Ancient Greek · ~17 min
Γνοὺς δὲ ὁ Παῦλος, ὅτι τὸ ἓν μέρος ἐστὶ Σαδδουκαίων· τὸ δὲ ἕτερον Φαρισαίων, ἔκραξεν ἐν τῷ συνεδρίῳ· Ἄνδρες ἀδελφοὶ, ἐγὼ Φαρισαῖός εἰμι, υἱὸς Φαρισαίου· περὶ ἐλπίδος καὶ ἀναστάσεως νεκρῶν ἐγὼ κρίνομαι. Ταῦτα δὲ αὐτοῦ λαλήσαντος, ἐγένετο στάσις τῶν Σαδδουκαίων καὶ Φαρισαίων, καὶ ἐσχίσθη τὸ πλῆθος. Σαδδουκαῖοι μὲν γὰρ λέγουσι, μὴ εἶναι ἀνάστασιν, μηδὲ ἄγγελον, μήτε πνεῦμα· Φαρισαῖοι δὲ ὁμολογοῦσι τὰ ἀμφότερα.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Acta apostolorum (homiliae 1-55) 3.1-47
Not analysed yet
Ὅρα· ἀκούει καὶ ὁ χιλίαρχος, ὅτι αὐτὸν ἀπήλλαξαν ἐγκλημάτων οἱ Φαρισαῖοι, καὶ ἐψηφίσατο ὑπὲρ αὐτοῦ, καὶ μετὰ πλείονος παῤῥησίας ἁρπάζει αὐτόν. Καὶ αὐτὰ δὲ εἰρημένα Παύλῳ φιλοσοφίας ἔγεμε. Τῇ δὲ ἐπιούσῃ νυκτὶ ἐπιστὰς αὐτῷ ὁ Κύριος εἶπε· Θάρσει, Παῦλε· ὡς γὰρ διεμαρτύρω τὰ περὶ ἐμοῦ εἰς Ἱερουσαλὴμ, οὕτω σε δεῖ καὶ εἰς Ῥώμην μαρτυρῆσαι. Ὅρα πόση ἡ παράκλησις· πρῶτον αὐτὸν ἐπαινεῖ, εἶτα οὐκ ἀφίησιν οὐδὲ τὸ ἄδηλον τῆς ἀποδημίας φοβηθῆναι τῆς ἐπὶ Ῥώμην· ὡς εἰ ἔλεγεν· Οὐκ ἀπελεύσῃ μόνον κακεῖ, ἀλλὰ καὶ τοσαύτῃ χρήσῃ παῤῥησίᾳ. Ἐντεῦθεν οὐχ ὅτι σωθήσεται ἐδηλοῦτο, ἀλλ' ὅτι καὶ ἐπὶ μεγάλοις μαρτυρήσει στεφάνοις ἐν τῇ μεγάλῃ πόλει. Διὰ τί δὲ οὐ πρὶν ἢ ἐμπεσεῖν εἰς τὸν κίνδυνον, ἐφάνη αὐτῷ; Ὅτι ἀεὶ ἐν ταῖς θλίψεσι παρακαλεῖ ὁ Θεὸς (τότε γὰρ ποθεινότερος φαίνεται), καὶ ἐν τοῖς κινδύνοις ἐγγυμνάζει ἡμᾶς. Ἄλλως δὲ τότε μὲν ἐν ἀνέσει ἦν, ἀφεθεὶς τῶν δεσμῶν· νῦν δὲ ἔμελλεν αὐτὸν διαδέχεσθαι δεινά. Ὅτι ἀνεθεματίσαμεν ἑαυτοὺς, φησὶ, μὴ φαγεῖν μηδὲ πιεῖν. Βαβαὶ, πόση μανία. ἑαυτοὺς τῷ ἀναθέματι ὑποβάλλουσιν ἀλογίστως. Ὅπως καταγάγῃ αὐτὸν, φησὶ, πρὸς ὑμᾶς, ὡς μέλλοντας ἀκριβέστερον διαγινώσκειν τὰ περὶ αὐτοῦ. Τί λέγεις; οὐχὶ δεύτερον πρὸς ὑμᾶς ἐδημηγόρησεν; οὐχὶ Φαρισαῖον ἑαυτὸν εἶπε; τί οὖν τὸ περιττὸν, Οὕτως οὐδὲν ἐφοβοῦντο, οὐ δικαστήρια, οὐ νόμους· οὕτως οὐδὲν αὐτοῖς ἀτόλμητον ἦν. Καὶ τὴν γνώμην εἰσηγοῦνται, καὶ τὴν πρᾶξιν ἐπαγγέλλονται. Ἀκούσας δὲ ὁ υἱὸς τῆς ἀδελφῆς Παύλου τὸ ἔνεδρον. Τοῦτο τῆς τοῦ Θεοῦ οἰκονομίας ἦν λοιπὸν, τὸ μὴ συνιδεῖν αὐτοὺς ὅτι ἀκούσεται. Τί οὖν ὁ Παῦλος; Οὐκ ἐθορυβήθη, ἀλλὰ συνεῖδεν, ὅτι Θεοῦ ἐστιν ἔργον τοῦτο· καὶ τὸ πᾶν ἐπ' αὐτὸν ῥίψας, εἶχεν ἐξ ἔργου τὴν σωτηρίαν. Καὶ σκόπει πῶς εἰς ἀγαθὸν πάντα ὁ Θεὸς ᾠκονόμησεν. Εἶπεν ὁ νεανίας τὴν ἐπιβουλὴν, ἐπιστεύθη, καὶ οὕτω λοιπὸν διασώζεται Παῦλος. Καὶ εἰ ἀφέθη, φησὶ, τῆς αἰτίας, διὰ τί τοὺς κατηγόρους ἔπεμψαν; Ὥστε ἀκριβεστέραν γενέσθαι τὴν ἐξέτασιν· ὥστε μᾶλλον καθαρθῆναι τὸν ἄνδρα. Τοιαῦται αἱ τοῦ Θεοῦ οἰκονομίαι· δι' ὧν βλαπτόμεθα, διὰ τούτων ὠφελούμεθα. Οὕτω καὶ Ἰωσὴφ ἐπεβουλεύετο ὑπὸ τῆς δεσποίνης· καὶ ἐδόκει μὲν ἐπιβουλεύειν, ἐπιβουλεύουσα δὲ ἐν ἀσφαλείᾳ κατέστησεν αὐτόν· τῆς γὰρ οἰκίας, ἔνθα τὸ θηρίον ἐκεῖνο ἐτρέφετο, πολλῷ τὸ δεσμωτήριον ἡμερώτερον ἦν. Ἐκεῖ μὲν γὰρ ὢν, εἰ καὶ ἐν θεραπείᾳ ἦν, ἀλλ' ἐν φόβῳ διηνεκεῖ, μή ποτε ἐπίθηται ἡ δέσποινα, καὶ δεσμωτηρίου χαλεπώτερον ὁ φόβος αὐτῷ ἐπέκειτο· μετὰ δὲ τὴν κατηγορίαν ἐν ἀδείᾳ λοιπὸν καὶ ἡσυχίᾳ ἦν, ἀπαλλαγεὶς ἐκείνου τοῦ θηρίου καὶ τῆς ἀσχημοσύνης καὶ τῆς ἐπιβουλῆς· βέλτιον γὰρ αὐτῷ ἦν τεταλαιπωρημένοις ἀνθρώποις συνεῖναι, ἢ μαινομένῃ δεσποίνῃ. Ἐνταῦθα μὲν οὖν παρεμυθεῖτο ἑαυτὸν, ὅτι διὰ σωφροσύνην ἐνέπεσεν· ἐκεῖ δὲ ἐδεδοίκει, μὴ περὶ τὴν ψυχὴν λάβῃ τὴν πληγήν· οὐδὲν γὰρ ἐπαχθέστερον ἐρωμένης νέῳ μὴ βουλομένῳ, οὐδὲν ἐναγέστερον, οὐδὲν βαρύτερον· πάντων δεσμῶν τοῦτο χαλεπώτερον. Ὥστε οὐκ εἰς δεσμωτήριον ἐνέπεσεν, ἀλλὰ δεσμωτηρίου ἀπηλλάγη· ἐξεπολέμωσεν αὐτῷ τὸν δεσπότην, ἀλλὰ κατήλλαξε τὸν Θεὸν, οἰκειότερον αὐτὸν κατέστησε τῷ ὄντως Δεσπότῃ τῷ ἀληθινῷ· ἐξέβαλε τῆς ἐπιστασίας τῆς ἐν τῇ οἰκίᾳ, ἀλλ' ᾠκείωσε τῷ Δεσπότῃ· Πάλιν οἱ ἀδελφοὶ ἐπώλησαν, ἀλλ' ἀπήλλαξαν αὐτὸν συνοικούντων ἐχθρῶν, φθόνου καὶ βασκανίας πολλῆς, ἐπιβουλῆς καθημερινῆς, μακρὰν κατέστησαν αὐτὸν τῶν μισούντων. Τί γὰρ τούτου χεῖρον, ὅταν τις ἀδελφοῖς φθονοῦσι συνοικεῖν ἀναγκάζηται, ὅταν δι' ὑποψίας ᾖ, ὅταν ἐπιβουλεύηται; Ὥστε ἕτερα μὲν ἐποίουν καὶ οὗτοι κἀκείνη, ἕτερα δὲ ᾠκονομεῖτο ὑπὲρ τοῦ δικαίου μεγάλα. Ὅτε ἦν ἐν τιμῇ, τότε ἦν ἐν κινδύνῳ· ὅτε ἦν ἐν ἀτιμίᾳ, τότε ἦν ἐν ἀσφαλείᾳ· οὐκ ἐμνημόνευον αὐτοῦ οἱ εὐνοῦχοι· καὶ καλῶς, ἵνα λαμπροτέρα γένηται τῆς ἐξόδου ἡ ὑπόθεσις· ἵνα μὴ χάριτι ἀνθρωπίνῃ, ἀλλ' οἰκονομίᾳ θείᾳ τὸ πᾶν λογίζηται· ἵνα εὐκαίρως εἰς χρείαν καταστὰς ἐξαγάγῃ· ἵνα μὴ εὐεργετῶν, ἀλλ' εὐεργετούμενος αὐτὸν ἐκβάλῃ τοῦ δεσμωτηρίου ὁ Φαραώ. Οὐκ ἔδει δοῦλον γενέσθαι τὸ δῶρον, ἀλλ' εἰς ἀνάγκην καταστῆναι τὸν βασιλέα· ἔδει φανερὰν αὐτοῦ γενέσθαι τὴν σοφίαν. Διὰ τοῦτο λανθάνει ὁ εὐνοῦχος, ἵνα μὴ λάθῃ Αἴγυπτος, ἵνα μὴ ἀγνοήσῃ αὐτὸν ὁ βασιλεύς. Εἰ τότε ἐξηνέχθη, ἴσως ἂν καὶ ἐπεθύμησεν ἀπελθεῖν εἰς τὴν αὐτοῦ· διὰ τοῦτο μυρίαις ἀνάγκαις κατέχεται, πρῶτον τῇ δεσποτείᾳ, δεύτερον τῷ δεσμωτηρίῳ, τρίτον ἐν τῇ βασιλείᾳ, ἵνα ταῦτα οἰκονομηθῇ. Καθάπερ οὖν τινα γενναῖον πῶλον ἐκπηδῆσαι βουλόμενον πρὸς τοὺς αὐτοῦ, κατεῖχεν ὁ Θεὸς ἐκεῖ δι' αἰτιῶν ἐνδόξων. Ὅτι γὰρ ἐπεθύμει τὸν πατέρα ἰδεῖν καὶ ἀπαλλάξαι τῆς ὀδύνης, δῆλον ἐκ τοῦ καλέσαι αὐτὸν ἐκεῖ.