲν οὐκ ἐρᾷν βούλεται, οὐ γαστρίζεσθαι, ἀλλ' ἀναπαύεσθαι καὶ ἡσυχῇ κεῖσθαι· οὕτω καὶ ψυχὴ μυρίοις ταριχευθεῖσα κακοῖς, πρὸς ἀνάπαυσιν καὶ ἡσυχίαν ἐπείγεται εἶναι. Ἡ ἐν ἀνέσει οὖσα ἐπτόηται, τεθορύβηται, μετέωρός ἐστιν· αὕτη δὲ οὐδὲν κεχηνὸς ἔχουσα οὐδὲ διαῤῥέον, ὅλη συνέσφιγκται καὶ μένει ἀμετεώριστος· καὶ ἡ μὲν ἀνδρειοτέρα, ἡ δὲ παιδικωτέρα ἐστί· καὶ ἡ μὲν βαρυτέρα, ἡ δὲ κουφοτέρα. Καὶ καθάπερ ἐν πολλῷ ὕδατι ἐμπεσόν τι κοῦφον σαλεύεται· οὕτω καὶ εἰς πολλὴν χαρὰν ἐμπεσοῦσα ψυχή. Καὶ τὰ μέγιστα δὲ ἡμῖν ἁμαρτήματα ἀπὸ πολλῆς ἡδονῆς γεγενημένα ἴδοι τις ἄν. Καὶ εἰ βούλεσθε, οἰκίας ὑπογράψωμεν δύο, τὴν μὲν γαμούντων, τὴν δὲ πενθούντων· εἰσέλθωμεν τῷ λόγῳ πρὸς ἑκατέρους· ἴδωμεν τίς τίνος βελτίων. Εὑρεθήσεται γὰρ ἡ τοῦ πενθοῦντος φιλοσοφίας γέμουσα, ἡ δὲ τοῦ γαμοῦντος ἀσχημοσύνης, Ὅρα γάρ· αἰσχρὰ ἐκεῖ ῥήματα, γέλως ἄτακτος, βήματα ἀτακτότερα, στολὴ καὶ βάδισις ἀσχημοσύνης γέμουσα, σχήματα πολλῆς ἀνοίας καὶ μωρίας· καὶ ὅλως οὐδὲν ἕτερον ἢ πάντα γέλως καὶ κατάγελως τὰ ἐκεῖ. Οὐχ ὁ γάμος, λέγω, μὴ γένοιτο· ἀλλὰ τὰ περὶ τὸν γάμον. Ἐκβακχεύεται τότε ἡ φύσις, ἄλογα ἀντὶ ἀνθρώπων οἱ παρόντες γίνονται, οἱ μὲν ὡς ἵπποι χρεμετίζουσιν, οἱ δὲ ὡς ὄνοι λακτίζουσι· πολλὴ ἡ διάχυσις, πολλὴ ἡ διάλυσις, οὐδὲν σπουδαῖον, οὐδὲν γενναῖον· πολλὴ ἐκεῖ τοῦ διαβόλου ἡ πομπὴ, κύμβαλα, αὐλοὶ, καὶ ᾄσματα πορνείας γέμοντα καὶ μοιχείας. Ἀλλ' οὐκ ἐκεῖ, ἔνθα τὸ πένθος, ἀλλὰ πάντα εὔτακτα· πολλὴ γὰρ ἡ σιγὴ, πολλὴ ἡ ἡσυχία, πολλὴ ἡ καταστολὴ, οὐδὲν ἄτακτον, οὐδὲν ἄῤῥυθμον· εἴ τίς τι καὶ ἐφθέγξατο, πάντα φιλοσοφίας γέμοντα ῥήματα ἐφθέγξατο· καὶ τὸ δὴ θαυμαστὸν, ὅτι παρ' ἐκεῖνον τὸν καιρὸν οὐκ ἄνδρες μόνον, ἀλλὰ καὶ οἰκεῖοι καὶ γυναῖκες φιλοσοφοῦσι. Τοιαύτη γὰρ ἡ τοῦ πένθους φύσις. Καὶ δοκοῦσι μὲν παρακαλεῖν τὸν πενθοῦντα, μυρία δὲ φθέγγονται δόγματα φιλοσοφίας μεστά· εὐχαὶ εὐθέως ὥστε μέχρι τούτου στῆναι, καὶ ἱκανοὶ οἱ τὸν πεπονηκότα παραμυθούμενοι, καὶ ἀπαριθμήσεις τῶν τοιαῦτα πενθούντων μυρίαι. Τί γάρ ἐστιν ἄνθρωπος; Τῆς φύσεως ἐξέτασις τῆς ἡμετέρας.