# In Acta apostolorum (homiliae 1-55) 3.1-5

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Acta apostolorum (homiliae 1-55), Ἄνδρες Ἰουδαῖοι, καὶ οἱ κατοικοῦντες Ἱερουσαλὴμ ἅπαντες, τοῦτο ὑμῖν γνωστὸν ἔστω, καὶ ἐνωτίσασθε τὰ ῥήματά μου.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-acta-apostolorum-homiliae-1-55/3.1-5

Τί λέγεις; εἰπέ μοι· σωτηρίας μέμνησαι μετὰ σταυρόν; Ἀνάσχου τέως· πολλὴ γὰρ ἡ φιλανθρωπία τοῦ Θεοῦ. Καὶ τοῦτο οὐχ ἧττον τῆς ἀναστάσεως αὐτὸν δείκνυσι Θεὸν, καὶ τῶν σημείων, τὸ τούτους προσκαλεῖσθαι. Τὸ γὰρ σφόδρα ἀγαθὸν, τοῦτο Θεοῦ μάλιστα ἴδιον. Διὰ τοῦτο καὶ λέγει· Οὐδεὶς ἀγαθὸς, εἰ μὴ εἷς ὁ Θεός. Ἀλλὰ μὴ τὴν ἀγαθότητα εἰς ἀφορμὴν ῥᾳθυμίας λάβωμεν· καὶ γὰρ καὶ κολάζει καθάπερ Θεός. Αὐτὰ γοῦν ταῦτα αὐτὸς εἰργάσατο ὁ εἰπὼν, Ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου, σωθήσεται. Τὰ κατὰ τὴν Ἱερουσαλὴμ λέγω, τὴν ἀφόρητον ἐκείνην κόλασιν· ἧς βούλομαι ὀλίγα πρὸς ὑμᾶς εἰπεῖν, χρησιμεύοντα ἡμῖν καὶ πρὸς Μαρκιωνιστὰς καὶ πρὸς ἄλλους πολλοὺς τῶν αἱρετικῶν. Ἐπειδὴ γὰρ λέγουσιν ἀγαθὸν Θεὸν τὸν Χριστὸν, ἐκεῖνον δὲ πονηρὸν, ἴδωμεν τίς ταῦτα ἐποίησε. Τίς τοίνυν ταῦτα εἰργάσατο; ὁ πονηρὸς, τούτῳ ἀμύνων; Οὐδαμῶς. Πῶς οὖν αὐτοῦ ἀλλότριος; Ἀλλ' ὁ ἀγαθός; Ἀλλὰ δείκνυται καὶ ὁ Πατὴρ καὶ ὁ Υἱὸς πεποιηκώς· ὁ μὲν Πατὴρ πολλαχοῦ, ὡς ὅταν λέγῃ, ἐν τῷ ἀμπελῶνι πέμπειν τὰ στρατεύματα αὐτοῦ· ὁ δὲ Υἱὸς, ὅταν λέγῃ, Τοὺς δὲ ἐχθρούς μου ἀγάγετε καὶ κατασφάξατε ἐνώπιόν μου, τοὺς μὴ θελήσαντάς με αὐτῶν βασιλεῦσαι. Ἄλλως δὲ καὶ αὐτὸς λέγει τὰς θλίψεις τὰς ἐσομένας, ὧν οὐδὲν ὠμότερον γέγονε τῶν πώποτε πεπραγμένων, καὶ αὐτὸς αὐτὰς ἀπεφήνατο. Θέλεις οὖν ἀκοῦσαι τὰ γεγενημένα; Ὀβελίσκοις αὐτοὺς διέπειραν. Τί τούτων ἰδεῖν βαρύτερον; Ἀλλὰ τὸ τῆς γυναικὸς βούλει πάθος διηγήσομαι καὶ τὴν τραγῳδίαν ἐκείνην, ἥτις πᾶσαν ἀπέκρυψε συμφοράν; ἀλλὰ τοὺς λιμοὺς καὶ τοὺς λοιμούς; Καὶ παρίημι τὰ τούτων χαλεπώτερα. Ἠγνοήθη παρ' ἐκείνοις ἡ φύσις, ἠγνοήθη ὁ νόμος· τὰ θηρία ὑπερηκόντισαν. Πάντα δὲ ταῦτα ὑπὸ τῆς ἀνάγκης τῶν πολέμων γέγονε, τοῦ Θεοῦ βουλομένου καὶ τοῦ Χριστοῦ. Ταῦτα καὶ πρὸς Μαρκιωνιστὰς ἁρμόσει, καὶ πρὸς τοὺς ἀπιστοῦντας τῇ γεέννῃ· ἱκανὰ γὰρ αὐτῶν ἐπιστομίσαι τὴν ἀναισχυντίαν. Τῶν ἐν Βαβυλῶνι κακῶν οὐχὶ ταῦτα χαλεπώτερα; τῶν λιμῶν ἐκείνων οὐχὶ ταῦτα πολλῷ βαρύτερα; Περὶ τούτων καὶ αὐτὸς ἀπεφήνατο ὁ Χριστὸς, λέγων· Ἔσται θλίψις οἵα οὐ γέγονεν, οὐδὲ μὴ γένηται. Πῶς οὖν λέγουσί τινες, ὅτι· εἴασεν αὐτοῖς ὁ Χριστὸς τὴν ἁμαρτίαν; Τάχα δοκεῖ κοινὸν εἶναι τὸ ζήτημα· ἀλλ' ὑμεῖς αὐτὸ ἱκανοὶ λῦσαι. Οὐδεὶς οὐδαμοῦ πλάσμα τοιοῦτον ἔχει δεῖξαι, οἷον ἐπὶ τῆς ἀληθείας γέγονε. Καὶ εἰ μὲν Χριστιανὸς ὁ ταῦτα γράφων ἦν, κἂν ὕποπτος ὁ λόγος ἦν· εἰ δὲ Ἰουδαῖος, καὶ Ἰουδαῖος ζηλωτὴς, μετὰ τὸ Εὐαγγέλιον ἐλθὼν, πῶς οὐ πᾶσι κατάδηλα τὰ γενόμενα; Ὄψει γὰρ αὐτὸν πανταχοῦ καὶ ἐπαίροντα τὰ Ἰουδαϊκά. Οὐκοῦν ἔστι καὶ γέεννα, καὶ ἀγαθός ἐστιν ὁ Θεός. Ἆρα ἐφρίξατε ταῦτα ἀκούσαντες; Ἀλλὰ ταῦτα ἐνταῦθα γινόμενα οὐδέν ἐστι πρὸς τὰ ἐκεῖ. Πάλιν ἀναγκάζομαι ἀηδὴς φαίνεσθαι καὶ φορτικὸς καὶ βαρύς· ἀλλὰ τί πάθω; Εἰς τοῦτο κεῖμαι. Καθάπερ παιδαγωγὸς χαλεπὸς εἰς τοῦτο κεῖται, εἰς τὸ μισεῖσθαι παρὰ τῶν παιδαγωγουμένων· οὕτω δὴ καὶ ἡμεῖς. Πῶς γὰρ οὐκ ἄτοπον, τοὺς μὲν παρὰ βασιλέων τάξιν τινὰ ταχθέντας, κἂν ἀηδὲς ᾖ τὸ προσταττόμενον ποιεῖν· ἡμᾶς δὲ διὰ τὴν παρ' ὑμῶν μέμψιν ἐλλείπειν τὴν τάξιν, ἣν ἐτάχθημεν; Ἄλλος ἔργον ἔχει ἕτερον· ὑμῶν δὲ πολλοὶ ἔργον ἔχουσι, τὸ ἐλεεῖν, τὸ φιλανθρωπεύεσθαι, ἡδεῖς εἶναι καὶ προσηνεῖς τοῖς εὐεργετουμένοις. Ἡμεῖς δὲ τοῖς ὠφελουμένοις βαρεῖς φαινόμεθα καὶ χαλεποὶ, καὶ φορτικοὶ καὶ ἀηδεῖς· οὐ γὰρ δι' ὧν τέρπομεν ὠφελοῦμεν, ἀλλὰ δι' ὧν δάκνομεν. Τοιοῦτός ἐστι καὶ ὁ ἰατρός. Ἀλλ' ἐκεῖνος μὲν οὐ σφόδρα ἀηδής· εὐθέως γὰρ τῆς αὐτοῦ τέχνης τὴν ὠφέλειαν παρέχεται· ἡμεῖς δὲ ἐν τῷ μέλλοντι. Τοιοῦτός ἐστι καὶ ὁ δικαστὴς, λυπηρὸς τοῖς νοσοῦσι καὶ στασιάζουσι. τοιοῦτος ὁ νομοθέτης, λυπηρὸς τοῖς νομοθετουμένοις. Ἀλλ' οὐχ ὁ καλῶν ἐπὶ τρυφὴν, οὐδὲ ὁ δημοτελεῖς ποιῶν ἑορτὰς καὶ πανηγύρεις, οὐδὲ ὁ στεφανῶν τὸν δῆμον· ἀλλὰ προσηνεῖς οὗτοι, εὐωχοῦντες τὰς πόλεις θεάμασι παντοδαποῖς, εἰσφέροντες, ἀναλίσκοντες. Διὰ τοῦτο καὶ εὐφημίαις αὐτοὺς ἀμείβονται οἱ παθόντες εὖ, καὶ παραπετάσμασι, καὶ λαμπάδων πλήθει, καὶ στέμμασι, καὶ κλάδοις, καὶ ἐσθῆτι λαμπρᾷ. Ἂν δὲ τὸν ἰατρὸν ἴδωσιν οἱ κάμνοντες, στυγνοὶ καὶ κατηφεῖς γίνονται· ἂν τὸν δικαστὴν ὁμοίως οἱ στασιάζοντες, συνεσταλμένοι γίνονται, οὐχὶ διαχέονται, οὐδὲ ὀρχοῦνται, πλὴν ὅταν κἀκεῖνος εἰς ἐκείνην μεταστῇ τὴν τάξιν. Ἴδωμεν οὖν τίνες μάλιστα τὰς πόλεις ὠφελοῦσιν, οἱ τὰς ἑορτὰς ταύτας ἄγοντες, καὶ τὰς θαλίας, καὶ τὰς τραπέζας τὰς πολυτελεῖς, καὶ τὰς τέρψεις τὰς ποικίλας· ἢ οἱ πάντα ἐκεῖνα συστείλαντες, καὶ τὸ ξύλον ἐπιφερόμενοι, καὶ μάστιγας, καὶ δημίους, καὶ στρατιώτας φοβεροὺς, καὶ φωνὴν προϊέμενοι πολλοῦ τρόμου γέμουσαν, καὶ ἐπισκήπτοντες, καὶ κατηφεῖν ποιοῦντες, καὶ ῥάβδῳ ἀποσοβοῦντες τοὺς ἐπὶ τῆς ἀγορᾶς. Ἴδωμεν τοίνυν ποῦ τὸ κέρδος λήγει. Οὗτοι μὲν γάρ εἰσιν ἀηδεῖς, ἐκεῖνοι δὲ ποθεινοί. Τί οὖν ἀπ' ἐκείνων γίνεται τῶν τερπόντων; Ἡδονή τις ψυχρὰ, μέχρι τῆς ἑσπέρας μένουσα καὶ τῇ ἐπιούσῃ διαῤῥέουσα, γέλως ἄτακτος, ῥήματα ἀπρεπῆ καὶ διακεχυμένα. Τί δαὶ ἀπὸ τούτων; Φόβος, σωφροσύνη, λογισμὸς συνεσταλμένος, ψυχῆς ἐπιείκεια, ῥᾳθυμίας ἀναίρεσις, χαλινὸς τῶν ἔνδον ὄντων παθῶν, τεῖχος τῶν ἔξωθεν ἐπιόντων. Διὰ τούτους τὰς οὐσίας ἔχομεν ἕκαστος, δι' ἐκείνας δὲ τὰς ἑορτὰς καὶ ἐπιβλαβῶς κενοῦμεν αὐτὰς, οὐ λῃστῶν ἐπεισελθόντων, ἀλλὰ τῆς μεθ' ἡδονῆς λῃστευούσης κενοδοξίας. Ὁρᾷ τὸν λῃστὴν ἕκαστος ἐκφοροῦντα πάντα, καὶ ἥδεται. Καινὸς τῆς λῃστείας ὁ τρόπος· ἔπεισε τοὺς ἀποδυομένους εὐφραίνεσθαι.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Acta apostolorum (homiliae 1-55). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg154.local001/.
